Odyssey, Book 1 (Α)
ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
2πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν ·
3πολλῶν δ’ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
4πολλὰ δ’ὅ γ’ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,
5ἀρνύμενος ἥντε ψυχὴν καὶ νόστον ἑταίρων.
6ἀλλ’οὐ δ’ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ ·
7αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,
8νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο
9ἤσθιον · αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.
10τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.
11ἔνθ’ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον,
12οἴκοι ἔσαν, πόλεμόντε πεφευγότες ἠδὲ θάλασσαν ·
13τὸν δ’οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς
14νύμφη πότνι’ἔρυκε Καλυψὼ δῖα θεάων
15ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.
16ἀλλ’ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,
17τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι
18εἰς Ἰθάκην, οὐ δ’ἔνθα πεφυγμένος ἦεν ἀέθλων
19καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δ’ἐλέαιρον ἅπαντες
20νόσφι Ποσειδάωνος · ὁ δ’ἀσπερχὲς μενέαινεν
21ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.
22ἀλλ’ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ’ἐόντας,
23Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,
24οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δ’ἀνιόντος,
25ἀντιόων ταύρωντε καὶ ἀρνειῶν ἑκατόμβης.
26ἔνθ’ὅ γ’ἐτέρπετο δαιτὶ παρήμενος · οἱ δὲ δὴ ἄλλοι
27Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν.
28τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶντε θεῶντε ·
29μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,
30τόν ῥ’Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκταν’Ὀρέστης ·
31τοῦ ὅ γ’ἐπιμνησθεὶς ἔπε’ἀθανάτοισι μετηύδα ·
3244ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται ·33ἐξ ἡμέων γάρ φασι κάκ’ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ34σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ἔχουσιν,35ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο36γῆμ’ἄλοχον μνηστήν, τὸν δ’ἔκτανε νοστήσαντα,37εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,38Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην,39μήτ’αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν ·40ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,41ὁππότ’ἂν ἡβήσῃτε καὶ ἧς ἱμείρεται αἴης.42ὣς ἔφαθ’Ἑρμείας, ἀλλ’οὐ φρένας Αἰγίσθοιο43πεῖθ’ἀγαθὰ φρονέων · νῦν δ’ἁθρόα πάντ’ἀπέτισεν.
τὸν δ’ἠμείβετ’ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη ·
4563ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,46καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ ·47ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι ·48ἀλλά μοι ἀμφ’Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ,49δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει50νήσῳ ἐν ἀμφιρύτῃ, ὅθιτ’ὀμφαλός ἐστι θαλάσσης.51νῆσος δενδρήεσσα, θεὰ δ’ἐν δώματα ναίει,52Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅςτε θαλάσσης53πάσης βένθεα οἶδεν, ἔχει δέτε κίονας αὐτὸς54μακράς, αἳ γαῖάντε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.55τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,56αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν57θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται · αὐτὰρ Ὀδυσσεύς,58ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι59ἧς γαίης, θανέειν ἱμείρεται. οὐ δέ νυ σοί περ60ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύτ’Ὀδυσσεὺς61Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων62Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;
τὴν δ’ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
6480τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.65πῶς ἂν ἔπειτ’Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,66ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δ’ἱρὰ θεοῖσιν67ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;68ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ69Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν,70ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον71πᾶσιν Κυκλώπεσσι · Θόωσα δέ μιν τέκε νύμφη,72Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος,73ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.74ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων75οὔ τι κατακτείνει, πλάζει δ’ἀπὸ πατρίδος αἴης.76ἀλλ’ἄγεθ’, ἡμεῖς οἵδε περιφραζώμεθα πάντες77νόστον, ὅπως ἔλθῃσι · Ποσειδάων δὲ μεθήσει78ὃν χόλον · οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων79ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.
τὸν δ’ἠμείβετ’ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη ·
8196ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,82εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν,83νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,84Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην85νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα86νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,87νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται ·88αὐτὰρ ἐγὼν Ἰθάκηνδ’ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν89μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,90εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς91πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵτέ οἱ αἰεὶ92μῆλ’ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.93πέμψω δ’ἐς Σπάρτηντε καὶ ἐς Πύλον ἠμαθόεντα94νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,95ἠδ’ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.
