Odyssey, Book 21 (Φ)
τῇ δ’ἄρ’ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
2κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
3τόξον μνηστήρεσσι θέμεν πολιόντε σίδηρον
4ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.
5κλίμακα δ’ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,
6εἵλετο δὲ κληῗδ’εὐκαμπέα χειρὶ παχείῃ
7καλὴν χαλκείην · κώπη δ’ἐλέφαντος ἐπῆεν.
8βῆ δ’ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν
9ἔσχατον · ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,
10χαλκόςτε χρυσόςτε πολύκμητόςτε σίδηρος.
11ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη
12ἰοδόκος, πολλοὶ δ’ἔνεσαν στονόεντες ὀϊστοί,
13δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας
14Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.
15τὼ δ’ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν
16οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς
17ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε ·
18μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν
19νηυσὶ πολυκλήϊσι τριηκόσι’ἠδὲ νομῆας.
20τῶν ἕνεκ’ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς
21παιδνὸς ἐών · πρὸ γὰρ ἧκε πατὴρ ἄλλοιτε γέροντες.
22Ἴφιτος αὖθ’ἵππους διζήμενος, αἵ οἱ ὄλοντο
23δώδεκα θήλειαι, ὑπὸ δ’ἡμίονοι ταλαεργοί ·
24αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,
25ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον,
26φῶθ’Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,
27ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ,
28σχέτλιος, οὐ δὲ θεῶν ὄπιν ᾐδέσατ’οὐ δὲ τράπεζαν,
29τὴν ἥν οἱ παρέθηκεν · ἔπειτα δὲ πέφνε καὶ αὐτόν,
30ἵππους δ’αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.
31τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,
32τὸ πρὶν μέν ῥ’ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ
33κάλλιπ’ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.
34τῷ δ’Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,
35ἀρχὴν ξεινοσύνης προσκηδέος · οὐ δὲ τραπέζῃ
36γνώτην ἀλλήλων · πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν
37Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,
38ὅς οἱ τόξον ἔδωκε. τὸ δ’οὔ ποτε δῖος Ὀδυσσεὺς
39ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν
40ᾑρεῖτ’, ἀλλ’αὐτοῦ μνῆμα ξείνοιο φίλοιο
41κέσκετ’ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.
42ἡ δ’ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν
43οὐδόντε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων
44ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,
45ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δ’ἐπέθηκε φαεινάς,
46αὐτίκ’ἄρ’ἥ γ’ἱμάντα θοῶς ἀπέλυσε κορώνης,
47ἐν δὲ κληῗδ’ἧκε, θυρέων δ’ἀνέκοπτεν ὀχῆας
48ἄντα τιτυσκομένη · τὰ δ’ἀνέβραχεν ἠΰτε ταῦρος
49βοσκόμενος λειμῶνι · τόσ’ἔβραχε καλὰ θύρετρα
50πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.
51ἡ δ’ἄρ’ἐφ’ὑψηλῆς σανίδος βῆ · ἔνθα δὲ χηλοὶ
52ἕστασαν, ἐν δ’ἄρα τῇσι θυώδεα εἵματ’ἔκειτο.
53ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον
54αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.
55ἑζομένη δὲ κατ’αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,
56κλαῖε μάλα λιγέως, ἐκ δ’ᾕρεε τόξον ἄνακτος.
57ἡ δ’ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
58βῆ ῥ’ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς
59τόξον ἔχουσ’ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
60ἰοδόκον · πολλοὶ δ’ἔνεσαν στονόεντες ὀϊστοί.
61τῇ δ’ἄρ’ἅμ’ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος
62κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.
63ἡ δ’ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
64στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
65ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.
66ἀμφίπολος δ’ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
67αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον ·
6880κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα69ἐχράετ’ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ70ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον · οὐ δέ τιν’ἄλλην71μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,72ἀλλ’ἐμὲ ἱέμενοι γῆμαι θέσθαιτε γυναῖκα.73ἀλλ’ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετ’ἄεθλον.74θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο ·75ὃς δέ κε ῥηΐτατ’ἐντανύσῃ βιὸν ἐν παλάμῃσι76καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,77τῷ κεν ἅμ’ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα78κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,79τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
ὣς φάτο, καί ῥ’Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,
81τόξον μνηστήρεσσι θέμεν πολιόντε σίδηρον.
82δακρύσας δ’Εὔμαιος ἐδέξατο καὶ κατέθηκε ·
83κλαῖε δὲ βουκόλος ἄλλοθ’, ἐπεὶ ἴδε τόξον ἄνακτος.
