Odyssey, Book 23 (Ψ)
γρηῢς δ’εἰς ὑπερῷ’ἀνεβήσετο καγχαλόωσα,
2δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα ·
3γούνατα δ’ἐρρώσαντο, πόδες δ’ὑπερικταίνοντο.
4στῆ δ’ἄρ’ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν ·
510ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι6ὀφθαλμοῖσι τεοῖσι τάτ’ἔλδεαι ἤματα πάντα.7ἦλθ’Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών.8μνηστῆρας δ’ἔκτεινεν ἀγήνορας, οἵθ’ἑὸν οἶκον9κήδεσκον καὶ κτήματ’ἔδον βιόωντότε παῖδα.
τὴν δ’αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
1125μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵτε δύνανται12ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλ’ἐόντα,13καίτε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν ·14οἵ σέ περ ἔβλαψαν · πρὶν δὲ φρένας αἰσίμη ἦσθα.15τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν16ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μ’ἀνεγείρεις17ἡδέος, ὅς μ’ἐπέδησε φίλα βλέφαρ’ἀμφικαλύψας;18οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς19ᾤχετ’ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.20ἀλλ’ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.21εἰ γάρ τίς μ’ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,22ταῦτ’ἐλθοῦσ’ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν,23τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι24αὖτις ἔσω μέγαρον · σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.
τὴν δ’αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια ·
2632οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλ’ἔτυμόν τοι27ἦλθ’Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,28ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.29Τηλέμαχος δ’ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,30ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,31ὄφρ’ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.
ὣς ἔφαθ’, ἡ δ’ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα
33γρηῒ περιπλέχθη, βλεφάρων δ’ἀπὸ δάκρυον ἧκεν ·
34καί μιν φωνήσασ’ἔπεα πτερόεντα προσηύδα ·
3539εἰ δ’ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς ἐνίσπες,36εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις,37ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε38μοῦνος ἐών, οἱ δ’αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.
τὴν δ’αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια ·
4058οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα41κτεινομένων · ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων42ἥμεθ’ἀτυζόμεναι, σανίδες δ’ἔχον εὖ ἀραρυῖαι,43πρίν γ’ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε44Τηλέμαχος · τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.45εὗρον ἔπειτ’Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν46ἑσταόθ’· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες,47κείατ’ἐπ’ἀλλήλοισιν · ἰδοῦσά κε θυμὸν ἰάνθης.48νῦν δ’οἱ μὲν δὴ πάντες ἐπ’αὐλείῃσι θύρῃσιν50ἀθρόοι, αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλές,51πῦρ μέγα κηάμενος · σὲ δέ με προέηκε καλέσσαι.52ἀλλ’ἕπευ, ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτον53ἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε.54νῦν δ’ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται ·55ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ56καὶ παῖδ’ἐν μεγάροισι · κακῶς δ’οἵ πέρ μιν ἔρεζον57μνηστῆρες, τοὺς πάντας ἐτίσατο ᾧ ἐνὶ οἴκῳ.
τὴν δ’αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
5969μαῖα φίλη, μή πω μέγ’ἐπεύχεο καγχαλόωσα.60οἶσθα γὰρ ὥς κ’ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη61πᾶσι, μάλιστα δ’ἐμοίτε καὶ υἱέϊ, τὸν τεκόμεσθα ·62ἀλλ’οὐκ ἔσθ’ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις,63ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς,64ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα.65οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,66οὐ κακὸν οὐ δὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο ·67τῷ δι’ἀτασθαλίας ἔπαθον κακόν · αὐτὰρ Ὀδυσσεὺς68ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δ’αὐτός.