ὣς εἰποῦσ’ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
97ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ’ὑγρὴν
98ἠδ’ἐπ’ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο ·
99εἵλετο δ’ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ,
100βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
101ἡρώων, τοῖσίντε κοτέσσεται ὀβριμοπάτρη.
102βῆ δὲ κατ’Οὐλύμποιο καρήνων ἀίξασα,
103στῆ δ’Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,
104οὐδοῦ ἐπ’αὐλείου · παλάμῃ δ’ἔχε χάλκεον ἔγχος,
105εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ.
106εὗρε δ’ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα
107πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον
108ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί ·
109κήρυκες δ’αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες
110οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,
111οἱ δ’αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας
112νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.
113τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,
114ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,
115ὀσσόμενος πατέρ’ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν
116μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,
117τιμὴν δ’αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.
118τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδ’Ἀθήνην.
119βῆ δ’ἰθὺς προθύροιο, νεμεσσήθη δ’ἐνὶ θυμῷ
120ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν · ἐγγύθι δὲ στὰς
121χεῖρ’ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,
122καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
123125χαῖρε, ξεῖνε, παρ’ἄμμι φιλήσεαι · αὐτὰρ ἔπειτα124δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.
ὣς εἰπὼν ἡγεῖθ’, ἡ δ’ἕσπετο Παλλὰς Ἀθήνη.
126οἱ δ’ὅτε δή ῥ’ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,
127ἔγχος μέν ῥ’ἔστησε φέρων πρὸς κίονα μακρὴν
128δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα
129ἔγχε’Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,
130αὐτὴν δ’ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας,
131καλὸν δαιδάλεον · ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
132πὰρ δ’αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων
133μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ
134δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών,
135ἠδ’ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.
136χέρνιβα δ’ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
137καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
138νίψασθαι · παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
139σῖτον δ’αἰδοίη ταμίη παρέθηκε φέρουσα,
140εἴδατα πόλλ’ἐπιθεῖσα, χαριζομένη παρεόντων ·
141δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
142παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα ·
143κῆρυξ δ’αὐτοῖσιν θάμ’ἐπῴχετο οἰνοχοεύων.
144ἐς δ’ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα
145ἑξείης ἕζοντο κατὰ κλισμούςτε θρόνουςτε,
146τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
147σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισιν,
148κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
149οἱ δ’ἐπ’ὀνείαθ’ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
150αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
151μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,
152μολπήτ’ὀρχηστύςτε · τὰ γάρτ’ἀναθήματα δαιτός ·
153κῆρυξ δ’ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν
154Φημίῳ, ὅς ῥ’ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.
155ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.
156αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,
157ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ’οἱ ἄλλοι ·
158178ξεῖνε φίλ’, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;159τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,160ῥεῖ’, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,161ἀνέρος, οὗ δή που λεύκ’ὀστέα πύθεται ὄμβρῳ162κείμεν’ἐπ’ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.163εἰ κεῖνόν γ’Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,164πάντες κ’ἀρησαίατ’ἐλαφρότεροι πόδας εἶναι165ἢ ἀφνειότεροι χρυσοῖότε ἐσθῆτόςτε.166νῦν δ’ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐ δέ τις ἡμῖν167θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων168φῇσιν ἐλεύσεσθαι · τοῦ δ’ὤλετο νόστιμον ἦμαρ.169ἀλλ’ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον ·170τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;171ὁπποίηςτ’ἐπὶ νηὸς ἀφίκεο · πῶς δέ σε ναῦται172ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;173οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνθάδ’ἱκέσθαι.174καί μοι τοῦτ’ἀγόρευσον ἐτήτυμον, ὄφρ’ἐὺ εἰδῶ,175ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι176ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ177ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.
