Odyssey, Book 12 (Μ)
1115αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο2νηῦς, ἀπὸ δ’ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο3νῆσόντ’Αἰαίην, ὅθιτ’Ἠοῦς ἠριγενείης4οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο,5νῆα μὲν ἔνθ’ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,6ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης ·7ἔνθα δ’ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.8ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,9δὴ τότ’ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης10οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα.11φιτροὺς δ’αἶψα ταμόντες, ὅθ’ἀκροτάτη πρόεχ’ἀκτή,12θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.13αὐτὰρ ἐπεὶ νεκρόςτ’ἐκάη καὶ τεύχεα νεκροῦ,14τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες15πήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν.16ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν · οὐ δ’ἄρα Κίρκην17ἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλ’ὦκα18ἦλθ’ἐντυναμένη · ἅμα δ’ἀμφίπολοι φέρον αὐτῇ19σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.20ἡ δ’ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων ·28ὣς ἔφαθ’, ἡμῖν δ’αὖτ’ἐπεπείθετο θυμὸς ἀγήνωρ.29ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα30ἥμεθα δαινύμενοι κρέατ’ἄσπετα καὶ μέθυ ἡδύ ·31ἦμος δ’ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,32οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,33ἡ δ’ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων34εἷσέτε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα ·35αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.36καὶ τότε δή μ’ἐπέεσσι προσηύδα πότνια Κίρκη ·111ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·112εἰ δ’ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,113εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,114τὴν δέ κ’ἀμυναίμην, ὅτε μοι σίνοιτό γ’ἑταίρους.
ὣς ἐφάμην, ἡ δ’αὐτίκ’ἀμείβετο δῖα θεάων ·
116142σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε117καὶ πόνος · οὐ δὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;118ἡ δέ τοι οὐ θνητή, ἀλλ’ἀθάνατον κακόν ἐστι,119δεινόντ’ἀργαλέοντε καὶ ἄγριον οὐ δὲ μαχητόν ·120οὐ δέ τις ἔστ’ἀλκή · φυγέειν κάρτιστον ἀπ’αὐτῆς.121ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,122δείδω, μή σ’ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι123τόσσῃσιν κεφαλῇσι, τόσους δ’ἐκ φῶτας ἕληται.124ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,125μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν ·126ἥ μιν ἔπειτ’ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.127Θρινακίην δ’ἐς νῆσον ἀφίξεαι · ἔνθα δὲ πολλαὶ128βόσκοντ’Ἠελίοιο βόες καὶ ἴφια μῆλα,129ἑπτὰ βοῶν ἀγέλαι, τόσα δ’οἰῶν πώεα καλά,130πεντήκοντα δ’ἕκαστα. γόνος δ’οὐ γίγνεται αὐτῶν,131οὐ δέ ποτε φθινύθουσι. θεαὶ δ’ἐπιποιμένες εἰσίν,132νύμφαι ἐυπλόκαμοι, Φαέθουσάτε Λαμπετίητε,133ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.134τὰς μὲν ἄρα θρέψασα τεκοῦσάτε πότνια μήτηρ135Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,136μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.137τὰς εἰ μέν κ’ἀσινέας ἐάᾳς νόστουτε μέδηαι,138ἦτ’ἂν ἔτ’εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε ·139εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ’ὄλεθρον,140νηίτε καὶ ἑτάροις · αὐτὸς δ’εἴ πέρ κεν ἀλύξῃς,141ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.
ὣς ἔφατ’, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
143ἡ μὲν ἔπειτ’ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων ·
144αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους
145αὐτούςτ’ἀμβαίνειν ἀνάτε πρυμνήσια λῦσαι ·
146οἱ δ’αἶψ’εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
147ἑξῆς δ’ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
148ἡμῖν δ’αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
149ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
150Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
151αὐτίκα δ’ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
152ἥμεθα · τὴν δ’ἄνεμόςτε κυβερνήτηςτ’ἴθυνε.
153δὴ τότ’ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ ·
154165ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐ δὲ δύ’οἴους155θέσφαθ’ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων ·156ἀλλ’ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν157ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.158Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων159φθόγγον ἀλεύασθαι καὶ λειμῶν’ἀνθεμόεντα.160οἶον ἔμ’ἠνώγει ὄπ’ἀκουέμεν · ἀλλά με δεσμῷ161δήσατ’ἐν ἀργαλέῳ, ὄφρ’ἔμπεδον αὐτόθι μίμνω,162ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ’αὐτοῦ πείρατ’ἀνήφθω.163εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαίτε κελεύω,164ὑμεῖς δὲ πλεόνεσσι τότ’ἐν δεσμοῖσι πιέζειν.
ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον ·
166τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς
167νῆσον Σειρήνοιιν · ἔπειγε γὰρ οὖρος ἀπήμων.
