Odyssey, Book 13 (Ν)
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
2κηληθμῷ δ’ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
3τὸν δ’αὖτ’Ἀλκίνοος ἀπαμείβετο φώνησέντε ·
416ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,5ὑψερεφές, τῷ σ’οὔ τι παλιμπλαγχθέντα γ’ὀΐω6ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.7ὑμέων δ’ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,8ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον9αἰεὶ πίνετ’ἐμοῖσιν, ἀκουάζεσθε δ’ἀοιδοῦ.10εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ11κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλατε πάντα12δῶρ’, ὅσα Φαιήκων βουληφόροι ἐνθάδ’ἔνεικαν ·13ἀλλ’ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα14ἀνδρακάς · ἡμεῖς δ’αὖτε ἀγειρόμενοι κατὰ δῆμον15τισόμεθ’· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.
ὣς ἔφατ’Ἀλκίνοος, τοῖσιν δ’ἐπιὴνδανε μῦθος.
17οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
18ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
19νῆάδ’ἐπεσσεύοντο, φέρον δ’εὐήνορα χαλκόν.
20καὶ τὰ μὲν εὖ κατέθηχ’ἱερὸν μένος Ἀλκινόοιο,
21αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τιν’ἑταίρων
22βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατ’ἐρετμοῖς.
23οἱ δ’εἰς Ἀλκινόοιο κίον καὶ δαῖτ’ἀλέγυνον.
24τοῖσι δὲ βοῦν ἱέρευσ’ἱερὸν μένος Ἀλκινόοιο
25Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.
26μῆρα δὲ κήαντες δαίνυντ’ἐρικυδέα δαῖτα
27τερπόμενοι · μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,
28Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς
29πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,
30δῦναι ἐπειγόμενος · δὴ γὰρ μενέαινε νέεσθαι.
31ὡς δ’ὅτ’ἀνὴρ δόρποιο λιλαίεται, ᾧτε πανῆμαρ
32νειὸν ἀν’ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον ·
33ἀσπασίως δ’ἄρα τῷ κατέδυ φάος ἠελίοιο
34δόρπον ἐποίχεσθαι, βλάβεται δέτε γούνατ’ἰόντι ·
35ὣς Ὀδυσῆ’ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.
36αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,
37Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον ·
3847Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,39πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δ’αὐτοί ·40ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,41πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες42ὄλβια ποιήσειαν · ἀμύμονα δ’οἴκοι ἄκοιτιν43νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.44ὑμεῖς δ’αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας45κουριδίας καὶ τέκνα · θεοὶ δ’ἀρετὴν ὀπάσειαν46παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ἐπῄνεον ἠδ’ἐκέλευον
48πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
49καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο ·
5053Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον51πᾶσιν ἀνὰ μέγαρον, ὄφρ’εὐξάμενοι Διὶ πατρὶ52τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.
ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
54νώμησεν δ’ἄρα πᾶσιν ἐπισταδόν · οἱ δὲ θεοῖσιν
55ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
56αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δ’ἵστατο δῖος Ὀδυσσεύς,
57Ἀρήτῃ δ’ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,
58καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
5963χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας60ἔλθῃ καὶ θάνατος, τάτ’ἐπ’ἀνθρώποισι πέλονται.61αὐτὰρ ἐγὼ νέομαι · σὺ δὲ τέρπεο τῷδ’ἐνὶ οἴκῳ62παισίτε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.
ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,
64τῷ δ’ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,
65ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης ·
66Ἀρήτη δ’ἄρα οἱ δμῳὰς ἅμ’ἔπεμπε γυναῖκας,
67τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,
68τὴν δ’ἑτέρην χηλὸν πυκινὴν ἅμ’ὄπασσε κομίζειν ·
69ἡ δ’ἄλλη σῖτόντ’ἔφερεν καὶ οἶνον ἐρυθρόν.
70αὐτὰρ ἐπεί ῥ’ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
71αἶψα τά γ’ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ
72δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν ·
73κὰδ δ’ἄρ’Ὀδυσσῆϊ στόρεσαν ῥῆγόςτε λίνοντε
74νηὸς ἐπ’ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,
75πρυμνῆς · ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο
76σιγῇ · τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι
77κόσμῳ, πεῖσμα δ’ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.