84Ἀντίνοος δ’ἐνένιπεν ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζε ·
8596νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,86ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ87θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗτε καὶ ἄλλως88κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσ’ἀκοίτην.89ἀλλ’ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε90κλαίετον ἐξελθόντε, κατ’αὐτόθι τόξα λιπόντε,91μνηστήρεσσιν ἄεθλον ἀάατον · οὐ γὰρ ὀΐω92ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.93οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν94οἷος Ὀδυσσεὺς ἔσκεν · ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,95καὶ γὰρ μνήμων εἰμί, πάϊς δ’ἔτι νήπιος ἦα.
ὣς φάτο, τῷ δ’ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
97νευρὴν ἐντανύσειν διοϊστεύσειντε σιδήρου.
98ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν
99ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότ’ἀτίμα
100ἥμενος ἐν μεγάροις, ἐπὶ δ’ὤρνυε πάντας ἑταίρους.
101τοῖσι δὲ καὶ μετέειφ’ἱερὴ ἲς Τηλεμάχοιο ·
102118ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων ·103μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,104ἄλλῳ ἅμ’ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα ·105αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.106ἀλλ’ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετ’ἄεθλον,107οἵη νῦν οὐκ ἔστι γυνὴ κατ’Ἀχαιΐδα γαῖαν,108οὔτε Πύλου ἱερῆς οὔτ’Ἄργεος οὔτε Μυκήνης ·109οὔτ’αὐτῆς Ἰθάκης οὔτ’ἠπείροιο μελαίνης ·110καὶ δ’αὐτοὶ τόδε γ’ἴστε · τί με χρὴ μητέρος αἴνου;111ἀλλ’ἄγε μὴ μύνῃσι παρέλκετε μη δ’ἔτι τόξου112δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.113καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην ·114εἰ δέ κεν ἐντανύσω διοϊστεύσωτε σιδήρου,115οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ116λείποι ἅμ’ἄλλῳ ἰοῦσ’, ὅτ’ἐγὼ κατόπισθε λιποίμην117οἷόςτ’ἤδη πατρὸς ἀέθλια κάλ’ἀνελέσθαι.
ἦ καὶ ἀπ’ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν
119ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτ’ὤμων.
120πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας
121πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,
122ἀμφὶ δὲ γαῖαν ἔναξε · τάφος δ’ἕλε πάντας ἰδόντας,
123ὡς εὐκόσμως στῆσε · πάρος δ’οὐ πώ ποτ’ὀπώπει.
124στῆ δ’ἄρ’ἐπ’οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.
125τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,
126τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,
127νευρὴν ἐντανύειν διοϊστεύσειντε σιδήρου.
128καί νύ κε δή ῥ’ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,
129ἀλλ’Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.
130τοῖς δ’αὖτις μετέειφ’ἱερὴ ἲς Τηλεμάχοιο ·
131136ὢ πόποι, ἦ καὶ ἔπειτα κακόςτ’ἔσομαι καὶ ἄκικυς,132ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα133ἄνδρ’ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.134ἀλλ’ἄγεθ’, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,135τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.
ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,
137κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
138αὐτοῦ δ’ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
139ἂψ δ’αὖτις κατ’ἄρ’ἕζετ’ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
140τοῖσιν δ’Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός ·
141143ὄρνυσθ’ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,142ἀρξάμενοι τοῦ χώρου ὅθεντέ περ οἰνοχοεύει.
ὣς ἔφατ’Ἀντίνοος, τοῖσιν δ’ἐπιήνδανε μῦθος.
144Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,
145ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν
146ἷζε μυχοίτατος αἰέν · ἀτασθαλίαι δέ οἱ οἴῳ
147ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν ·
148ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.
149στῆ δ’ἄρ’ἐπ’οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,
150οὐ δέ μιν ἐντάνυσε · πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων
151ἀτρίπτους ἁπαλάς · μετὰ δὲ μνηστῆρσιν ἔειπεν ·
152163ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.153πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει154θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι155τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθ’ἕνεκ’αἰεὶ156ἐνθάδ’ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.157νῦν μέν τις καὶ ἔλπετ’ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ158γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.159αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,160ἄλλην δή τιν’ἔπειτα Ἀχαιϊάδων εὐπέπλων161μνάσθω ἐέδνοισιν διζήμενος · ἡ δέ κ’ἔπειτα162γήμαιθ’ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
ὣς ἄρ’ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,
164κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
165αὐτοῦ δ’ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
166ἂψ δ’αὖτις κατ’ἄρ ἕζετ’ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
167Ἀντίνοος δ’ἐνένιπεν ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζε ·
168175Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,169δεινόντ’ἀργαλέοντε, — νεμεσσῶμαι δέτ’ἀκούων —170εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει171θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.172οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ173οἷόντε ῥυτῆρα βιοῦτ’ἔμεναι καὶ ὀϊστῶν ·174ἀλλ’ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.
