Odyssey, Book 14 (Ξ)
αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν
2χῶρον ἀν’ὑλήεντα δι’ἄκριας, ᾗ οἱ Ἀθήνη
3πέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστα
4κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς.
5τὸν δ’ἄρ’ἐνὶ προδόμῳ εὗρ’ἥμενον, ἔνθα οἱ αὐλὴ
6ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,
7καλήτε μεγάλητε, περίδρομος · ἥν ῥα συβώτης
8αὐτὸς δείμαθ’ὕεσσιν ἀποιχομένοιο ἄνακτος,
9νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος,
10ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ ·
11σταυροὺς δ’ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,
12πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας ·
13ἔντοσθεν δ’αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει
14πλησίον ἀλλήλων, εὐνὰς συσίν · ἐν δὲ ἑκάστῳ
15πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,
16θήλειαι τοκάδες · τοὶ δ’ἄρσενες ἐκτὸς ἴαυον,
17πολλὸν παυρότεροι · τοὺς γὰρ μινύθεσκον ἔδοντες
18ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης
19αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων ·
20οἱ δὲ τριηκόσιοίτε καὶ ἑξήκοντα πέλοντο.
21πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον
22τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.
23αὐτὸς δ’ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,
24τάμνων δέρμα βόειον ἐϋχροές · οἱ δὲ δὴ ἄλλοι
25ᾤχοντ’ἄλλυδις ἄλλος ἅμ’ἀγρομένοισι σύεσσιν,
26οἱ τρεῖς · τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε
27σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,
28ὄφρ’ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.
29ἐξαπίνης δ’Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι.
30οἱ μὲν κεκλήγοντες ἐπέδραμον · αὐτὰρ Ὀδυσσεὺς
31ἕζετο κερδοσύνη, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.
32ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος ·
33ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν
34ἔσσυτ’ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.
35τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον
36πυκνῇσιν λιθάδεσσιν · ὁ δὲ προσέειπεν ἄνακτα ·
3748ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο38ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.39καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεάτε στοναχάςτε ·40ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων41ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω42ἔδμεναι · αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς43πλάζετ’ἐπ’ἀλλοθρόων ἀνδρῶν δῆμόντε πόλιντε,44εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.45ἀλλ’ἕπεο, κλισίηνδ’ἴομεν, γέρον, ὄφρα καὶ αὐτός,46σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,47εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδε’ἀνέτλης.
ὣς εἰπὼν κλισίηνδ’ἡγήσατο δῖος ὑφορβός,
49εἷσεν δ’εἰσαγαγών, ῥῶπας δ’ὑπέχευε δασείας,
50ἐστόρεσεν δ’ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός,
51αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δ’Ὀδυσσεὺς
52ὅττι μιν ὣς ὑπέδεκτο, ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζεν ·
5355Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι54ὅττι μάλιστ’ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο.
τὸν δ’ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα ·
5672ξεῖν’, οὔ μοι θέμις ἔστ’, οὐ δ’εἰ κακίων σέθεν ἔλθοι,57ξεῖνον ἀτιμῆσαι · πρὸς γὰρ Διός εἰσιν ἅπαντες58ξεῖνοίτε πτωχοίτε · δόσις δ’ὀλίγητε φίλητε59γίγνεται ἡμετέρη · ἡ γὰρ δμώων δίκη ἐστὶν60αἰεὶ δειδιότων, ὅτ’ἐπικρατέωσιν ἄνακτες61οἱ νέοι. ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,62ὅς κεν ἔμ’ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,64οἶκόντε κλῆρόντε πολυμνήστηντε γυναῖκα,63οἷάτε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν,65ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δ’ἐπὶ ἔργον ἀέξῃ,66ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω.67τῷ κέ με πόλλ’ὤνησεν ἄναξ, εἰ αὐτόθ’ἐγήρα ·68ἀλλ’ὄλεθ’— ὡς ὤφελλ’Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι69πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ’ἔλυσε ·70καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς71Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,
73βῆ δ’ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.
74ἔνθεν ἑλὼν δύ’ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,
75εὗσέτε μίστυλλέντε καὶ ἀμφ’ὀβελοῖσιν ἔπειρεν.