168αὐτίκ’ἔπειτ’ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
169ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.
170ἀνστάντες δ’ἕταροι νεὸς ἱστία μηρύσαντο
171καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δ’ἐπ’ἐρετμὰ
172ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.
173αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ
174τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον ·
175αἶψα δ’ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς
176Ἠελίουτ’αὐγὴ Ὑπεριονίδαο ἄνακτος ·
177ἑξείης δ’ἑτάροισιν ἐπ’οὔατα πᾶσιν ἄλειψα.
178οἱ δ’ἐν νηί μ’ἔδησαν ὁμοῦ χεῖράςτε πόδαςτε
179ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ’αὐτοῦ πείρατ’ἀνῆπτον ·
180αὐτοὶ δ’ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
181ἀλλ’ὅτε τόσσον ἀπῆμεν ὅσοντε γέγωνε βοήσας,
182ῥίμφα διώκοντες, τὰς δ’οὐ λάθεν ὠκύαλος νηῦς
183ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δ’ἔντυνον ἀοιδήν ·
184192δεῦρ’ἄγ’ἰών, πολύαιν’Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,185νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς.186οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,187πρίν γ’ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπ’ἀκοῦσαι,188ἀλλ’ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.189ἴδμεν γάρ τοι πάνθ’ὅσ’ἐνὶ Τροίῃ εὐρείῃ190Ἀργεῖοι Τρῶέςτε θεῶν ἰότητι μόγησαν,191ἴδμεν δ’, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.
ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον · αὐτὰρ ἐμὸν κῆρ
193ἤθελ’ἀκουέμεναι, λῦσαίτ’ἐκέλευον ἑταίρους
194ὀφρύσι νευστάζων · οἱ δὲ προπεσόντες ἔρεσσον.
195αὐτίκα δ’ἀνστάντες Περιμήδης Εὐρύλοχόςτε
196πλείοσί μ’ἐν δεσμοῖσι δέον μᾶλλόντε πίεζον.
197αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐ δ’ἔτ’ἔπειτα
198φθογγῆς Σειρήνων ἠκούομεν οὐ δέτ’ἀοιδῆς,
199αἶψ’ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,
200ὅν σφιν ἐπ’ὠσὶν ἄλειψ’, ἐμέτ’ἐκ δεσμῶν ἀνέλυσαν.
201ἀλλ’ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκ’ἔπειτα
202καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.
203τῶν δ’ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατ’ἐρετμά,
204βόμβησαν δ’ἄρα πάντα κατὰ ῥόον · ἔσχετο δ’αὐτοῦ
205νηῦς, ἐπεὶ οὐκέτ’ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.
206αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους
207μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον ·
208222ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν ·209οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ210εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν ·211ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇτε νόῳτε,212ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.213νῦν δ’ἄγεθ’, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.214ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν215τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς216δώῃ τόνδε γ’ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι ·217σοὶ δέ, κυβερνῆθ’, ὧδ’ἐπιτέλλομαι · ἀλλ’ἐνὶ θυμῷ218βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς.219τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε220νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι221κεῖσ’ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.
ὣς ἐφάμην, οἱ δ’ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
223Σκύλλην δ’οὐκέτ’ἐμυθεόμην, ἄπρηκτον ἀνίην,
224μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι
225εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.
226καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς
227λανθανόμην, ἐπεὶ οὔ τί μ’ἀνώγει θωρήσσεσθαι ·
228αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε
229μάκρ’ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον
230πρῴρης · ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι
231Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμ’ἑτάροισιν.
232οὐ δέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε
233πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.
234ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες ·
235ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις
236δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.
237ἦ τοι ὅτ’ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ
238πᾶσ’ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δ’ἄχνη
239ἄκροισι σκοπέλοισιν ἐπ’ἀμφοτέροισιν ἔπιπτεν ·
240ἀλλ’ὅτ’ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,
241πᾶσ’ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη
242δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε
243ψάμμῳ κυανέη · τοὺς δὲ χλωρὸν δέος ᾕρει.
244ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον ·
245τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους
246ἓξ ἕλεθ’, οἳ χερσίντε βίηφίτε φέρτατοι ἦσαν.
247σκεψάμενος δ’ἐς νῆα θοὴν ἅμα καὶ μεθ’ἑταίρους
248ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν
249ὑψόσ’ἀειρομένων · ἐμὲ δὲ φθέγγοντο καλεῦντες
250ἐξονομακλήδην, τότε γ’ὕστατον, ἀχνύμενοι κῆρ.