ὣς φάτο, καί ῥ’ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν ·
176181ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,177πὰρ δὲ τίθει δίφροντε μέγαν καὶ κῶας ἐπ’αὐτοῦ,178ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,179ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ,180τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
ὣς φάθ’, ὁ δ’αἶψ’ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ,
182πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπ’αὐτοῦ,
183ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος ·
184τῷ ῥα νέοι θάλποντες ἐπειρῶντ’· οὐ δ’ἐδύναντο
185ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.
186Ἀντίνοος δ’ἔτ’ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,
187ἀρχοὶ μνηστήρων · ἀρετῇ δ’ἔσαν ἔξοχ’ἄριστοι.
188τὼ δ’ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμ’ἄμφω
189βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο ·
190ἐκ δ’αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.
191ἀλλ’ὅτε δή ῥ’ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,
192φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι ·
193199βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,194ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.195ποῖοί κ’εἶτ’Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι196ὧδε μάλ’ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;197ἤ κε μνηστήρεσσιν ἀμύνοιτ’ἦ Ὀδυσῆϊ;198εἴπαθ’ὅπως ὑμέας κραδίη θυμόςτε κελεύει.
τὸν δ’αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ ·
200203Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,201ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων ·202γνοίης χ’οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
ὣς δ’αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι
204νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
205αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέ’ἀνέγνω,
206ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν ·
207221ἔνδον μὲν δὴ ὅδ’αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας208ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.209γιγνώσκω δ’ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω210οἴοισι δμώων · τῶν δ’ἄλλων οὔ τευ ἄκουσα211εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδ’ἱκέσθαι.212σφῶϊν δ’, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.213εἴ χ’ὑπ’ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,214ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματ’ὀπάσσω215οἰκίατ’ἐγγὺς ἐμεῖο τετυγμένα · καί μοι ἔπειτα216Τηλεμάχου ἑτάρωτε κασιγνήτωτε ἔσεσθον.217εἰ δ’ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,218ὄφρα μ’ἐῢ γνῶτον πιστωθῆτόντ’ἐνὶ θυμῷ,219οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι220Παρνησόνδ’ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.
222τὼ δ’ἐπεὶ εἰσιδέτην εὖτ’ἐφράσσαντο ἕκαστα,
223κλαῖον ἄρ’ἀμφ’Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,
224καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήντε καὶ ὤμους
225ὣς δ’αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.
226καί νύ κ’ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
227εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέντε ·
228242παύεσθον κλαυθμοῖο γόοιότε, μή τις ἴδηται229ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.230ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μη δ’ἅμα πάντες,231πρῶτος ἐγώ, μετὰ δ’ὔμμες · ἀτὰρ τόδε σῆμα τετύχθω ·232ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,233οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην ·234ἀλλὰ σύ, δῖ’Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον235ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖντε γυναιξὶ236κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,237ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ238ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε239προβλώσκειν, ἀλλ’αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.240σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς241κληῗσαι κληῗδι, θοῶς δ’ἐπὶ δεσμὸν ἰῆλαι.
ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας ·
243ἕζετ’ἔπειτ’ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη ·
244ἐς δ’ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.
245Εὐρύμαχος δ’ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,
246θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός · ἀλλά μιν οὐ δ’ὣς
247ἐντανύσαι δύνατο, μέγα δ’ἔστενε κυδάλιμον κῆρ ·
248ὀχθήσας δ’ἄρα εἶπεν ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζεν ·
249256ὢ πόποι, ἧ μοι ἄχος περίτ’αὐτοῦ καὶ περὶ πάντων ·250οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ ·251εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ252ἀμφιάλῳ Ἰθάκῃ, αἱ δ’ἄλλῃσιν πολίεσσιν ·253ἀλλ’εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν254ἀντιθέου Ὀδυσῆος, ὅτ’οὐ δυνάμεσθα τανύσσαι255τόξον · ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.