τὴν δ’ἠμείβετ’ἔπειτα φίλη τροφὸς Εὐρύκλεια ·
7080τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,71ἣ πόσιν ἔνδον ἐόντα παρ’ἐσχάρῃ οὔ ποτ’ἔφησθα72οἴκαδ’ἐλεύσεσθαι · θυμὸς δέ τοι αἰὲν ἄπιστος.73ἀλλ’ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω,74οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι.75τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ76εἰπέμεν · ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν77οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο.78ἀλλ’ἕπευ · αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,79αἴ κέν σ’ἐξαπάφω, κτεῖναί μ’οἰκτίστῳ ὀλέθρῳ.
τὴν δ’ἠμείβετ’ἔπειτα περίφρων Πηνελόπεια ·
8185μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων82δήνεα εἴρυσθαι, μὰλα περ πολύϊδριν ἐοῦσαν.83ἀλλ’ἔμπης ἴομεν μετὰ παῖδ’ἐμόν, ὄφρα ἴδωμαι84ἄνδρας μνηστῆρας τεθνηότας, ἠδ’ὃς ἔπεφνεν.
ὣς φαμένη κατέβαιν’ὑπερώϊα · πολλὰ δέ οἱ κῆρ
86ὥρμαιν’, ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι,
87ἦ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα.
88ἡ δ’ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν,
89ἕζετ’ἔπειτ’Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῇ,
90τοίχου τοῦ ἑτέρου · ὁ δ’ἄρα πρὸς κίονα μακρὴν
91ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι
92ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν.
93ἡ δ’ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν ·
94ὄψει δ’ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,
95ἄλλοτε δ’ἀγνώσασκε κακὰ χροῒ εἵματ’ἔχοντα.
96Τηλέμαχος δ’ἐνένιπεν ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζε ·
97104μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,98τίφθ’οὕτω πατρὸς νοσφίζεαι, οὐ δὲ παρ’αὐτὸν99ἑζομένη μύθοισιν ἀνείρεαι οὐ δὲ μεταλλᾷς;100οὐ μέν κ’ἄλλη γ’ὧδε γυνὴ τετληότι θυμῷ101ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας102ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν ·103σοὶ δ’αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο.
τὸν δ’αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
105111τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν,106οὐ δέ τι προσφάσθαι δύναμαι ἔπος οὐ δ’ἐρέεσθαι107οὐ δ’εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δ’ἐτεὸν δὴ108ἔστ’Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ109γνωσόμεθ’ἀλλήλων καὶ λώϊον · ἔστι γὰρ ἡμῖν110σήμαθ’, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπ’ἄλλων.
ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
112αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα ·
113123Τηλέμαχ’, ἦ τοι μητέρ’ἐνὶ μεγάροισιν ἔασον114πειράζειν ἐμέθεν · τάχα δὲ φράσεται καὶ ἄρειον.115νῦν δ’ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,116το- τοὔνεκ’ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.117ἡμεῖς δὲ φραζώμεθ’ὅπως ὄχ’ἄριστα γένηται.118καὶ γάρ τίςθ’ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,119ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,120φεύγει πηούςτε προλιπὼν καὶ πατρίδα γαῖαν ·121ἡμεῖς δ’ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγ’ἄριστοι122κούρων εἰν Ἰθάκῃ · τὰ δέ σε φράζεσθαι ἄνωγα.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
124129αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε · σὴν γὰρ ἀρίστην125μῆτιν ἐπ’ἀνθρώπους φάσ’ἔμμεναι, οὐ δέ κέ τίς τοι126ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.127ἡμεῖς δ’ἐμμεμαῶτες ἅμ’ἑψόμεθ’, οὐ δέ τί φημι128ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
130141τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.131πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,132δμῳὰς δ’ἐν μεγάροισιν ἀνώγετε εἵμαθ’ἑλέσθαι ·133αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν134ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,135ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,136ἢ ἀν’ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι ·137μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται138ἀνδρῶν μνηστήρων, πρίν γ’ἡμέας ἐλθέμεν ἔξω139ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον · ἔνθα δ’ἔπειτα140φρασσόμεθ’ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.