78εὖθ’οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,
79καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,
80νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.
81ἡ δ’, ὥςτ’ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,
82πάντες ἅμ’ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,
83ὑψόσ’ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,
84ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δ’ὄπισθε
85πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.
86ἡ δὲ μάλ’ἀσφαλέως θέεν ἔμπεδον · οὐ δέ κεν ἴρηξ
87κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.
88ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματ’ἔταμνεν,
89ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδε’ἔχοντα ·
90ὃς πρὶν μὲν μάλα πολλὰ πάθ’ἄλγεα ὃν κατὰ θυμὸν
91ἀνδρῶντε πτολέμους ἀλεγεινάτε κύματα πείρων,
92δὴ τότε γ’ἀτρέμας εὗδε, λελασμένος ὅσσ’ἐπεπόνθει.
93εὖτ’ἀστὴρ ὑπερέσχε φαάντατος, ὅςτε μάλιστα
94ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,
95τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.
96Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,
97ἐν δήμῳ Ἰθάκης · δύο δὲ προβλῆτες ἐν αὐτῷ
98ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,
99αἵτ’ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα
100ἔκτοθεν · ἔντοσθεν δέτ’ἄνευ δεσμοῖο μένουσι
101νῆες ἐΰσσελμοι, ὅτ’ἂν ὅρμου μέτρον ἵκωνται.
102αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,
103ἀγχόθι δ’αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
104ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.
105ἐν δὲ κρητῆρέςτε καὶ ἀμφιφορῆες ἔασιν
106λάϊνοι · ἔνθα δ’ἔπειτα τιθαιβώσσουσι μέλισσαι.
107ἐν δ’ἱστοὶ λίθεοι περιμήκεες, ἔνθατε νύμφαι
108φάρε’ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι ·
109ἐν δ’ὕδατ’ἀενάοντα. δύω δέτέ οἱ θύραι εἰσίν,
110αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,
111αἱ δ’αὖ πρὸς Νότου εἰσὶ θεώτεραι · οὐ δέ τι κείνῃ
112ἄνδρες ἐσέρχονται, ἀλλ’ἀθανάτων ὁδός ἐστιν.
113ἔνθ’οἵ γ’εἰσέλασαν, πρὶν εἰδότες · ἡ μὲν ἔπειτα
114ἠπείρῳ ἐπέκελσεν, ὅσοντ’ἐπὶ ἥμισυ πάσης,
115σπερχομένη · τοῖον γὰρ ἐπείγετο χέρσ’ἐρετάων ·
116οἱ δ’ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε
117πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν
118αὐτῷ σύντε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,
119κὰδ δ’ἄρ’ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,
120ἐκ δὲ κτήματ’ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ
121ὤπασαν οἴκαδ’ἰόντι διὰ μεγάθυμον Ἀθήνην.
122καὶ τὰ μὲν οὖν παρὰ πυθμέν’ἐλαίης ἀθρόα θῆκαν
123ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,
124πρίν γ’Ὀδυσῆ’ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο ·
125αὐτοὶ δ’αὖτ’οἶκόνδε πάλιν κίον. οὐ δ’ἐνοσίχθων
126λήθετ’ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ
127πρῶτον ἐπηπείλησε, Διὸς δ’ἐξείρετο βουλήν ·
128139Ζεῦ πάτερ, οὐκέτ’ἐγώ γε μετ’ἀθανάτοισι θεοῖσι129τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,130Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.131καὶ γὰρ νῦν Ὀδυσῆ’ἐφάμην κακὰ πολλὰ παθόντα132οἴκαδ’ἐλεύσεσθαι · νόστον δέ οἱ οὔ ποτ’ἀπηύρων133πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.134οἱ δ’εὕδοντ’ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες135κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,136χαλκόντε χρυσόντε ἅλις ἐσθῆτάθ’ὑφαντήν,137πόλλ’, ὅσ’ἂν οὐ δέ ποτε Τροίης ἐξήρατ’Ὀδυσσεύς,138εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.
τὸν δ’ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς ·
140146ὢ πόποι, ἐννοσίγαι’εὐρυσθενές, οἷον ἔειπες.141οὔ τί σ’ἀτιμάζουσι θεοί · χαλεπὸν δέ κεν εἴη142πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.143ἀνδρῶν δ’εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων144οὔ τι τίει. σοὶ δ’ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.145ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.
