Homer

Odyssey, Book 8 (Θ)

1
ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
2
ὤρνυτ’ἄρ’ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,
3
ἂν δ’ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.
4
τοῖσιν δ’ἡγεμόνευ’ἱερὸν μένος Ἀλκινόοιο
5
Φαιήκων ἀγορήνδ’, σφιν παρὰ νηυσὶ τέτυκτο.
6
ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι
7
πλησίον. δ’ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη
8
εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,
9
νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,
10
καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον ·
11
δεῦτ’ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
12
εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,
13
ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα
14
πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.
15
ὣς εἰποῦσ’ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
16
καρπαλίμως δ’ἔμπληντο βροτῶν ἀγοραίτε καὶ ἕδραι
17
ἀγρομένων · πολλοὶ δ’ἄρ’ἐθηήσαντο ἰδόντες
18
υἱὸν Λαέρταο δαΐφρονα · τῷ δ’ἄρ’Ἀθήνη
19
θεσπεσίην κατέχευε χάριν κεφαλῇτε καὶ ὤμοις
20
καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,
21
ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο
22
δεινόςτ’αἰδοῖόςτε καὶ ἐκτελέσειεν ἀέθλους
23
πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντ’Ὀδυσῆος.
24
αὐτὰρ ἐπεί ῥ’ἤγερθεν ὁμηγερέεςτ’ἐγένοντο,
25
τοῖσιν δ’Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε ·
26
κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
27
ὄφρ’εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
28
ξεῖνος ὅδ’, οὐκ οἶδ’ὅς τις, ἀλώμενος ἵκετ’ἐμὸν δῶ,
29
ἠὲ πρὸς ἠοίων ἑσπερίων ἀνθρώπων ·
30
πομπὴν δ’ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.
31
ἡμεῖς δ’, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.
32
οὐ δὲ γὰρ οὐ δέ τις ἄλλος, ὅτις κ’ἐμὰ δώμαθ’ἵκηται,
33
ἐνθάδ’ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.
34
ἀλλ’ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν
35
πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα
36
κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.
37
δησάμενοι δ’ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ
38
ἔκβητ’· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα
39
ἡμέτερόνδ’ἐλθόντες · ἐγὼ δ’ἐὺ πᾶσι παρέξω.
40
κούροισιν μὲν ταῦτ’ἐπιτέλλομαι · αὐτὰρ οἱ ἄλλοι
41
σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ
42
ἔρχεσθ’, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,
43
μη δέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν
44
Δημόδοκον · τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν
45
τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.
46
ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ’ἅμ’ἕποντο
47
σκηπτοῦχοι · κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.
48
κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα
49
βήτην, ὡς ἐκέλευσ’, ἐπὶ θῖν’ἁλὸς ἀτρυγέτοιο.
50
αὐτὰρ ἐπεί ῥ’ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
51
νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,
52
ἐν δ’ἱστόντ’ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
53
ἠρτύναντο δ’ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,
54
πάντα κατὰ μοῖραν, ἀνάθ’ἱστία λευκὰ πέτασσαν.
55
ὑψοῦ δ’ἐν νοτίῳ τήν γ’ὥρμισαν · αὐτὰρ ἔπειτα
56
βάν ῥ’ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.
57
πλῆντο δ’ἄρ’αἴθουσαίτε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν
58
ἀγρομένων · πολλοὶ δ’ἄρ’ἔσαν, νέοι ἠδὲ παλαιοί.
59
τοῖσιν δ’Ἀλκίνοος δυοκαίδεκα μῆλ’ἱέρευσεν,
60
ὀκτὼ δ’ἀργιόδοντας ὕας, δύο δ’εἰλίποδας βοῦς ·
61
τοὺς δέρον ἀμφίθ’ἕπον, τετύκοντότε δαῖτ’ἐρατεινήν.
62
κῆρυξ δ’ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
63
τὸν πέρι μοῦσ’ἐφίλησε, δίδου δ’ἀγαθόντε κακόντε ·
64
ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ’ἡδεῖαν ἀοιδήν.