τὸν δ’αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη ·
179213τοιγὰρ ἐγώ τοι ταῦτα μάλ’ἀτρεκέως ἀγορεύσω.180Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι181υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.182νῦν δ’ὧδε ξὺν νηὶ κατήλυθον ἠδ’ἑτάροισιν183πλέων ἐπὶ οἴνοπα πόντον ἐπ’ἀλλοθρόους ἀνθρώπους,184ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δ’αἴθωνα σίδηρον.185νηῦς δέ μοι ἥδ’ἕστηκεν ἐπ’ἀγροῦ νόσφι πόληος,186ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι.187ξεῖνοι δ’ἀλλήλων πατρώιοι εὐχόμεθ’εἶναι188ἐξ ἀρχῆς, εἴ πέρτε γέροντ’εἴρηαι ἐπελθὼν189Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε190ἔρχεσθ’, ἀλλ’ἀπάνευθεν ἐπ’ἀγροῦ πήματα πάσχειν191γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίντε πόσιντε192παρτιθεῖ, εὖτ’ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν193ἑρπύζοντ’ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.194νῦν δ’ἦλθον · δὴ γάρ μιν ἔφαντ’ἐπιδήμιον εἶναι,195σὸν πατέρ’· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.196οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,197ἀλλ’ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ198νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν199ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσ’ἀέκοντα.200αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ201ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω,202οὔτε τι μάντις ἐὼν οὔτ’οἰωνῶν σάφα εἰδώς.203οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης204ἔσσεται, οὐ δ’εἴ πέρτε σιδήρεα δέσματ’ἔχῃσιν ·205φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.206ἀλλ’ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,207εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἶς Ὀδυσῆος.208αἰνῶς μὲν κεφαλήντε καὶ ὄμματα καλὰ ἔοικας209κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθ’ἀλλήλοισιν,210πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι211Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν ·212ἐκ τοῦ δ’οὔτ’Ὀδυσῆα ἐγὼν ἴδον οὔτ’ἔμ’ἐκεῖνος.
τὴν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
214221τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ’ἀτρεκέως ἀγορεύσω.215μήτηρ μέντέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε216οὐκ οἶδ’· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.217ὡς δὴ ἐγώ γ’ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς218ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.219νῦν δ’ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,220τοῦ μ’ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτ’ἐρεείνεις.
τὸν δ’αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη ·
222230οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω223θῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.224ἀλλ’ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον ·225τίς δαίς, τίς δὲ ὅμιλος ὅδ’ἔπλετο; τίπτε δέ σε χρεώ;226εἰλαπίνη ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γ’ἐστίν ·227ὥςτέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι228δαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ229αἴσχεα πόλλ’ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.
τὴν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
231252ξεῖν’, ἐπεὶ ἂρ δὴ ταῦτά μ’ἀνείρεαι ἠδὲ μεταλλᾷς,232μέλλεν μέν ποτε οἶκος ὅδ’ἀφνειὸς καὶ ἀμύμων233ἔμμεναι, ὄφρ’ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν ·234νῦν δ’ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,235οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων236ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδ’ἀκαχοίμην,237εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,238ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.239τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,240ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατ’ὀπίσσω.241νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο ·242οἴχετ’ἄιστος ἄπυστος, ἐμοὶ δ’ὀδύναςτε γόουςτε243κάλλιπεν. οὐ δέ τι κεῖνον ὀδυρόμενος στεναχίζω244οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδε’ἔτευξαν.245ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,246Δουλιχίῳτε Σάμῃτε καὶ ὑλήεντι Ζακύνθῳ,247ἠδ’ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,248τόσσοι μητέρ’ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.249ἡ δ’οὔτ’ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν250ποιῆσαι δύναται · τοὶ δὲ φθινύθουσιν ἔδοντες251οἶκον ἐμόν · τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
τὸν δ’ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη ·