76ὀπτήσας δ’ἄρα πάντα φέρων παρέθηκ’Ὀδυσῆϊ
77θέρμ’αὐτοῖς ὀβελοῖσιν · ὁ δ’ἄλφιτα λευκὰ πάλυνεν ·
78ἐν δ’ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,
79αὐτὸς δ’ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα ·
80109ἔσθιε νῦν, ὦ ξεῖνε, τάτε δμώεσσι πάρεστι,81χοίρε’· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,82οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐ δ’ἐλεητύν.83οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,84ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργ’ἀνθρώπων.85καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵτ’ἐπὶ γαίης86ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,87πλησάμενοι δέτε νῆας ἔβαν οἶκόνδε νέεσθαι,88καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.89οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τιν’ἔκλυον αὐδήν,90κείνου λυγρὸν ὄλεθρον, ὅτ’οὐκ ἐθέλουσι δικαίως91μνᾶσθαι οὐ δὲ νέεσθαι ἐπὶ σφέτερ’, ἀλλὰ ἕκηλοι92κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐ δ’ἔπι φειδώ.93ὅσσαι γὰρ νύκτεςτε καὶ ἡμέραι ἐκ Διός εἰσιν,94οὔ ποθ’ἓν ἱρεύουσ’ἱερήϊον, οὐ δὲ δύ’οἴω ·95οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.96ἦ γάρ οἱ ζωή γ’ἦν ἄσπετος · οὔ τινι τόσση97ἀνδρῶν ἡρώων, οὔτ’ἠπείροιο μελαίνης98οὔτ’αὐτῆς Ἰθάκης · οὐ δὲ ξυνεείκοσι φωτῶν99ἔστ’ἄφενος τοσσοῦτον · ἐγὼ δέ κέ τοι καταλέξω.100δώδεκ’ἐν ἠπείρῳ ἀγέλαι · τόσα πώεα οἰῶν,101τόσσα συῶν συβόσια, τόσ’αἰπόλια πλατέ’αἰγῶν102βόσκουσι ξεῖνοίτε καὶ αὐτοῦ βώτορες ἄνδρες.103ἐνθάδε δ’αἰπόλια πλατέ’αἰγῶν ἕνδεκα πάντα104ἐσχατιῇ βόσκοντ’, ἐπὶ δ’ἀνέρες ἐσθλοὶ ὄρονται.105τῶν αἰεί σφιν ἕκαστος ἐπ’ἤματι μῆλον ἀγινεῖ,106ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.107αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσωτε ῥύομαίτε,108καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.
ὣς φάθ’, ὁ δ’ἐνδυκέως κρέατ’ἤσθιε πῖνέτε οἶνον
110ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.
111αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
112καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν,
113οἴνου ἐνίπλειον · ὁ δ’ἐδέξατο, χαῖρε δὲ θυμῷ,
114καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
115121ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,116ὧδε μάλ’ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;117φῆς δ’αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.118εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.119Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,120εἴ κέ μιν ἀγγείλαιμι ἰδών · ἐπὶ πολλὰ δ’ἀλήθην.
τὸν δ’ἠμείβετ’ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν ·
122148ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν123ἀγγέλλων πείσειε γυναῖκάτε καὶ φίλον υἱόν,124ἀλλ’ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται125ψεύδοντ’, οὐ δ’ἐθέλουσιν ἀληθέα μυθήσασθαι.126ὃς δέ κ’ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,127ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει ·128ἡ δ’εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,129καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,130ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθ’ὄληται.131αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.132εἴ τίς τοι χλαῖνάντε χιτῶνάτε εἵματα δοίη.133τοῦ δ’ἤδη μέλλουσι κύνες ταχέεςτ’οἰωνοὶ134ῥινὸν ἀπ’ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν ·135ἢ τόν γ’ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δ’αὐτοῦ136κεῖται ἐπ’ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.137ὣς ὁ μὲν ἔνθ’ἀπόλωλε, φίλοισι δὲ κήδε’ὀπίσσω138πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται · οὐ γὰρ ἔτ’ἄλλον139ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσ’ἐπέλθω,140οὐ δ’εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι141οἶκον, ὅθι πρῶτον γενόμην καί μ’ἔτρεφον αὐτοί.142οὐ δέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ143ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ ·144ἀλλά μ’Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.145τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντ’ὀνομάζειν146αἰδέομαι · πέρι γάρ μ’ἐφίλει καὶ κήδετο θυμῷ ·147ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.