65
τῷ δ’ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον
66
μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας ·
67
κὰδ δ’ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν
68
αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι
69
κῆρυξ · πὰρ δ’ἐτίθει κάνεον καλήντε τράπεζαν,
70
πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.
71
οἱ δ’ἐπ’ὀνείαθ’ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
72
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
73
μοῦσ’ἄρ’ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,
74
οἴμης τῆς τότ’ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,
75
νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,
76
ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ
77
ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δ’ἀνδρῶν Ἀγαμέμνων
78
χαῖρε νόῳ, τ’ἄριστοι Ἀχαιῶν δηριόωντο.
79
ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων
80
Πυθοῖ ἐν ἠγαθέῃ, ὅθ’ὑπέρβη λάινον οὐδὸν
81
χρησόμενος · τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
82
Τρωσίτε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.
83
ταῦτ’ἄρ’ἀοιδὸς ἄειδε περικλυτός · αὐτὰρ Ὀδυσσεὺς
84
πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
85
κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα ·
86
αἴδετο γὰρ Φαίηκας ὑπ’ὀφρύσι δάκρυα λείβων.
87
τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,
88
δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε
89
καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν ·
90
αὐτὰρ ὅτ’ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν
91
Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντ’ἐπέεσσιν,
92
ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
93
ἔνθ’ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
94
Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατ’ἠδ’ἐνόησεν
95
ἥμενος ἄγχ’αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
96
αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα ·
97
κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
98
ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης
99
φόρμιγγόςθ’, δαιτὶ συνήορός ἐστι θαλείῃ ·
100
νῦν δ’ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν
101
πάντων, ὥς χ’ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
102
οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθ’ἄλλων
103
πύξτε παλαιμοσύνῃτε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.
104
ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ’ἅμ’ἕποντο.
105
κὰδ δ’ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,
106
Δημοδόκου δ’ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο
107
κῆρυξ · ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι
108
Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.
109
βὰν δ’ἴμεν εἰς ἀγορήν, ἅμα δ’ἕσπετο πουλὺς ὅμιλος,
110
μυρίοι · ἂν δ’ἵσταντο νέοι πολλοίτε καὶ ἐσθλοί.
111
ὦρτο μὲν Ἀκρόνεώςτε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,
112
Ναυτεύςτε Πρυμνεύςτε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,
113
Ποντεύςτε Πρωρεύςτε, Θόων Ἀναβησίνεώςτε
114
Ἀμφίαλόςθ’, υἱὸς Πολυνήου Τεκτονίδαο ·
115
ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,
116
Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδόςτε δέμαςτε
117
πάντων Φαιήκων μετ’ἀμύμονα Λαοδάμαντα.
118
ἂν δ’ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,
119
Λαοδάμαςθ’Ἅλιόςτε καὶ ἀντίθεος Κλυτόνηος.
120
οἱ δ’ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.
121
τοῖσι δ’ἀπὸ νύσσης τέτατο δρόμος · οἱ δ’ἅμα πάντες
122
καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο ·
123
τῶν δὲ θέειν ὄχ’ἄριστος ἔην Κλυτόνηος ἀμύμων ·
124
ὅσσοντ’ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,
125
τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθ’, οἱ δ’ἐλίποντο.
126
οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο ·
127
τῇ δ’αὖτ’Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
128
ἅλματι δ’Ἀμφίαλος πάντων προφερέστατος ἦεν ·
129
δίσκῳ δ’αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,
130
πὺξ δ’αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.
131
αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρέν’ἀέθλοις,
132
τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο ·
133
δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τιν’ἄεθλον
134
οἶδέτε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,
135
μηρούςτε κνήμαςτε καὶ ἄμφω χεῖρας ὕπερθεν
136
αὐχένατε στιβαρὸν μέγατε σθένος · οὐ δέ τι ἥβης
137
δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν ·
138
οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
139
ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.
140
τὸν δ’αὖτ’Εὐρύαλος ἀπαμείβετο φώνησέντε ·
141
Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
142
αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.