253306ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος254δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.255εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι256σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,257τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτ’ἐνόησα258οἴκῳ ἐν ἡμετέρῳ πίνοντάτε τερπόμενόντε,259ἐξ Ἐφύρης ἀνιόντα παρ’Ἴλου Μερμερίδαο —260ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς261φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη262ἰοὺς χρίεσθαι χαλκήρεας · ἀλλ’ὁ μὲν οὔ οἱ263δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,264ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός · φιλέεσκε γὰρ αἰνῶς —265τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς ·266πάντες κ’ὠκύμοροίτε γενοίατο πικρόγαμοίτε.267ἀλλ’ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,268ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,269οἷσιν ἐνὶ μεγάροισι · σὲ δὲ φράζεσθαι ἄνωγα,270ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.271εἰ δ’ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων ·272αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς273μῦθον πέφραδε πᾶσι, θεοὶ δ’ἐπὶ μάρτυροι ἔστων.274μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,275μητέρα δ’, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,276ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο ·277οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα278πολλὰ μάλ’, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.279σοὶ δ’αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι ·280νῆ’ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,281ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,282ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς283ἐκ Διός, ἥτε μάλιστα φέρει κλέος ἀνθρώποισι.284πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,285κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον ·286ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.287εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,288ἦτ’ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν ·289εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μη δ’ἔτ’ἐόντος,290νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν291σῆμάτέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι292πολλὰ μάλ’, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.293αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃςτε καὶ ἔρξῃς,294φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν295ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι296κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν · οὐ δέ τί σε χρὴ297νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.298ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης299πάντας ἐπ’ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,300Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;301καὶ σύ, φίλος, μάλα γάρ σ’ὁρόω καλόντε μέγαντε,302ἄλκιμος ἔσσ’, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.303αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη304ἠδ’ἑτάρους, οἵ πού με μάλ’ἀσχαλόωσι μένοντες ·305σοὶ δ’αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.
τὴν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
307314ξεῖν’, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,308ὥςτε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.309ἀλλ’ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο,310ὄφρα λοεσσάμενόςτε τεταρπόμενόςτε φίλον κῆρ,311δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,312τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται313ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.
τὸν δ’ἠμείβετ’ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη ·
315319μή μ’ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.316δῶρον δ’ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ,317αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,318καὶ μάλα καλὸν ἑλών · σοὶ δ’ἄξιον ἔσται ἀμοιβῆς.
ἡ μὲν ἄρ’ὣς εἰποῦσ’ἀπέβη γλαυκῶπις Ἀθήνη,
320ὄρνις δ’ὣς ἀνόπαια διέπτατο · τῷ δ’ἐνὶ θυμῷ
321θῆκε μένος καὶ θάρσος, ὑπέμνησέντέ ἑ πατρὸς
322μᾶλλον ἔτ’ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας
323θάμβησεν κατὰ θυμόν · ὀίσατο γὰρ θεὸν εἶναι.
324αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.
325τοῖσι δ’ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ
326ἥατ’ἀκούοντες · ὁ δ’Ἀχαιῶν νόστον ἄειδε
327λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.
328τοῦ δ’ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν
329κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια ·
330κλίμακα δ’ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,
331οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ’ἕποντο.
332ἡ δ’ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
333στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
334ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα ·
335ἀμφίπολος δ’ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
336δακρύσασα δ’ἔπειτα προσηύδα θεῖον ἀοιδόν ·
337345Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας,338ἔργ’ἀνδρῶντε θεῶντε, τάτε κλείουσιν ἀοιδοί ·339τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ340οἶνον πινόντων · ταύτης δ’ἀποπαύε’ἀοιδῆς341λυγρῆς, ἥτέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ342τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.343τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί,344ἀνδρός, τοῦ κλέος εὐρὺ καθ’Ἑλλάδα καὶ μέσον Ἄργος.