τὸν δ’αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς ·
149165ὦ φίλ’, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐ δ’ἔτι φῇσθα150κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος ·151ἀλλ’ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,152ὡς νεῖται Ὀδυσεύς · εὐαγγέλιον δέ μοι ἔστω153αὐτίκ’, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθ’ἵκηται ·154ἕσσαι με χλαῖνάντε χιτῶνάτε, εἵματα καλά ·155πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.156ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι157γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.158ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίητε τράπεζα,159ἱστίητ’Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω ·160ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.161τοῦδ’αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ’Ὀδυσσεύς.162τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ’ἱσταμένοιο,163οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου164ἐνθάδ’ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.
τὸν δ’ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα ·
166191ὦ γέρον, οὔτ’ἄρ’ἐγὼν εὐαγγέλιον τόδε τίσω,167οὔτ’Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται · ἀλλὰ ἕκηλος168πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μη δέ με τούτων169μίμνησκ’· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν170ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.171ἀλλ’ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς172ἔλθοι ὅπως μιν ἐγώ γ’ἐθέλω καὶ Πηνελόπεια173Λαέρτηςθ’ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.174νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκ’Ὀδυσσεύς,175Τηλεμάχου · τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,176καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα177πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν,178τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας179ἠέ τις ἀνθρώπων · ὁ δ’ἔβη μετὰ πατρὸς ἀκουὴν180ἐς Πύλον ἠγαθέην · τὸν δὲ μνηστῆρες ἀγαυοὶ181οἴκαδ’ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται182νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.183ἀλλ’ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ184ἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.185ἀλλ’ἄγε μοι σύ, γεραιέ, τὰ σ’αὐτοῦ κήδε’ἐνίσπες186καί μοι τοῦτ’ἀγόρευσον ἐτήτυμον, ὄφρ’ἐῢ εἰδῶ ·187τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;188ὁπποίηςτ’ἐπὶ νηὸς ἀφίκεο · πῶς δέ σε ναῦται189ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;190οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ’ἱκέσθαι.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
192360τοιγὰρ ἐγώ τοι ταῦτα μάλ’ἀτρεκέως ἀγορεύσω.193εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ194ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,195δαίνυσθαι ἀκέοντ’, ἄλλοι δ’ἐπὶ ἔργον ἕποιεν ·196ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα197οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,198ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.199ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,200ἀνέρος ἀφνειοῖο πάϊς · πολλοὶ δὲ καὶ ἄλλοι201υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδ’ἐγένοντο202γνήσιοι ἐξ ἀλόχου · ἐμὲ δ’ὠνητὴ τέκε μήτηρ203παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα204Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι205ὃς τότ’ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ206ὄλβῳτε πλούτῳτε καὶ υἱάσι κυδαλίμοισιν.207ἀλλ’ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι208εἰς Ἀΐδαο δόμους · τοὶ δὲ ζωὴν ἐδάσαντο209παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,210αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκί’ἔνειμαν.211ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων212εἵνεκ’ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα213οὐ δὲ φυγοπτόλεμος · νῦν δ’ἤδη πάντα λέλοιπεν214ἀλλ’ἔμπης καλάμην γέ σ’ὀΐομαι εἰσορόωντα215γιγνώσκειν · ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.216ἦ μὲν δὴ θάρσος μοι Ἄρηςτ’ἔδοσαν καὶ Ἀθήνη217καὶ ῥηξηνορίην · ὁπότε κρίνοιμι λόχονδε218ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,219οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,220ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον221ἀνδρῶν δυσμενέων ὅτέ μοι εἴξειε πόδεσσιν.222τοῖος ἔα ἐν πολέμῳ · ἔργον δέ μοι οὐ φίλον ἔσκεν223οὐ δ’οἰκωφελίη, ἥτε τρέφει ἀγλαὰ τέκνα,224ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν225καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,226λυγρά, τάτ’ἄλλοισίν γε καταριγηλὰ πέλονται.227αὐτὰρ ἐμοὶ τὰ φίλ’ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν ·228ἄλλος γάρτ’ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.229πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν230εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν231ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.232τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δ’ὀπίσσω233λάγχανον · αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα234δεινόςτ’αἰδοῖόςτε μετὰ Κρήτεσσι τετύγμην.235ἀλλ’ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς236ἐφράσαθ’, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ’ἔλυσε,237δὴ τότ’ἔμ’ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα238νήεσσ’ἡγήσασθαι ἐς Ἴλιον · οὐ δέ τι μῆχος239ἦεν ἀνήνασθαι, χαλεπὴ δ’ἔχε δήμου φῆμις.240ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,241τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν242οἴκαδε σὺν νήεσσι, θεὸς δ’ἐκέδασσεν Ἀχαιούς.243αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς ·244μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν245κουριδίῃτ’ἀλόχῳ καὶ κτήμασιν · αὐτὰρ ἔπειτα246Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,247νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.248ἐννέα νῆας στεῖλα, θοῶς δ’ἐσαγείρατο λαός.249ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι250δαίνυντ’· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον251θεοῖσίντε ῥέζειν αὐτοῖσίτε δαῖτα πένεσθαι.252ἑβδομάτῃ δ’ἀναβάντες ἀπὸ Κρήτης εὐρείης253ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ254ῥηϊδίως, ὡς εἴτε κατὰ ῥόον · οὐ δέ τις οὖν μοι255νηῶν πημάνθη, ἀλλ’ἀσκηθέες καὶ ἄνουσοι256ἥμεθα, τὰς δ’ἄνεμόςτε κυβερνῆταίτ’ἴθυνον.257πεμπταῖοι δ’Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,258στῆσα δ’ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.259ἔνθ’ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους260αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,261ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι ·262οἱ δ’ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,263αἶψα μάλ’Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς264πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,265αὐτούςτ’ἔκτεινον · τάχα δ’ἐς πόλιν ἵκετ’ἀϋτή.266οἱ δὲ βοῆς ἀΐοντες ἅμ’ἠοῖ φαινομένηφιν267ἦλθον · πλῆτο δὲ πᾶν πεδίον πεζῶντε καὶ ἵππων268χαλκοῦτε στεροπῆς · ἐν δὲ Ζεὺς τερπικέραυνος269φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐ δέ τις ἔτλη270μεῖναι ἐναντίβιον · περὶ γὰρ κακὰ πάντοθεν ἔστη.271ἔνθ’ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,272τοὺς δ’ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.273αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα274ποίησ’— ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν275αὐτοῦ ἐν Αἰγύπτῳ · ἔτι γάρ νύ με πῆμ’ὑπέδεκτο —276αὐτίκ’ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα277καὶ σάκος ὤμοιϊν, δόρυ δ’ἔκβαλον ἔκτοσε χειρός ·278αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων279καὶ κύσα γούναθ’ἑλών · ὁδ’ἐρύσατο καί μ’ἐλέησεν,280ἐς δίφρον δέ μ’ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.281ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,282ἱέμενοι κτεῖναι — δὴ γὰρ κεχολώατο λίην —283ἀλλ’ἀπὸ κεῖνος ἔρυκε, Διὸς δ’ὠπίζετο μῆνιν284ξεινίου, ὅςτε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.285ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δ’ἄγειρα286χρήματ’ἀν’Αἰγυπτίους ἄνδρας · δίδοσαν γὰρ ἅπαντες.287ἀλλ’ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,288δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,289τρώκτης, ὃς δὴ πολλὰ κάκ’ἀνθρώποισιν ἐώργει ·290ὅς μ’ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρ’ἱκόμεσθα291Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματ’ἔκειτο.292ἔνθα παρ’αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.293ἀλλ’ὅτε δὴ μῆνέςτε καὶ ἡμέραι ἐξετελεῦντο294ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,295ἐς Λιβύην μ’ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο296ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,297κεῖθι δέ μ’ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.298τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.299ἡ δ’ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,300μέσσον ὑπὲρ Κρήτης · Ζεὺς δέ σφισι μήδετ’ὄλεθρον.301ἀλλ’ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐ δέ τις ἄλλη302φαίνετο γαιάων, ἀλλ’οὐρανὸς ἠδὲ θάλασσα,303δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων304νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπ’αὐτῆς.305Ζεὺς δ’ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν ·306ἡ δ’ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,307ἐν δὲ θεείου πλῆτο · πέσον δ’ἐκ νηὸς ἅπαντες.308οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν309κύμασιν ἐμφορέοντο · θεὸς δ’ἀποαίνυτο νόστον.310αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,311ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο312ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.313τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.314ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ315γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.316ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων317ἥρως