ὣς ἔφαθ’, οἱ δ’ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ἐπίθοντο
142πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,
143ὅπλισθεν δὲ γυναῖκες · ὁ δ’εἵλετο θεῖος ἀοιδὸς
144φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε
145μολπῆςτε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.
146τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν
147ἀνδρῶν παιζόντων καλλιζώνωντε γυναικῶν.
148ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων ·
149152ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν ·150σχετλίη, οὐ δ’ἔτλη πόσιος οὗ κουριδίοιο151εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.
ὣς ἄρα τις εἴπεσκε, τὰ δ’οὐκ ἴσαν ὡς ἐτέτυκτο.
153αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
154Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
155ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα ·
156αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη
157μείζονάτ’εἰσιδέειν καὶ πάσσονα · κὰδ δὲ κάρητος
158οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
159ὡς δ’ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
160ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
161τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει ·
162ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇτε καὶ ὤμοις.
163ἐκ δ’ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος ·
164ἂψ δ’αὖτις κατ’ἄρ’ἕζετ’ἐπὶ θρόνου ἔνθεν ἀνέστη,
165ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε ·
166173δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων167κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματ’ἔχοντες ·168οὐ μέν κ’ἄλλη γ’ὧδε γυνὴ τετληότι θυμῷ169ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας170ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.171ἀλλ’ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς172λέξομαι · ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ.
τὸν δ’αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
174181δαιμόνι’, οὔτ’ἄρ τι μεγαλίζομαι οὔτ’ἀθερίζω175οὔτε λίην ἄγαμαι, μάλα δ’εὖ οἶδ’οἷος ἔησθα176ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.177ἀλλ’ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,178ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥ’αὐτὸς ἐποίει ·179ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετ’εὐνήν,180κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.
ὣς ἄρ’ἔφη πόσιος πειρωμένη · αὐτὰρ Ὀδυσσεὺς
182ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν ·
183205ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες ·184τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη185καὶ μάλ’ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν186ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.187ἀνδρῶν δ’οὔ κέν τις ζωὸς βροτός, οὐ δὲ μάλ’ἡβῶν,188ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται189ἐν λέχει ἀσκητῷ · τὸ δ’ἐγὼ κάμον οὐ δέ τις ἄλλος.190θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,191ἀκμηνὸς θαλέθων · πάχετος δ’ἦν ἠΰτε κίων.192τῷ δ’ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρ’ἐτέλεσσα,193πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,194κολλητὰς δ’ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.195καὶ τότ’ἔπειτ’ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,196κορμὸν δ’ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ197εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,198ἑρμῖν’ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.199ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρ’ἐτέλεσσα,200δαιδάλλων χρυσῷτε καὶ ἀργύρῳ ἠδ’ἐλέφαντι ·201ἐκ δ’ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν.202οὕτω τοι τόδε σῆμα πιφαύσκομαι · οὐ δέ τι οἶδα,203ἤ μοι ἔτ’ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη204ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμέν’ἐλαίης.
ὣς φάτο, τῆς δ’αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
206σήματ’ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδ’Ὀδυσσεύς ·
207δακρύσασα δ’ἔπειτ’ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας
208δειρῇ βάλλ’Ὀδυσῆϊ, κάρη δ’ἔκυσ’ἠδὲ προσηύδα ·
209231μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα210ἀνθρώπων πέπνυσο · θεοὶ δ’ὤπαζον ὀϊζύν,211οἳ νῶϊν ἀγάσαντο παρ’ἀλλήλοισι μένοντε212ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.213αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μη δὲ νεμέσσα,214οὕνεκά σ’οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδ’ἀγάπησα.215αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν216ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν217ἐλθών · πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.218οὐ δέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,219ἀνδρὶ παρ’ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,220εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν221ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδ’ἔμελλον.222τὴν δ’ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές ·223τὴν δ’ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ224λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.225νῦν δ’, ἐπεὶ ἤδη σήματ’ἀριφραδέα κατέλεξας226εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει,227ἀλλ’οἶοι σύτ’ἐγώτε καὶ ἀμφίπολος μία μούνη,228Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,229ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,230πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλ’ἐόντα.