τὴν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
346360μῆτερ ἐμή, τίτ’ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν347τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύτ’ἀοιδοὶ348αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅςτε δίδωσιν349ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ.350τούτῳ δ’οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν ·351τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ’ἄνθρωποι,352ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.353σοὶ δ’ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν ·354οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ355ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.356ἀλλ’εἰς οἶκον ἰοῦσα τὰ σ’αὐτῆς ἔργα κόμιζε,357ἱστόντ’ἠλακάτηντε, καὶ ἀμφιπόλοισι κέλευε358ἔργον ἐποίχεσθαι · μῦθος δ’ἄνδρεσσι μελήσει359πᾶσι, μάλιστα δ’ἐμοί · τοῦ γὰρ κράτος ἔστ’ἐνὶ οἴκῳ.
ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει ·
361παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
362ἐς δ’ὑπερῷ’ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
363κλαῖεν ἔπειτ’Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον
364ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
365μνηστῆρες δ’ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
366πάντες δ’ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
367τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων ·
368381μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες,369νῦν μὲν δαινύμενοι τερπώμεθα, μη δὲ βοητὺς370ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ371τοιοῦδ’οἷος ὅδ’ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.372ἠῶθεν δ’ἀγορήνδε καθεζώμεσθα κιόντες373πάντες, ἵν’ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω,374ἐξιέναι μεγάρων · ἄλλας δ’ἀλεγύνετε δαῖτας,375ὑμὰ κτήματ’ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.376εἰ δ’ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον377ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,378κείρετ’· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,379αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι ·380νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
382Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.
383τὸν δ’αὖτ’Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός ·
384388Τηλέμαχ’, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ385ὑψαγόρηντ’ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν ·386μὴ σέ γ’ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων387ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
389399Ἀντίνο’, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;390καί κεν τοῦτ’ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.391ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;392οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν · αἶψάτέ οἱ δῶ393ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.394ἀλλ’ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι395πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί,396τῶν κέν τις τόδ’ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς ·397αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομ’ἡμετέροιο398καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς.
τὸν δ’αὖτ’Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα ·
400412Τηλέμαχ’, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται,401ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν ·402κτήματα δ’αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις.403μὴ γὰρ ὅ γ’ἔλθοι ἀνὴρ ὅς τίς σ’ἀέκοντα βίηφιν404κτήματ’ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης.405ἀλλ’ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι,406ὁππόθεν οὗτος ἀνήρ, ποίης δ’ἐξ εὔχεται εἶναι407γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.408ἠέ τιν’ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,409ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδ’ἱκάνει;410οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐ δ’ὑπέμεινε411γνώμεναι · οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.
τὸν δ’αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
413420Εὐρύμαχ’, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο ·414οὔτ’οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,415οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ416ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.417ξεῖνος δ’οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν,418Μέντης δ’Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι419υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.
ὣς φάτο Τηλέμαχος, φρεσὶ δ’ἀθανάτην θεὸν ἔγνω.
421οἱ δ’εἰς ὀρχηστύντε καὶ ἱμερόεσσαν ἀοιδὴν
422τρεψάμενοι τέρποντο, μένον δ’ἐπὶ ἕσπερον ἐλθεῖν.
423τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε ·
424δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.
425Τηλέμαχος δ’, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς
426ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ,
427ἔνθ’ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.
428τῷ δ’ἄρ’ἅμ’αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα
429Εὐρύκλει’, Ὦπος θυγάτηρ Πεισηνορίδαο,
430τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν
431πρωθήβην ἔτ’ἐοῦσαν, ἐεικοσάβοια δ’ἔδωκεν,
432ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,
433εὐνῇ δ’οὔ ποτ’ἔμικτο, χόλον δ’ἀλέεινε γυναικός ·
434ἥ οἱ ἅμ’αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα
435δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.
436ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,
437ἕζετο δ’ἐν λέκτρῳ, μαλακὸν δ’ἔκδυνε χιτῶνα ·
438καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.
439ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,
440πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι
441βῆ ῥ’ἴμεν ἐκ θαλάμοιο, θύρην δ’ἐπέρυσσε κορώνῃ
442ἀργυρέῃ, ἐπὶ δὲ κληῖδ’ἐτάνυσσεν ἱμάντι.
443ἔνθ’ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,
444βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδ’Ἀθήνη.