ἀπριάτην · τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν318αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,319χειρὸς ἀναστήσας, ὄφρ’ἵκετο δώματα πατρός ·320ἀμφὶ δέ με χλαῖνάντε χιτῶνάτε εἵματα ἕσσεν.321ἔνθ’Ὀδυσῆος ἐγὼ πυθόμην · κεῖνος γὰρ ἔφασκε322ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντ’ἐς πατρίδα γαῖαν,323καί μοι κτήματ’ἔδειξεν ὅσα ξυναγείρατ’Ὀδυσσεύς,324χαλκόντε χρυσόντε πολύκμητόντε σίδηρον.325καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γ’ἔτι βόσκοι ·326τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.327τὸν δ’ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο328ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,329ὅππως νοστήσει’Ἰθάκης ἐς πίονα δῆμον330ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.331ὤμοσε δὲ πρὸς ἔμ’αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,332νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,333οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.334ἀλλ’ἐμὲ πρὶν ἀπέπεμψε · τύχησε γὰρ ἐρχομένη νηῦς335ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.336ἔνθ’ὅ γέ μ’ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ337ἐνδυκέως · τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ338ἀμφ’ἐμοί, ὄφρ’ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.339ἀλλ’ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,340αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.341ἐκ μέν με χλαῖνάντε χιτῶνάτε εἵματ’ἔδυσαν,342ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,343ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι ·344ἑσπέριοι δ’Ἰθάκης εὐδειέλου ἔργ’ἀφίκοντο.345ἔνθ’ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ346ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δ’ἀποβάντες347ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.348αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ349ῥηϊδίως · κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,350ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ351στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσ’ἀμφοτέρῃσι352νηχόμενος, μάλα δ’ὦκα θύρηθ’ἔα ἀμφὶς ἐκείνων.353ἔνθ’ἀναβάς, ὅθιτε δρίος ἦν πολυανθέος ὕλης,354κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες355φοίτων · ἀλλ’οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι356μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον357νηὸς ἔπι γλαφυρῆς · ἐμὲ δ’ἔκρυψαν θεοὶ αὐτοὶ358ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες359ἀνδρὸς ἐπισταμένου · ἔτι γάρ νύ μοι αἶσα βιῶναι.
τὸν δ’ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα ·
361390ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας362ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδ’ὅσ’ἀλήθης.363ἀλλὰ τά γ’οὐ κατὰ κόσμον ὀΐομαι, οὐ δέ με πείσεις364εἰπὼν ἀμφ’Ὀδυσῆϊ · τί σε χρὴ τοῖον ἐόντα365μαψιδίως ψεύδεσθαι; ἐγὼ δ’εὖ οἶδα καὶ αὐτὸς366νόστον ἐμοῖο ἄνακτος, ὅτ’ἤχθετο πᾶσι θεοῖσι367πάγχυ μάλ’, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν368ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.369τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,370ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατ’ὀπίσσω371νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.372αὐτὰρ ἐγὼ παρ’ὕεσσιν ἀπότροπος · οὐ δὲ πόλινδε373ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια374ἐλθέμεν ὀτρύνῃσιν, ὅτ’ἀγγελίη ποθὲν ἔλθῃ.375ἀλλ’οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,376ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,377ἠδ’οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες ·378ἀλλ’ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,379ἐξ οὗ δή μ’Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,380ὅς ῥ’ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,381ἦλθεν ἐμὰ πρὸς δώματ’· ἐγὼ δέ μιν ἀμφαγάπαζον.382φῆ δέ μιν ἐν Κρήτεσσι παρ’Ἰδομενῆϊ ἰδέσθαι383νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι ·384καὶ φάτ’ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,385πολλὰ χρήματ’ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.386καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,387μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε ·388οὐ γὰρ το- τοὔνεκ’ἐγώ σ’αἰδέσσομαι οὐ δὲ φιλήσω,389ἀλλὰ Δία ξένιον δείσας αὐτόντ’ἐλεαίρων.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
391401ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,392οἷόν σ’οὐ δ’ὀμόσας περ ἐπήγαγον οὐ δέ σε πείθω.393ἀλλ’ἄγε νῦν ῥήτρην ποιησόμεθ’· αὐτὰρ ὄπισθε394μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.395εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,396ἕσσας με χλαῖνάντε χιτῶνάτε εἵματα πέμψαι397Δουλίχιόνδ’ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ ·398εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,399δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,400ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.