τὸν δ’αὖτ’Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός ·
257269Εὐρύμαχ’, οὐχ οὕτως ἔσται · νοέεις δὲ καὶ αὐτός.258νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο259ἁγνή · τίς δέ κε τόξα τιταίνοιτ’; ἀλλὰ ἕκηλοι260κάτθετ’· ἀτὰρ πελέκεάς γε καὶ εἴ κ’εἰῶμεν ἅπαντας261ἑστάμεν · οὐ μὲν γάρ τιν’ἀναιρήσεσθαι ὀΐω,262ἐλθόντ’ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.263ἀλλ’ἄγετ’, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,264ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα ·265ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,266αἶγας ἄγειν, αἳ πᾶσι μέγ’ἔξοχοι αἰπολίοισιν,267ὄφρ’ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ268τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
ὣς ἔφατ’Ἀντίνοος, τοῖσιν δ’ἐπιήνδανε μῦθος.
270τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
271κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
272νώμησαν δ’ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
273οἱ δ’ἐπεὶ οὖν σπεῖσάντ’ἔπιόνθ’ὅσον ἤθελε θυμός,
274τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς ·
275285κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης ·276ὄφρ’εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει ·277Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα278λίσσομ’, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,279νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν ·280ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κ’ἐθέλῃσιν.281ἀλλ’ἄγ’ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθ’ὑμῖν282χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτ’ἐστὶν283ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,284ἦ ἤδη μοι ὄλεσσεν ἄλητ’ἀκομιστίητε.
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ὑπερφιάλως νεμέσησαν,
286δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.
287Ἀντίνοος δ’ἐνένιπεν ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζεν ·
288311ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐ δ’ἠβαιαί ·289οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθ’ἡμῖν290δαίνυσαι, οὐ δέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις291μύθων ἡμετέρων καὶ ῥήσιος; οὐ δέ τις ἄλλος292ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.293οἶνός σε τρώει μελιηδής, ὅςτε καὶ ἄλλους294βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μη δ’αἴσιμα πίνῃ.295οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,296ἄασ’ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,297ἐς Λαπίθας ἐλθόνθ’· ὁ δ’ἐπεὶ φρένας ἄασεν οἴνῳ,298μαινόμενος κάκ’ἔρεξε δόμον κάτα Πειριθόοιο ·299ἥρωας δ’ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε300ἕλκον ἀναΐξαντες, ἀπ’οὔατα νηλέϊ χαλκῷ301ῥῖνάςτ’ἀμήσαντες · ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς302ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.303ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,304οἷ δ’αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.305ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον306ἐντανύσῃς · οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις307ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ308εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,309πέμψομεν · ἔνθεν δ’οὔ τι σαώσεαι · ἀλλὰ ἕκηλος310πῖνέτε, μη δ’ἐρίδαινε μετ’ἀνδράσι κουροτέροισιν.
τὸν δ’αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
312320Ἀντίνο’, οὐ μὲν καλὸν ἀτέμβειν οὐ δὲ δίκαιον313ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθ’ἵκηται ·314ἔλπεαι, αἴ χ’ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον315ἐντανύσῃ χερσίντε βίηφίτε ἧφι πιθήσας,316οἴκαδέ μ’ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;317οὐ δ’αὐτός που τοῦτό γ’ἐνὶ στήθεσσιν ἔολπε ·318μη δέ τις ὑμείων τοῦ γ’εἵνεκα θυμὸν ἀχεύων319ἐνθάδε δαινύσθω, ἐπεὶ οὐ δὲ μὲν οὐ δὲ ἔοικεν.
τὴν δ’αὖτ’Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα ·
321330κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,322οὔ τί σε τόνδ’ἄξεσθαι ὀϊόμεθ’· οὐ δὲ ἔοικεν ·323ἀλλ’αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,324μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν325ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν326μνῶνται, οὐ δέ τι τόξον ἐΰξοον ἐντανύουσιν ·327ἀλλ’ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν328ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δ’ἧκε σιδήρου.329ὣς ἐρέουσ’, ἡμῖν δ’ἂν ἐλέγχεα ταῦτα γένοιτο.
τὸν δ’αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
331343Εὐρύμαχ’, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον332ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν333ἀνδρὸς ἀριστῆος · τί δ’ἐλέγχεα ταῦτα τίθεσθε;334οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδ’εὐπηγής,335πατρὸς δ’ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.336ἀλλ’ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.337ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται ·338εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,339ἕσσω μιν χλαῖνάντε χιτῶνάτε, εἵματα καλά,340δώσω δ’ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,341καὶ ξίφος ἄμφηκες · δώσω δ’ὑπὸ ποσσὶ πέδιλα,342πέμψω δ’ὅππη μιν κραδίη θυμόςτε κελεύει.