ὣς φάτο, τῷ δ’ἔτι μᾶλλον ὑφ’ἵμερον ὦρσε γόοιο ·
232κλαῖε δ’ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.
233ὡς δ’ὅτ’ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,
234ὧντε Ποσειδάων εὐεργέα νῆ’ἐνὶ πόντῳ
235ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ ·
236παῦροι δ’ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε
237νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,
238ἀσπάσιοι δ’ἐπέβαν γαίης, κακότητα φυγόντες ·
239ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,
240δειρῆς δ’οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.
241καί νύ κ’ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς,
242εἰ μὴ ἄρ’ἄλλ’ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.
243νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δ’αὖτε
244ῥύσατ’ἐπ’Ὠκεανῷ χρυσόθρονον, οὐ δ’ἔα ἵππους
245ζεύγνυσθ’ὠκύποδας, φάος ἀνθρώποισι φέροντας,
246Λάμπον καὶ Φαέθονθ’, οἵτ’Ἠῶ πῶλοι ἄγουσι.
247καὶ τότ’ἄρ’ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς
248256ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατ’ἀέθλων249ἤλθομεν, ἀλλ’ἔτ’ὄπισθεν ἀμέτρητος πόνος ἔσται,250πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.251ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο252ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,253νόστον ἑταίροισιν διζήμενος ἠδ’ἐμοὶ αὐτῷ.254ἀλλ’ἔρχευ, λέκτρονδ’ἴομεν, γύναι, ὄφρα καὶ ἤδη255ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.
τὸν δ’αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
257263εὐνὴ μὲν δή σοί γε τότ’ἔσσεται ὁππότε θυμῷ258σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι259οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν ·260ἀλλ’ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,261εἴπ’ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω,262πεύσομαι, αὐτίκα δ’ἐστὶ δαήμεναι οὔ τι χέρειον.
τὴν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
264285δαιμονίη, τίτ’ἄρ’αὖ με μάλ’ὀτρύνουσα κελεύεις265εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐ δ’ἐπικεύσω.266οὐ μέν τοι θυμὸς κεχαρήσεται · οὐ δὲ γὰρ αὐτὸς267χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστε’ἄνωγεν268ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντ’εὐῆρες ἐρετμόν,269εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν270ἀνέρες, οὐ δέθ’ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν ·271οὐ δ’ἄρα τοί γ’ἴσασι νέας φοινικοπαρῄους,272οὐ δ’εὐήρε’ἐρετμά, τάτε πτερὰ νηυσὶ πέλονται.273σῆμα δέ μοι τόδ’ἔειπεν ἀριφραδές, οὐ δέ σε κεύσω ·274ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης275φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,276καὶ τότε μ’ἐν γαίῃ πήξαντ’ἐκέλευεν ἐρετμόν,277ἔρξανθ’ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,278ἀρνειὸν ταῦρόντε συῶντ’ἐπιβήτορα κάπρον,279οἴκαδ’ἀποστείχειν, ἔρδεινθ’ἱερὰς ἑκατόμβας280ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,281πᾶσι μάλ’ἑξείης · θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ282ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ283γήρα’ὕπο λιπαρῷ ἀρημένον · ἀμφὶ δὲ λαοὶ284ὄλβιοι ἔσσονται · τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.
τὸν δ’αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
286288εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,287ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ·
289τόφρα δ’ἄρ’Εὐρυνόμητε ἰδὲ τροφὸς ἔντυον εὐνὴν
290ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων.
291αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
292γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει,
293τοῖσιν δ’Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν
294ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα ·
295ἐς θάλαμον δ’ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα
296ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο ·
297αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης
298παῦσαν ἄρ’ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,
299αὐτοὶ δ’εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.