τὸν δ’ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός ·
402409ξεῖν’, οὕτω γάρ κέν μοι ἐϋκλείητ’ἀρετήτε403εἴη ἐπ’ἀνθρώπους ἅματ’αὐτίκα καὶ μετέπειτα,404ὅς σ’ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,405αὖτις δὲ κτείναιμι φίλοντ’ἀπὸ θυμὸν ἑλοίμην ·406πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.407νῦν δ’ὥρη δόρποιο · τάχιστά μοι ἔνδον ἑταῖροι408εἶεν, ἵν’ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
410ἀγχίμολον δὲ σύεςτε καὶ ἀνέρες ἦλθον ὑφορβοί.
411τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,
412κλαγγὴ δ’ἄσπετος ὦρτο συῶν αὐλιζομενάων
413αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός ·
414418ἄξεθ’ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω415τηλεδαπῷ · πρὸς δ’αὐτοὶ ὀνησόμεθ’, οἵ περ ὀϊζὺν416δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκ’ἀργιοδόντων ·417ἄλλοι δ’ἡμέτερον κάματον νήποινον ἔδουσιν.
ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,
419οἱ δ’ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.
420τὸν μὲν ἔπειτ’ἔστησαν ἐπ’ἐσχάρῃ · οὐ δὲ συβώτης
421λήθετ’ἄρ’ἀθανάτων · φρεσὶ γὰρ κέχρητ’ἀγαθῇσιν ·
422ἀλλ’ὅγ’ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν
423ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν
424νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
425κόψε δ’ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων ·
426τὸν δ’ἔλιπε ψυχή. τοὶ δ’ἔσφαξάντε καὶ εὗσαν ·
427αἶψα δέ μιν διέχευαν · ὁ δ’ὠμοθετεῖτο συβώτης,
428πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,
429καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,
430μίστυλλόντ’ἄρα τα- τἆλλα καὶ ἀμφ’ὀβελοῖσιν ἔπειραν,
431ὤπτησάντε περιφραδέως ἐρύσαντότε πάντα,
432βάλλον δ’εἰν ἐλεοῖσιν ἀολλέα · ἂν δὲ συβώτης
433ἵστατο δαιτρεύσων · περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.
434καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων ·
435τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,
436θῆκεν ἐπευξάμενος, τὰς δ’ἄλλας νεῖμεν ἑκάστῳ ·
437νώτοισιν δ’Ὀδυσῆα διηνεκέεσσι γέραιρεν
438ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος ·
439καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς ·
440442αἴθ’οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο441ὡς ἐμοί, ὅττιτε τοῖον ἐόντ’ἀγαθοῖσι γεραίρεις.
τὸν δ’ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα ·
443446ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,444οἷα πάρεστι · θεὸς δὲ τὸ μὲν δώσει, τὸ δ’ἐάσει,445ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ · δύναται γὰρ ἅπαντα.
ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,
447σπείσας δ’αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ
448ἐν χείρεσσιν ἔθηκεν · ὁ δ’ἕζετο ᾗ παρὰ μοίρῃ.
449σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης
450αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,
451νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος ·
452πὰρ δ’ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.
453οἱ δ’ἐπ’ὀνείαθ’ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
454αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
455σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δ’ἐπὶ κοῖτον
456σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.
457νὺξ δ’ἄρ’ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δ’ἄρα Ζεὺς
458πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.