τὸν δ’ἠμείβετ’ἔπειτα Ποσειδάων ἐνοσίχθων ·
147153αἶψά κ’ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις ·148ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδ’ἀλεείνω.149νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,150ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ151ῥαῖσαι, ἵν’ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς152ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
τὸν δ’ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
154159ὢ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα,155ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται156λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης157νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες158ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
αὐτὰρ ἐπεὶ τό γ’ἄκουσε Ποσειδάων ἐνοσίχθων,
160βῆ ῥ’ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.
161ἔνθ’ἔμεν’· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς
162ῥίμφα διωκομένη · τῆς δὲ σχεδὸν ἦλθ’ἐνοσίχθων,
163ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε
164χειρὶ καταπρηνεῖ ἐλάσας · ὁ δὲ νόσφι βεβήκει.
165οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντ’ἀγόρευον
166Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
167ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον ·
168170ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησ’ἐνὶ πόντῳ169οἴκαδ’ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα.
ὣς ἄρα τις εἴπεσκε · τὰ δ’οὐκ ἴσαν ὡς ἐτέτυκτο.
171τοῖσιν δ’Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν ·
172184ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθ’ἱκάνει173πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάων’ἀγάσασθαι174ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.175φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα,176ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ177ῥαισέμεναι, μέγα δ’ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.178ὣς ἀγόρευ’ὁ γέρων · τὰ δὲ δὴ νῦν πάντα τελεῖται.179ἀλλ’ἄγεθ’, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες ·180πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται181ἡμέτερον προτὶ ἄστυ · Ποσειδάωνι δὲ ταύρους182δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κ’ἐλεήσῃ,183μη δ’ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ.
ὣς ἔφαθ’, οἱ δ’ἔδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους.
185ὣς οἱ μέν ῥ’εὔχοντο Ποσειδάωνι ἄνακτι
186δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
187ἑσταότες περὶ βωμόν. ὁ δ’ἔγρετο δῖος Ὀδυσσεὺς
188εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐ δέ μιν ἔγνω,
189ἤδη δὴν ἀπεών · περὶ γὰρ θεὸς ἠέρα χεῦε
190Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν
191ἄγνωστον τεύξειεν ἕκαστάτε μυθήσαιτο,
192μή μιν πρὶν ἄλοχος γνοίη ἀστοίτε φίλοιτε,
193πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
194το- τοὔνεκ’ἄρ’ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,
195ἀτραπιτοίτε διηνεκέες λιμένεςτε πάνορμοι
196πέτραιτ’ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.
197στῆ δ’ἄρ’ἀναΐξας καί ῥ’εἴσιδε πατρίδα γαῖαν ·
198ᾤμωξέντ’ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
199χερσὶ καταπρηνέσσ’, ὀλοφυρόμενος δ’ἔπος ηὔδα ·
200217ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;201ἦ ῥ’οἵ γ’ὑβρισταίτε καὶ ἄγριοι οὐ δὲ δίκαιοι,202ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;203πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇτε καὶ αὐτὸς204πλάζομαι; αἴθ’ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν205αὐτοῦ · ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων206ἐξικόμην, ὅς κέν μ’ἐφίλει καὶ ἔπεμπε νέεσθαι.207νῦν δ’οὔτ’ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐ δὲ μὲν αὐτοῦ208καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.209ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐ δὲ δίκαιοι210ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,211οἵ μ’εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦτέ μ’ἔφαντο212ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐ δ’ἐτέλεσσαν.213Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅςτε καὶ ἄλλους214ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.215ἀλλ’ἄγε δὴ τὰ χρήματ’ἀριθμήσω καὶ ἴδωμαι,216μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.
ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας
218ἠρίθμει καὶ χρυσὸν ὑφαντάτε εἵματα καλά.
219τῶν μὲν ἄρ’οὔ τι πόθει · ὁ δ’ὀδύρετο πατρίδα γαῖαν
220ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
221πόλλ’ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
222ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,
223παναπάλῳ, οἷοίτε ἀνάκτων παῖδες ἔασι,
224δίπτυχον ἀμφ’ὤμοισιν ἔχουσ’εὐεργέα λώπην ·
225ποσσὶ δ’ὑπὸ λιπαροῖσι πέδιλ’ἔχε, χερσὶ δ’ἄκοντα.