τὴν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
344354μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο345κρείσσων, ᾧ κ’ἐθέλω, δόμεναίτε καὶ ἀρνήσασθαι,346οὔθ’ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,347οὔθ’ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο ·348τῶν οὔ τίς μ’ἀέκοντα βιήσεται, αἴ κ’ἐθέλωμι349καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.350ἀλλ’εἰς οἶκον ἰοῦσα τὰ σ’αὐτῆς ἔργα κόμιζε,351ἱστόντ’ἠλακάτηντε, καὶ ἀμφιπόλοισι κέλευε352ἔργον ἐποίχεσθαι · τόξον δ’ἄνδρεσσι μελήσει353πᾶσι, μάλιστα δ’ἐμοί · τοῦ γὰρ κράτος ἔστ’ἐνὶ οἴκῳ.
ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει ·
355παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
356ἐς δ’ὑπερῷ’ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
357κλαῖεν ἔπειτ’Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
358ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
359αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός ·
360μνηστῆρες δ’ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν ·
361ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων ·
362366πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,363πλαγκτέ; τάχ’αὖ σ’ἐφ’ὕεσσι κύνες ταχέες κατέδονται364οἶον ἀπ’ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων365ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.
ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,
367δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.
368Τηλέμαχος δ’ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει ·
369376ἄττα, πρόσω φέρε τόξα · τάχ’οὐκ εὖ πᾶσι πιθήσεις370μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,371βάλλων χερμαδίοισι · βίηφι δὲ φέρτερός εἰμι.372αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματ’ἔασι,373μνηστήρων χερσίντε βίηφίτε φέρτερος εἴην ·374τῷ κε τάχα στυγερῶς τιν’ἐγὼ πέμψαιμι νέεσθαι375ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ἐπ’αὐτῷ ἡδὺ γέλασσαν
377μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο
378Τηλεμάχῳ · τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης
379ἐν χείρεσσ’Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.
380ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν ·
381386Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,382κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.383ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ384ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε385προβλώσκειν, ἀλλ’αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
ὣς ἄρ’ἐφώνησεν, τῇ δ’ἄπτερος ἔπλετο μῦθος,
387κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
388σιγῇ δ’ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,
389κλήϊσεν δ’ἄρ’ἔπειτα θύρας εὐερκέος αὐλῆς.
390κεῖτο δ’ὑπ’αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης
391βύβλινον, ᾧ ῥ’ἐπέδησε θύρας, ἐς δ’ἤϊεν αὐτός ·
392ἕζετ’ἔπειτ’ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,
393εἰσορόων Ὀδυσῆα. ὁ δ’ἤδη τόξον ἐνώμα
394πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,
395μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.
396ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον ·
397401ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων ·398ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται399ἢ ὅ γ’ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ400νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.
ἄλλος δ’αὖ εἴπεσκε νέων ὑπερηνορεόντων ·
402404αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν403ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.
ὣς ἄρ’ἔφαν μνηστῆρες · ἀτὰρ πολύμητις Ὀδυσσεύς,
405αὐτίκ’ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,
406ὡς ὅτ’ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς
407ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,
408ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,
409ὣς ἄρ’ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.
410δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς ·
411ἡ δ’ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.
412μνηστῆρσιν δ’ἄρ’ἄχος γένετο μέγα, πᾶσι δ’ἄρα χρὼς
413ἐτράπετο · Ζεὺς δὲ μεγάλ’ἔκτυπε σήματα φαίνων ·
414γήθησέντ’ἄρ’ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
415ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω ·
416εἵλετο δ’ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ
417γυμνός · τοὶ δ’ἄλλοι κοίλης ἔντοσθε φαρέτρης
418κείατο, τῶν τάχ’ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.
419τόν ῥ’ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδαςτε,
420αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δ’ὀϊστὸν
421ἄντα τιτυσκόμενος, πελέκεων δ’οὐκ ἤμβροτε πάντων
422πρώτης στειλειῆς, διὰ δ’ἀμπερὲς ἦλθε θύραζε
423ἰὸς χαλκοβαρής · ὁ δὲ Τηλέμαχον προσέειπε ·
424431Τηλέμαχ’, οὔ σ’ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει425ἥμενος, οὐ δέ τι τοῦ σκοποῦ ἤμβροτον οὐ δέ τι τόξον426δὴν ἔκαμον τανύων · ἔτι μοι μένος ἔμπεδόν ἐστιν,427οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.428νῦν δ’ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι429ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι430μολπῇ καὶ φόρμιγγι · τὰ γάρτ’ἀναθήματα δαιτός.
ἦ καὶ ἐπ’ὀφρύσι νεῦσεν · ὁ δ’ἀμφέθετο ξίφος ὀξὺ
432Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
433ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δ’ἄρ’αὐτοῦ
434πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.