143
αὐτὰρ ἐπεὶ τό γ’ἄκουσ’ἀγαθὸς πάϊς Ἀλκινόοιο,
144
στῆ ῥ’ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε ·
145
δεῦρ’ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,
146
εἴ τινά που δεδάηκας · ἔοικε δέ σ’ἴδμεν ἀέθλους ·
147
οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κ’ἔῃσιν,
148
τι ποσσίντε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.
149
ἀλλ’ἄγε πείρησαι, σκέδασον δ’ἀπὸ κήδεα θυμοῦ.
150
σοὶ δ’ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη
151
νηῦςτε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.
152
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
153
Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;
154
κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν περ ἄεθλοι,
155
ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
156
νῦν δὲ μεθ’ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
157
ἧμαι, λισσόμενος βασιλῆάτε πάντατε δῆμον.
158
τὸν δ’αὖτ’Εὐρύαλος ἀπαμείβετο νείκεσέτ’ἄντην ·
159
οὐ γάρ σ’οὐ δέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω
160
ἄθλων, οἷάτε πολλὰ μετ’ἀνθρώποισι πέλονται,
161
ἀλλὰ τῷ, ὅςθ’ἅμα νηὶ πολυκλήιδι θαμίζων,
162
ἀρχὸς ναυτάων οἵτε πρηκτῆρες ἔασιν,
163
φόρτουτε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
164
κερδέωνθ’ἁρπαλέων · οὐ δ’ἀθλητῆρι ἔοικας.
165
τὸν δ’ἄρ’ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς ·
166
ξεῖν’, οὐ καλὸν ἔειπες · ἀτασθάλῳ ἀνδρὶ ἔοικας.
167
οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν
168
ἀνδράσιν, οὔτε φυὴν οὔτ’ἂρ φρένας οὔτ’ἀγορητύν.
169
ἄλλος μὲν γάρτ’εἶδος ἀκιδνότερος πέλει ἀνήρ,
170
ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέτ’ἐς αὐτὸν
171
τερπόμενοι λεύσσουσιν · δ’ἀσφαλέως ἀγορεύει
172
αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,
173
ἐρχόμενον δ’ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
174
ἄλλος δ’αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,
175
ἀλλ’οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,
176
ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐ δέ κεν ἄλλως
177
οὐ δὲ θεὸς τεύξειε, νόον δ’ἀποφώλιός ἐσσι.
178
ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν
179
εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δ’οὐ νῆις ἀέθλων,
180
ὡς σύ γε μυθεῖαι, ἀλλ’ἐν πρώτοισιν ὀίω
181
ἔμμεναι, ὄφρ’ἥβῃτε πεποίθεα χερσίτ’ἐμῇσι.
182
νῦν δ’ἔχομαι κακότητι καὶ ἄλγεσι · πολλὰ γὰρ ἔτλην
183
ἀνδρῶντε πτολέμους ἀλεγεινάτε κύματα πείρων.
184
ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομ’ἀέθλων ·
185
θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.
186
ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον
187
μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ
188
οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
189
τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,
190
βόμβησεν δὲ λίθος · κατὰ δ’ἔπτηξαν ποτὶ γαίῃ
191
Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,
192
λᾶος ὑπὸ ῥιπῆς · δ’ὑπέρπτατο σήματα πάντων
193
ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματ’Ἀθήνη
194
ἀνδρὶ δέμας ἐικυῖα, ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζεν ·
195
καί κ’ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα
196
ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,
197
ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γ’ἄεθλον ·
198
οὔ τις Φαιήκων τόδε γ’ἵξεται, οὐ δ’ὑπερήσει.
199
ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
200
χαὶρων, οὕνεχ’ἑταῖρον ἐνηέα λεῦσσ’ἐν ἀγῶνι.
201
καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν ·
202
τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δ’ὕστερον ἄλλον
203
ἥσειν τοσσοῦτον ὀίομαι ἔτι μᾶσσον.
204
τῶν δ’ἄλλων ὅτινα κραδίη θυμόςτε κελεύει,
205
δεῦρ’ἄγε πειρηθήτω, ἐπεί μ’ἐχολώσατε λίην,
206
πὺξ ἠὲ πάλῃ καὶ ποσίν, οὔ τι μεγαίρω,
207
πάντων Φαιήκων, πλήν γ’αὐτοῦ Λαοδάμαντος.