459τοῖς δ’Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
460εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τιν’ἑταίρων
461ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην ·
462507κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,463εὐξάμενός τι ἔπος ἐρέω · οἶνος γὰρ ἀνώγει464ἠλεός, ὅςτ’ἐφέηκε πολύφρονά περ μάλ’ἀεῖσαι465καίθ’ἁπαλὸν γελάσαι, καίτ’ὀρχήσασθαι ἀνῆκε,466καί τι ἔπος προέηκεν ὅ περτ’ἄρρητον ἄμεινον.467ἀλλ’ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.468εἴθ’ὣς ἡβώοιμι βίητέ μοι ἔμπεδος εἴη,469ὡς ὅθ’ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.470ἡγείσθην δ’Ὀδυσεύςτε καὶ Ἀτρεΐδης Μενέλαος,471τοῖσι δ’ἅμα τρίτος ἄρχον ἐγών · αὐτοὶ γὰρ ἄνωγον.472ἀλλ’ὅτε δή ῥ’ἱκόμεσθα ποτὶ πτόλιν αἰπύτε τεῖχος,473ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,474ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες475κείμεθα. νὺξ δ’ἄρ’ἐπῆλθε κακὴ Βορέαο πεσόντος,476πηγυλίς · αὐτὰρ ὕπερθε χιὼν γένετ’ἠΰτε πάχνη,477ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.478ἔνθ’ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,479εὗδον δ’εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους ·480αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον481ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,482ἀλλ’ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.483ἀλλ’ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δ’ἄστρα βεβήκει,484καὶ τότ’ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα485ἀγκῶνι νύξας · ὁ δ’ἄρ’ἐμμαπέως ὑπάκουσε ·490ὣς ἐφάμην, ὁ δ’ἔπειτα νόον σχέθε τόνδ’ἐνὶ θυμῷ,491οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι ·492φθεγξάμενος δ’ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε ·494ἦ καὶ ἐπ’ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέτε μῦθον ·499ὣς ἔφατ’, ὦρτο δ’ἔπειτα Θόας, Ἀνδραίμονος υἱός,500καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,501βῆ δὲ θέειν ἐπὶ νῆας · ἐγὼ δ’ἐνὶ εἵματι κείνου502κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.503ὣς νῦν ἡβώοιμι βίητέ μοι ἔμπεδος εἴη ·504δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,505ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος ·506νῦν δέ μ’ἀτιμάζουσι κακὰ χροῒ εἵματ’ἔχοντα.
τὸν δ’ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα ·
508518ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,509οὐ δέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες ·510τῷ οὔτ’ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,511ὧν ἐπέοιχ’ἱκέτην ταλαπείριον ἀντιάσαντα,512νῦν · ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.513οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοίτε χιτῶνες514ἐνθάδε ἕννυσθαι, μία δ’οἴη φωτὶ ἑκάστῳ.515αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,516αὐτός τοι χλαῖνάντε χιτῶνάτε εἵματα δώσει,517πέμψει δ’ὅππῃ σε κραδίη θυμόςτε κελεύει.
ὣς εἰπὼν ἀνόρουσε, τίθει δ’ἄρα οἱ πυρὸς ἐγγὺς
519εὐνήν, ἐν δ’ὀΐωντε καὶ αἰγῶν δέρματ’ἔβαλλεν.
520ἔνθ’Ὀδυσεὺς κατέλεκτ’· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ
521πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετ’ἀμοιβάς,
522ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.
523ὣς ὁ μὲν ἔνθ’Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρ’αὐτὸν
524ἄνδρες κοιμήσαντο νεηνίαι · οὐ δὲ συβώτῃ
525ἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι,
526ἀλλ’ὅ γ’ἄρ’ἔξω ἰὼν ὡπλίζετο · χαῖρε δ’Ὀδυσσεύς,
527ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.
528πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετ’ὤμοις,
529ἀμφὶ δὲ χλαῖναν ἑέσσατ’ἀλεξάνεμον, μάλα πυκνήν,
530ἂν δὲ νάκην ἕλετ’αἰγὸς ἐϋτρεφέος μεγάλοιο,
531εἵλετο δ’ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.
532βῆ δ’ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες
533πέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπ’ἰωγῇ.