251ὡς δ’ὅτ’ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ
252ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων
253ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,
254ἀσπαίροντα δ’ἔπειτα λαβὼν ἔρριψε θύραζε,
255ὣς οἵ γ’ἀσπαίροντες ἀείροντο προτὶ πέτρας ·
256αὐτοῦ δ’εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας
257χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι ·
258οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι
259πάντων, ὅσσ’ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.
260αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήντε Χάρυβδιν
261Σκύλληντ’, αὐτίκ’ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον
262ἱκόμεθ’· ἔνθα δ’ἔσαν καλαὶ βόες εὐρυμέτωποι,
263πολλὰ δὲ ἴφια μῆλ’Ὑπερίονος Ἠελίοιο.
264δὴ τότ’ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ
265μυκηθμοῦτ’ἤκουσα βοῶν αὐλιζομενάων
266οἰῶντε βληχήν · καί μοι ἔπος ἔμπεσε θυμῷ
267μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,
268Κίρκηςτ’Αἰαίης, ἥ μοι μάλα πόλλ’ἐπέτελλε
269νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.
270δὴ τότ’ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ ·
271277κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι,272ὄφρ’ὑμῖν εἴπω μαντήια Τειρεσίαο273Κίρκηςτ’Αἰαίης, ἥ μοι μάλα πόλλ’ἐπέτελλε274νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο ·275ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.276ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.
ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.
278αὐτίκα δ’Εὐρύλοχος στυγερῷ μ’ἠμείβετο μύθῳ ·
279294σχέτλιός εἰς, Ὀδυσεῦ · περί τοι μένος, οὐ δέ τι γυῖα280κάμνεις · ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,281ὅς ῥ’ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ282οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε283νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,284ἀλλ’αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας285νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ.286ἐκ νυκτῶν δ’ἄνεμοι χαλεποί, δηλήματα νηῶν,287γίγνονται · πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,288ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,289ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵτε μάλιστα290νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων.291ἀλλ’ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ292δόρπονθ’ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες,293ἠῶθεν δ’ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.
ὣς ἔφατ’Εὐρύλοχος, ἐπὶ δ’ᾔνεον ἄλλοι ἑταῖροι.
295καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων,
296καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων ·
297303Εὐρύλοχ’, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.298ἀλλ’ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον ·299εἴ κέ τιν’ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγ’οἰῶν300εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν301ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ · ἀλλὰ ἕκηλοι302ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.
ὣς ἐφάμην, οἱ δ’αὐτίκ’ἀπώμνυον, ὡς ἐκέλευον.
304αὐτὰρ ἐπεί ῥ’ὄμοσάντε τελεύτησάντε τὸν ὅρκον,
305στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα
306ἄγχ’ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι
307νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.
308αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
309μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,
310οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα ·
311κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.
312ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δ’ἄστρα βεβήκει,
313ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς
314λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
315γαῖαν ὁμοῦ καὶ πόντον · ὀρώρει δ’οὐρανόθεν νύξ.
316ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
317νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.
318ἔνθα δ’ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι ·
319καὶ τότ’ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον ·
320324ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίςτε πόσιςτε321ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν ·322δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,323Ἠελίου, ὃς πάντ’ἐφορᾷ καὶ πάντ’ἐπακούει.
ὣς ἐφάμην, τοῖσιν δ’ἐπεπείθετο θυμὸς ἀγήνωρ.
325μῆνα δὲ πάντ’ἄλληκτος ἄη Νότος, οὐ δέ τις ἄλλος
326γίγνετ’ἔπειτ’ἀνέμων εἰ μὴ Εὖρόςτε Νότοςτε.
327οἱ δ’ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,
328τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.
329ἀλλ’ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,
330καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,
331ἰχθῦς ὄρνιθάςτε, φίλας ὅ τι χεῖρας ἵκοιτο,
332γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός ·
333δὴ τότ’ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν
334εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.
335ἀλλ’ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,
336χεῖρας νιψάμενος, ὅθ’ἐπὶ σκέπας ἦν ἀνέμοιο,
337ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν ·
338οἱ δ’ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.
339Εὐρύλοχος δ’ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς ·
340κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.341πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,342λιμῷ δ’οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.343ἀλλ’ἄγετ’, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας344ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.345εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,346αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν347τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.348εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων349νῆ’ἐθέλῃ ὀλέσαι, ἐπὶ δ’ἕσπωνται θεοὶ ἄλλοι,350βούλομ’ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,351ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.