208
ξεῖνος γάρ μοι ὅδ’ἐστί · τίς ἂν φιλέοντι μάχοιτο;
209
ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
210
ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων
211
δήμῳ ἐν ἀλλοδαπῷ · ἕο δ’αὐτοῦ πάντα κολούει.
212
τῶν δ’ἄλλων οὔ πέρ τιν’ἀναίνομαι οὐ δ’ἀθερίζω,
213
ἀλλ’ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
214
πάντα γὰρ οὐ κακός εἰμι, μετ’ἀνδράσιν ὅσσοι ἄεθλοι ·
215
εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι ·
216
πρῶτός κ’ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
217
ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
218
ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
219
οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
220
δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθ’Ἀχαιοί.
221
τῶν δ’ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,
222
ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
223
ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
224
οὔθ’Ἡρακλῆι οὔτ’Εὐρύτῳ Οιχαλιῆι,
225
οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.
226
τῷ ῥα καὶ αἶψ’ἔθανεν μέγας Εὔρυτος, οὐ δ’ἐπὶ γῆρας
227
ἵκετ’ἐνὶ μεγάροισι · χολωσάμενος γὰρ Ἀπόλλων
228
ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
229
δουρὶ δ’ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
230
οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ
231
Φαιήκων · λίην γὰρ ἀεικελίως ἐδαμάσθην
232
κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
233
ἦεν ἐπηετανός · τῷ μοι φίλα γυῖα λέλυνται.
234
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
235
Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν ·
236
ξεῖν’, ἐπεὶ οὐκ ἀχάριστα μεθ’ἡμῖν ταῦτ’ἀγορεύεις,
237
ἀλλ’ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, τοι ὀπηδεῖ,
238
χωόμενος ὅτι σ’οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
239
νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,
240
ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν ·
241
ἀλλ’ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ
242
εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι
243
δαινύῃ παρὰ σῇτ’ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,
244
ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν
245
Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.
246
οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐ δὲ παλαισταί,
247
ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,
248
αἰεὶ δ’ἡμῖν δαίςτε φίλη κίθαριςτε χοροίτε
249
εἵματάτ’ἐξημοιβὰ λοετράτε θερμὰ καὶ εὐναί.
250
ἀλλ’ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
251
παίσατε, ὥς χ’ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
252
οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθ’ἄλλων
253
ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.
254
Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν
255
οἰσέτω, που κεῖται ἐν ἡμετέροισι δόμοισιν.
256
ὣς ἔφατ’Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ
257
οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.
258
αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν
259
δήμιοι, οἳ κατ’ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,
260
λείηναν δὲ χορόν, καλὸν δ’εὔρυναν ἀγῶνα.
261
κῆρυξ δ’ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν
262
Δημοδόκῳ · δ’ἔπειτα κί’ἐς μέσον · ἀμφὶ δὲ κοῦροι
263
πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,
264
πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς
265
μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.
266
αὐτὰρ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν
267
ἀμφ’Ἄρεος φιλότητος εὐστεφάνουτ’Ἀφροδίτης,
268
ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι
269
λάθρῃ, πολλὰ δ’ἔδωκε, λέχος δ’ᾔσχυνε καὶ εὐνὴν
270
Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν
271
Ἥλιος, σφ’ἐνόησε μιγαζομένους φιλότητι.
272
Ἥφαιστος δ’ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,
273
βῆ ῥ’ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,
274
ἐν δ’ἔθετ’ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
275
ἀρρήκτους ἀλύτους, ὄφρ’ἔμπεδον αὖθι μένοιεν.
276
αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,
277
βῆ ῥ’ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνι’ἔκειτο,
278
ἀμφὶ δ’ἄρ’ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ ·
279
πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
280
ἠύτ’ἀράχνια λεπτά, τά γ’οὔ κέ τις οὐ δὲ ἴδοιτο,
281
οὐ δὲ θεῶν μακάρων · πέρι γὰρ δολόεντα τέτυκτο.
282
αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
283
εἴσατ’ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,
284
οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
285
οὐ δ’ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,
286
ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα ·
287
βῆ δ’ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο
288
ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.