300τὼ δ’ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,
301τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε,
302ἡ μὲν ὅσ’ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,
303ἀνδρῶν μνηστήρων ἐσορῶσ’ἀΐδηλον ὅμιλον,
304οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,
305ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος ·
306αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδε’ἔθηκεν
307ἀνθρώποις ὅσατ’αὐτὸς ὀϊζύσας ἐμόγησε,
308πάντ’ἔλεγ’· ἡ δ’ἄρ’ἐτέρπετ’ἀκούουσ’, οὐ δέ οἱ ὕπνος
309πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.
310ἤρξατο δ’ὡς πρῶτον Κίκονας δάμασ’, αὐτὰρ ἔπειτα
311ἦλθ’ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν ·
312ἠδ’ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν
313ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐ δ’ἐλέαιρεν ·
314ἠδ’ὡς Αἴολον ἵκεθ’, ὅ μιν πρόφρων ὑπέδεκτο
315καὶ πέμπ’, οὐ δέ πω αἶσα φίλην ἐς πατρίδ’ἱκέσθαι
316ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα
317πόντον ἐπ’ἰχθυόεντα φέρεν βαρέα στενάχοντα ·
318ἠδ’ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,
319οἳ νῆάςτ’ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους
320πάντας · Ὀδυσσεὺς δ’οἶος ὑπέκφυγε νηῒ μελαίνῃ ·
321καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίηντε,
322ἠδ’ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα,
323ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,
324νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους
325μητέραθ’, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα ·
326ἠδ’ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,
327ὥςθ’ἵκετο Πλαγκτὰς πέτρας δεινήντε Χάρυβδιν
328Σκύλληνθ’, ἣν οὔ πώ ποτ’ἀκήριοι ἄνδρες ἄλυξαν ·
329ἠδ’ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι ·
330ἠδ’ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ
331Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δ’ἔφθιθεν ἐσθλοὶ ἑταῖροι
332πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν ·
333ὥςθ’ἵκετ’Ὠγυγίην νῆσον νύμφηντε Καλυψώ,
334ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,
335ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
336θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα ·
337ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν ·
338ἠδ’ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,
339οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
340καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,
341χαλκόντε χρυσόντε ἅλις ἐσθῆτάτε δόντες.
342τοῦτ’ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος
343λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.
344ἡ δ’αὖτ’ἄλλ’ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη ·
345ὁππότε δή ῥ’Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν
346εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,
347αὐτίκ’ἀπ’Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν
348ὦρσεν, ἵν’ἀνθρώποισι φόως φέροι · ὦρτο δ’Ὀδυσσεὺς
349εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δ’ἐπὶ μῦθον ἔτελλεν ·
350366ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθ’ἀέθλων351ἀμφοτέρω, σὺ μὲν ἐνθάδ’ἐμὸν πολυκηδέα νόστον352κλαίουσ’. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι353ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης ·354νῦν δ’ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθ’εὐνήν,355κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι,356μῆλα δ’ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,357πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δ’Ἀχαιοὶ358δώσουσ’, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.359ἀλλ’ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,360ὀψόμενος πατέρ’ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται ·361σοὶ δέ, γύναι, τάδ’ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ ·362αὐτίκα γὰρ φάτις εἶσιν ἅμ’ἠελίῳ ἀνιόντι363ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν ·364εἰς ὑπερῷ’ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν365ἧσθαι, μη δέ τινα προτιόσσεο μη δ’ἐρέεινε.
ἦ ῥα καὶ ἀμφ’ὤμοισιν ἐδύσετο τεύχεα καλά,
367ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,
368πάντας δ’ἔντε’ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.
369οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,
370ὤϊξαν δὲ θύρας, ἐκ δ’ἤϊον · ἦρχε δ’Ὀδυσσεύς.
371ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δ’ἄρ’Ἀθήνη
372νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.