352ὣς ἔφατ’Εὐρύλοχος, ἐπὶ δ’ᾔνεον ἄλλοι ἑταῖροι.353αὐτίκα δ’Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας354ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο355βοσκέσκονθ’ἕλικες καλαὶ βόες εὐρυμέτωποι ·356τὰς δὲ περίστησάντε καὶ εὐχετόωντο θεοῖσιν,357φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο ·358οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.359αὐτὰρ ἐπεί ῥ’εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,360μηρούςτ’ἐξέταμον κατάτε κνίσῃ ἐκάλυψαν361δίπτυχα ποιήσαντες, ἐπ’αὐτῶν δ’ὠμοθέτησαν.362οὐ δ’εἶχον μέθυ λεῖψαι ἐπ’αἰθομένοις ἱεροῖσιν,363ἀλλ’ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.364αὐτὰρ ἐπεὶ κατὰ μῆρ’ἐκάη καὶ σπλάγχνα πάσαντο,365μίστυλλόντ’ἄρα τα- τἆλλα καὶ ἀμφ’ὀβελοῖσιν ἔπειραν.366καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,367βῆν δ’ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.368ἀλλ’ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,369καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.370οἰμώξας δὲ θεοῖσι μέγ’ἀθανάτοισι γεγώνευν ·374ὠκέα δ’Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε375Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.376αὐτίκα δ’ἀθανάτοισι μετηύδα χωόμενος κῆρ ·384τὸν δ’ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·389ταῦτα δ’ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο ·390ἡ δ’ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.391αὐτὰρ ἐπεί ῥ’ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,392νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐ δέ τι μῆχος393εὑρέμεναι δυνάμεσθα, βόες δ’ἀποτέθνασαν ἤδη.394τοῖσιν δ’αὐτίκ’ἔπειτα θεοὶ τέραα προύφαινον ·395εἷρπον μὲν ῥινοί, κρέα δ’ἀμφ’ὀβελοῖσι μεμύκει,396ὀπταλέατε καὶ ὠμά, βοῶν δ’ὣς γίγνετο φωνή.397ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι398δαίνυντ’Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας ·399ἀλλ’ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,400καὶ τότ’ἔπειτ’ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,401ἡμεῖς δ’αἶψ’ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ,402ἱστὸν στησάμενοι ἀνάθ’ἱστία λεύκ’ἐρύσαντες.403ἀλλ’ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐ δέ τις ἄλλη404φαίνετο γαιάων, ἀλλ’οὐρανὸς ἠδὲ θάλασσα,405δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων406νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπ’αὐτῆς.407ἡ δ’ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον · αἶψα γὰρ ἦλθε408κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων,409ἱστοῦ δὲ προτόνους ἔρρηξ’ἀνέμοιο θύελλα410ἀμφοτέρους · ἱστὸς δ’ὀπίσω πέσεν, ὅπλατε πάντα411εἰς ἄντλον κατέχυνθ’. ὁ δ’ἄρα πρυμνῇ ἐνὶ νηὶ412πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δ’ὀστέ’ἄραξε413πάντ’ἄμυδις κεφαλῆς · ὁ δ’ἄρ’ἀρνευτῆρι ἐοικὼς414κάππεσ’ἀπ’ἰκριόφιν, λίπε δ’ὀστέα θυμὸς ἀγήνωρ.415Ζεὺς δ’ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν ·416ἡ δ’ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,417ἐν δὲ θεείου πλῆτο, πέσον δ’ἐκ νηὸς ἑταῖροι.418οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν419κύμασιν ἐμφορέοντο, θεὸς δ’ἀποαίνυτο νόστον.420αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρ’ἀπὸ τοίχους421λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,422ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπ’αὐτῷ423ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς ·424τῷ ῥ’ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,425ἑζόμενος δ’ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.426ἔνθ’ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων,427ἦλθε δ’ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,428ὄφρ’ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.429παννύχιος φερόμην, ἅμα δ’ἠελίῳ ἀνιόντι430ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήντε Χάρυβδιν.431ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ ·432αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσ’ἀερθείς,433τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐ δέ πῃ εἶχον434οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτ’ἐπιβῆναι ·435ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δ’ἔσαν ὄζοι,436μακροίτε μεγάλοιτε, κατεσκίαον δὲ Χάρυβδιν.437νωλεμέως δ’ἐχόμην, ὄφρ’ἐξεμέσειεν ὀπίσσω438ἱστὸν καὶ τρόπιν αὖτις · ἐελδομένῳ δέ μοι ἦλθον439ὄψ’· ἦμος δ’ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη440κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,441τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.442ἧκα δ’ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,443μέσσῳ δ’ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,444ἑζόμενος δ’ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.445Σκύλλην δ’οὐκέτ’ἔασε πατὴρ ἀνδρῶντε θεῶντε446εἰσιδέειν · οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.447ἔνθεν δ’ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ448νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ449ναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,450ἥ μ’ἐφίλειτ’ἐκόμειτε. τί τοι τάδε μυθολογεύω;451ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ452σοίτε καὶ ἰφθίμῃ ἀλόχῳ · ἐχθρὸν δέ μοί ἐστιν453αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.