289
δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
290
ἐρχομένη κατ’ἄρ’ἕζεθ’· δ’εἴσω δώματος ᾔει,
291
ἔντ’ἄρα οἱ φῦ χειρί, ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζε ·
292
δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες ·
293
οὐ γὰρ ἔθ’Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη
294
οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.
295
ὣς φάτο, τῇ δ’ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
296
τὼ δ’ἐς δέμνια βάντε κατέδραθον · ἀμφὶ δὲ δεσμοὶ
297
τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,
298
οὐ δέ τι κινῆσαι μελέων ἦν οὐ δ’ἀναεῖραι.
299
καὶ τότε δὴ γίγνωσκον, ὅτ’οὐκέτι φυκτὰ πέλοντο.
300
ἀγχίμολον δέ σφ’ἦλθε περικλυτὸς ἀμφιγυήεις,
301
αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι ·
302
Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέτε μῦθον.
303
βῆ δ’ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ ·
304
ἔστη δ’ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει ·
305
σμερδαλέον δ’ἐβόησε, γέγωνέτε πᾶσι θεοῖσιν ·
306
Ζεῦ πάτερ ἠδ’ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
307
δεῦθ’, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
308
ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
309
αἰὲν ἀτιμάζει, φιλέει δ’ἀίδηλον Ἄρηα,
310
οὕνεχ’ μὲν καλόςτε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε
311
ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
312
ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
313
ἀλλ’ὄψεσθ’, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι
314
εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δ’ὁρόων ἀκάχημαι.
315
οὐ μέν σφεας ἔτ’ἔολπα μίνυνθά γε κειέμεν οὕτως
316
καὶ μάλα περ φιλέοντε · τάχ’οὐκ ἐθελήσετον ἄμφω
317
εὕδειν · ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
318
εἰς κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
319
ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
320
οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.
321
ὣς ἔφαθ’, οἱ δ’ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ ·
322
ἦλθε Ποσειδάων γαιήοχος, ἦλθ’ἐριούνης
323
Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.
324
θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
325
ἔσταν δ’ἐν προθύροισι θεοί, δωτῆρες ἑάων ·
326
ἄσβεστος δ’ἄρ’ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
327
τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.
328
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον ·
329
οὐκ ἀρετᾷ κακὰ ἔργα · κιχάνει τοι βραδὺς ὠκύν,
330
ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα
331
ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
332
χωλὸς ἐὼν τέχνῃσι · τὸ καὶ μοιχάγρι’ὀφέλλει.
333
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ·
334
Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων ·
335
Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,
336
ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς
337
εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;
338
τὸν δ’ἠμείβετ’ἔπειτα διάκτορος ἀργεϊφόντης ·
339
αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλ’Ἄπολλον ·
340
δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,
341
ὑμεῖς δ’εἰσορόῳτε θεοὶ πᾶσαίτε θέαιναι,
342
αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.
343
ὣς ἔφατ’, ἐν δὲ γέλως ὦρτ’ἀθανάτοισι θεοῖσιν.
344
οὐ δὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δ’αἰεὶ
345
Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.
346
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
347
λῦσον · ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
348
τίσειν αἴσιμα πάντα μετ’ἀθανάτοισι θεοῖσιν.
349
τὸν δ’αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις ·
350
μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε ·
351
δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
352
πῶς ἂν ἐγώ σε δέοιμι μετ’ἀθανάτοισι θεοῖσιν,
353
εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;
354
τὸν δ’αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων ·
355
Ἥφαιστ’, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
356
οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.
357
τὸν δ’ἠμείβετ’ἔπειτα περικλυτὸς ἀμφιγυήεις ·
358
οὐκ ἔστ’οὐ δὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.
359
ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.
360
τὼ δ’ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,
361
αὐτίκ’ἀναΐξαντε μὲν Θρῄκηνδε βεβήκει,
362
δ’ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,
363
ἐς Πάφον · ἔνθα δέ οἱ τέμενος βωμόςτε θυήεις.
364
ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
365
ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
366
ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.
367
ταῦτ’ἄρ’ἀοιδὸς ἄειδε περικλυτός · αὐτὰρ Ὀδυσσεὺς
368
τέρπετ’ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
369
Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
370
Ἀλκίνοος δ’Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν
371
μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.
372
οἱ δ’ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
373
πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
374
τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
375
ἰδνωθεὶς ὀπίσω, δ’ἀπὸ χθονὸς ὑψόσ’ἀερθεὶς
376
ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.
377
αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀν’ἰθὺν πειρήσαντο,
378
ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
379
ταρφέ’ἀμειβομένω · κοῦροι δ’ἐπελήκεον ἄλλοι
380
ἑστεῶτες κατ’ἀγῶνα, πολὺς δ’ὑπὸ κόμπος ὀρώρει.
381
δὴ τότ’ἄρ’Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς ·
382
Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
383
ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,
384
ἠδ’ἄρ’ἑτοῖμα τέτυκτο · σέβας μ’ἔχει εἰσορόωντα.
385
ὣς φάτο, γήθησεν δ’ἱερὸν μένος Ἀλκινόοιο,
386
αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα ·
387
κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
388
ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.
389
ἀλλ’ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.
390
δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες
391
ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δ’ἐγὼ αὐτός ·
392
τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα
393
καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.
394
αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρ’ἐνὶ χερσὶν
395
ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.
396
Εὐρύαλος δέ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι
397
καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.
398
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ἐπῄνεον ἠδ’ἐκέλευον,
399
δῶρα δ’ἄρ’οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
400
τὸν δ’αὖτ’Εὐρύαλος ἀπαμείβετο φώνησέντε ·
401
Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
402
τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.
403
δώσω οἱ τόδ’ἄορ παγχάλκεον, ἔπι κώπη
404
ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
405
ἀμφιδεδίνηται · πολέος δέ οἱ ἄξιον ἔσται.
406
ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον
407
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
408
χαῖρε, πάτερ ξεῖνε · ἔπος δ’εἴ πέρ τι βέβακται
409
δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.
410
σοὶ δὲ θεοὶ ἄλοχόντ’ἰδέειν καὶ πατρίδ’ἱκέσθαι
411
δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.
412
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
413
καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
414
μη δέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
415
τούτου, δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.
416
ῥα καὶ ἀμφ’ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
417
δύσετότ’ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.
418
καὶ τά γ’ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί ·
419
δεξάμενοι δ’ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο
420
μητρὶ παρ’αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.
421
τοῖσιν δ’ἡγεμόνευ’ἱερὸν μένος Ἀλκινόοιο,
422
ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.
423
δή ῥα τότ’Ἀρήτην προσέφη μένος Ἀλκινόοιο ·
424
δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέ’, τις ἀρίστη ·
425
ἐν δ’αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα.
426
ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δ’ὕδωρ,
427
ὄφρα λοεσσάμενόςτε ἰδώντ’ἐὺ κείμενα πάντα
428
δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδ’ἔνεικαν,
429
δαιτίτε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.
430
καί οἱ ἐγὼ τόδ’ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,
431
χρύσεον, ὄφρ’ἐμέθεν μεμνημένος ἤματα πάντα
432
σπένδῃ ἐνὶ μεγάρῳ Διίτ’ἄλλοισίντε θεοῖσιν.
433
ὣς ἔφατ’, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν
434
ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.
435
αἱ δὲ λοετροχόον τρίποδ’ἵστασαν ἐν πυρὶ κηλέῳ,
436
ἔν δ’ἄρ’ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.
437
γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δ’ὕδωρ ·
438
τόφρα δ’ἄρ’Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν
439
ἐξέφερεν θαλάμοιο, τίθει δ’ἐνὶ κάλλιμα δῶρα,
440
ἐσθῆτα χρυσόντε, τά οἱ Φαίηκες ἔδωκαν ·
441
ἐν δ’αὐτὴ φᾶρος θῆκεν καλόντε χιτῶνα,
442
καί μιν φωνήσασ’ἔπεα πτερόεντα προσηύδα ·
443
αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δ’ἐπὶ δεσμὸν ἴηλον,
444
μή τίς τοι καθ’ὁδὸν δηλήσεται, ὁππότ’ἂν αὖτε
445
εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.
446
αὐτὰρ ἐπεὶ τό γ’ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,
447
αὐτίκ’ἐπήρτυε πῶμα, θοῶς δ’ἐπὶ δεσμὸν ἴηλεν
448
ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη ·
449
αὐτόδιον δ’ἄρα μιν ταμίη λούσασθαι ἀνώγει
450
ἔς ῥ’ἀσάμινθον βάνθ’· δ’ἄρ ἀσπασίως ἴδε θυμῷ
451
θερμὰ λοέτρ’, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,
452
ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.
453
τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.
454
τὸν δ’ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
455
ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,
456
ἔκ ῥ’ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας
457
ἤιε · Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα
458
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
459
θαύμαζεν δ’Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα,
460
καί μιν φωνήσασ’ἔπεα πτερόεντα προσηύδα ·
461
χαῖρε, ξεῖν’, ἵνα καί ποτ’ἐὼν ἐν πατρίδι γαίῃ
462
μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγρι’ὀφέλλεις.
463
τὴν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
464
Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,
465
οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,
466
οἴκαδέτ’ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι ·
467
τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην
468
αἰεὶ ἤματα πάντα · σὺ γάρ μ’ἐβιώσαο, κούρη.
469
ῥα καὶ ἐς θρόνον ἷζε παρ’Ἀλκίνοον βασιλῆα ·
470
οἱ δ’ἤδη μοίραςτ’ἔνεμον κερόωντότε οἶνον.
471
κῆρυξ δ’ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
472
Δημόδοκον λαοῖσι τετιμένον · εἷσε δ’ἄρ’αὐτὸν
473
μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.
474
δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,
475
νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,
476
ἀργιόδοντος ὑός, θαλερὴ δ’ἦν ἀμφὶς ἀλοιφή ·
477
κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν,
478
Δημοδόκῳ · καί μιν προσπτύξομαι ἀχνύμενός περ ·
479
πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
480
τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκ’ἄρα σφέας
481
οἴμας μοῦσ’ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.
482
ὣς ἄρ’ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν
483
ἥρῳ Δημοδόκῳ · δ’ἐδέξατο, χαῖρε δὲ θυμῷ.
484
οἱ δ’ἐπ’ὀνείαθ’ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
485
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
486
δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς ·
487
Δημόδοκ’, ἔξοχα δή σε βροτῶν αἰνίζομ’ἁπάντων.
488
σέ γε μοῦσ’ἐδίδαξε, Διὸς πάϊς, σέ γ’Ἀπόλλων ·
489
λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,
490
ὅσσ’ἔρξαντ’ἔπαθόντε καὶ ὅσσ’ἐμόγησαν Ἀχαιοί,
491
ὥςτέ που αὐτὸς παρεὼν ἄλλου ἀκούσας.
492
ἀλλ’ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον
493
δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,
494
ὅν ποτ’ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς
495
ἀνδρῶν ἐμπλήσας οἵ ῥ’Ἴλιον ἐξαλάπαξαν.
496
αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,
497
αὐτίκ’ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,
498
ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.
499
ὣς φάθ’, δ’ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δ’ἀοιδήν,
500
ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν
501
βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,
502
Ἀργεῖοι, τοὶ δ’ἤδη ἀγακλυτὸν ἀμφ’Ὀδυσῆα
503
ἥατ’ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ ·
504
αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.
505
ὣς μὲν ἑστήκει, τοὶ δ’ἄκριτα πόλλ’ἀγόρευον
506
ἥμενοι ἀμφ’αὐτόν · τρίχα δέ σφισιν ἥνδανε βουλή,
507
ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,
508
κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπ’ἄκρης,
509
ἐάαν μέγ’ἄγαλμα θεῶν θελκτήριον εἶναι,
510
τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν ·
511
αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ
512
δουράτεον μέγαν ἵππον, ὅθ’ἥατο πάντες ἄριστοι
513
Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
514
ἤειδεν δ’ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν
515
ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.
516
ἄλλον δ’ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,
517
αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο
518
βήμεναι, ἠύτ’Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.
519
κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα
520
νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.
521
ταῦτ’ἄρ’ἀοιδὸς ἄειδε περικλυτός · αὐτὰρ Ὀδυσσεὺς
522
τήκετο, δάκρυ δ’ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.
523
ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,
524
ὅςτε ἑῆς πρόσθεν πόλιος λαῶντε πέσῃσιν,
525
ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ ·
526
μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα
527
ἀμφ’αὐτῷ χυμένη λίγα κωκύει · οἱ δέτ’ὄπισθε
528
κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους
529
εἴρερον εἰσανάγουσι, πόνοντ’ἐχέμεν καὶ ὀιζύν ·
530
τῆς δ’ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί ·
531
ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπ’ὀφρύσι δάκρυον εἶβεν.
532
ἔνθ’ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
533
Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατ’ἠδ’ἐνόησεν,
534
ἥμενος ἄγχ’αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
535
αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα ·
536
κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
537
Δημόδοκος δ’ἤδη σχεθέτω φόρμιγγα λίγειαν ·
538
οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδ’ἀείδει.
539
ἐξ οὗ δορπέομέντε καὶ ὤρορε θεῖος ἀοιδός,
540
ἐκ τοῦ δ’οὔ πω παύσατ’ὀιζυροῖο γόοιο
541
ξεῖνος · μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.
542
ἀλλ’ἄγ’ μὲν σχεθέτω, ἵν’ὁμῶς τερπώμεθα πάντες,
543
ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως ·
544
εἵνεκα γὰρ ξείνοιο τάδ’αἰδοίοιο τέτυκται,
545
πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.
546
ἀντὶ κασιγνήτου ξεῖνόςθ’ἱκέτηςτε τέτυκται
547
ἀνέρι, ὅςτ’ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.
548
τῷ νῦν μη δὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν
549
ὅττι κέ σ’εἴρωμαι · φάσθαι δέ σε κάλλιόν ἐστιν.
550
εἴπ’ὄνομ’ὅττι σε κεῖθι κάλεον μήτηρτε πατήρτε
551
ἄλλοιθ’οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.
552
οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστ’ἀνθρώπων,
553
οὐ κακὸς οὐ δὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,
554
ἀλλ’ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.
555
εἰπὲ δέ μοι γαῖάντε · τεὴν δῆμόντε πόλιντε,
556
ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες ·
557
οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,
558
οὐ δέ τι πηδάλι’ἔστι, τάτ’ἄλλαι νῆες ἔχουσιν ·
559
ἀλλ’αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,
560
καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς
561
ἀνθρώπων, καὶ λαῖτμα τάχισθ’ἁλὸς ἐκπερόωσιν
562
ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι · οὐ δέ ποτέ σφιν
563
οὔτε τι πημανθῆναι ἔπι δέος οὔτ’ἀπολέσθαι.
564
ἀλλὰ τόδ’ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα
565
Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάων’ἀγάσασθαι
566
ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
567
φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα
568
ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ
569
ῥαισέμεναι, μέγα δ’ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
570
ὣς ἀγόρευ’ γέρων · τὰ δέ κεν θεὸς τελέσειεν
571
κ’ἀτέλεστ’εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ ·
572
ἀλλ’ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
573
ὅππῃ ἀπεπλάγχθηςτε καὶ ἅς τινας ἵκεο χώρας
574
ἀνθρώπων, αὐτούςτε πόλιάςτ’ἐὺ ναιετοώσας,
575
ἠμὲν ὅσοι χαλεποίτε καὶ ἄγριοι οὐ δὲ δίκαιοι,
576
οἵτε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
577
εἰπὲ δ’ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ
578
Ἀργείων Δαναῶν ἠδ’Ἰλίου οἶτον ἀκούων.
579
τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δ’ὄλεθρον
580
ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.
581
τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ
582
ἐσθλὸς ἐών, γαμβρὸς πενθερός, οἵτε μάλιστα
583
κήδιστοι τελέθουσι μεθ’αἷμάτε καὶ γένος αὐτῶν;
584
τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,
585
ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων
586
γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.