226τὴν δ’Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,
227καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
228236ὦ φίλ’, ἐπεί σε πρῶτα κιχάνω τῷδ’ἐνὶ χώρῳ,229χαῖρέτε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,230ἀλλὰ σάω μὲν ταῦτα, σάω δ’ἐμέ · σοὶ γὰρ ἐγώ γε231εὔχομαι ὥςτε θεῷ καί σευ φίλα γούναθ’ἱκάνω.232καί μοι τοῦτ’ἀγόρευσον ἐτήτυμον, ὄφρ’ἐῢ εἰδῶ ·233τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;234ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ235κεῖθ’ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;
τὸν δ’αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη ·
237250νήπιός εἰς, ὦ ξεῖν’, ἢ τηλόθεν εἰλήλουθας,238εἰ δὴ τήνδετε γαῖαν ἀνείρεαι. οὐ δέ τι λίην239οὕτω νώνυμός ἐστιν · ἴσασι δέ μιν μάλα πολλοί,240ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶτ’ἠέλιόντε,241ἠδ’ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.242ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,243οὐ δὲ λίην λυπρή, ἀτὰρ οὐ δ’εὐρεῖα τέτυκται.244ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέτε οἶνος245γίγνεται · αἰεὶ δ’ὄμβρος ἔχει τεθαλυῖάτ’ἐέρση ·246αἰγίβοτος δ’ἀγαθὴ καὶ βούβοτος · ἔστι μὲν ὕλη247παντοίη, ἐν δ’ἀρδμοὶ ἐπηετανοὶ παρέασι.248τῷ τοι, ξεῖν’, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομ’ἵκει,249τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.
ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
251χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε
252Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο ·
253καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
254οὐ δ’ὅ γ’ἀληθέα εἶπε, πάλιν δ’ὅ γε λάζετο μῦθον,
255αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν ·
256287πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,257τηλοῦ ὑπὲρ πόντου · νῦν δ’εἰλήλουθα καὶ αὐτὸς258χρήμασι σὺν τοίσδεσσι · λιπὼν δ’ἔτι παισὶ τοσαῦτα259φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,260Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ261ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,262οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης263Τρωϊάδος, τῆς εἵνεκ’ἐγὼ πάθον ἄλγεα θυμῷ,264ἀνδρῶντε πτολέμους ἀλεγεινάτε κύματα πείρων,265οὕνεκ’ἄρ’οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον266δήμῳ ἔνι Τρώων, ἀλλ’ἄλλων ἦρχον ἑταίρων.267τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ268ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ ·269νὺξ δὲ μάλα δνοφερὴ κάτεχ’οὐρανόν, οὐ δέ τις ἡμέας270ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.271αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,272αὐτίκ’ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς273ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα ·274τούς μ’ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι275ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.276ἀλλ’ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο277πόλλ’ἀεκαζομένους, οὐ δ’ἤθελον ἐξαπατῆσαι.278κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.279σπουδῇ δ’ἐς λιμένα προερέσσαμεν, οὐ δέ τις ἡμῖν280δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,281ἀλλ’αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.282ἔνθ’ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,283οἱ δὲ χρήματ’ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες284κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.285οἱ δ’ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες286ᾤχοντ’· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.
ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
288χειρίτέ μιν κατέρεξε · δέμας δ’ἤϊκτο γυναικὶ
289καλῇτε μεγάλῃτε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ ·
290καί μιν φωνήσασ’ἔπεα πτερόεντα προσηύδα ·
291311κερδαλέος κ’εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι292ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.293σχέτλιε, ποικιλομῆτα, δόλων ἆτ’, οὐκ ἄρ’ἔμελλες,294οὐ δ’ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων295μύθωντε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.296ἀλλ’ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω297κέρδε’, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχ’ἄριστος ἁπάντων298βουλῇ καὶ μύθοισιν, ἐγὼ δ’ἐν πᾶσι θεοῖσι299μήτιτε κλέομαι καὶ κέρδεσιν · οὐ δὲ σύ γ’ἔγνως300Παλλάδ’Ἀθηναίην, κούρην Διός, ἥτέ τοι αἰεὶ301ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,302καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,303νῦν αὖ δεῦρ’ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω304χρήματάτε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ305ὤπασαν οἴκαδ’ἰόντι ἐμῇ βουλῇτε νόῳτε,306εἴπωθ’ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι307κήδε’ἀνασχέσθαι · σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,308μη δέ τῳ ἐκφάσθαι μήτ’ἀνδρῶν μήτε γυναικῶν,309πάντων, οὕνεκ’ἄρ’ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ310πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
τὴν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
312329ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,313καὶ μάλ’ἐπισταμένῳ · σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.314τοῦτο δ’ἐγὼν εὖ οἶδ’, ὅτι μοι πάρος ἠπίη ἦσθα,315ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.316αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,317βῆμεν δ’ἐν νήεσσι, θεὸς δ’ἐκέδασσεν Ἀχαιούς,318οὔ σέ γ’ἔπειτα ἴδον, κούρη Διός, οὐ δ’ἐνόησα319νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.320ἀλλ’αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ321ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν ·322πρίν γ’ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ323θάρσυνάςτε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.324νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι — οὐ γὰρ ὀΐω325ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τιν’ἄλλην326γαῖαν ἀναστρέφομαι · σὲ δὲ κερτομέουσαν ὀΐω327ταῦτ’ἀγορευέμεναι, ἵν’ἐμὰς φρένας ἠπεροπεύσῃς —328εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδ’ἱκάνω.
τὸν δ’ἠμείβετ’ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη ·
330352αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα ·331τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,332οὕνεκ’ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.333ἀσπασίως γάρ κ’ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν334ἵετ’ἐνὶ μεγάροις ἰδέειν παῖδάςτ’ἄλοχόντε ·335σοὶ δ’οὔ πω φίλον ἐστὶ δαήμεναι οὐ δὲ πυθέσθαι,336πρίν γ’ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥτέ τοι αὔτως337ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ338φθίνουσιν νύκτεςτε καὶ ἤματα δάκρυ χεούσῃ.339αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτ’ἀπίστεον, ἀλλ’ἐνὶ θυμῷ340ᾔδε’, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους ·341ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι342πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,343χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.344ἀλλ’ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.345Φόρκυνος μὲν ὅδ’ἐστὶ λιμήν, ἁλίοιο γέροντος,346ἥδε δ’ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη ·347ἀγχόθι δ’αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,348ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται ·349τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς350ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας ·351τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.
ὣς εἰποῦσα θεὰ σκέδασ’ἠέρα, εἴσατο δὲ χθών ·
353γήθησέντ’ἄρ’ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,
354χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.
355αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών ·
356361νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτ’ἐγώ γε357ὄψεσθ’ὔμμ’ἐφάμην · νῦν δ’εὐχωλῇς ἀγανῇσι358χαίρετ’· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,359αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη360αὐτόντε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.
τὸν δ’αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη ·
362366θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.363ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο364θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ ·365αὐτοὶ δὲ φραζώμεθ’ὅπως ὄχ’ἄριστα γένηται.
ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,
367μαιομένη κευθμῶνας ἀνὰ σπέος · αὐτὰρ Ὀδυσσεὺς
368ἆσσον πάντ’ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν
369εἵματάτ’εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
370καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δ’ἐπέθηκε θύρῃσι
371Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.
372τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμέν’ἐλαίης
373φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.
374τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη ·
375382διογενὲς Λαερτιάδη, πολυμήχαν’Ὀδυσσεῦ,376φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,377οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,378μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες ·379ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν380πάντας μέν ῥ’ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,381ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
τὴν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
383392ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο384φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,385εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.386ἀλλ’ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς ·387πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,388οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.389αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,390καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην391σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσ’ἐπαρήγοις.
τὸν δ’ἠμείβετ’ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη ·
393416καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐ δέ με λήσεις,394ὁππότε κεν δὴ ταῦτα πενώμεθα · καί τιν’ὀΐω395αἵματίτ’ἐγκεφάλῳτε παλαξέμεν ἄσπετον οὖδας396ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.397ἀλλ’ἄγε σ’ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι ·398κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,399ξανθὰς δ’ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος400ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,401κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέ’ἐόντε,402ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς403σῇτ’ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.404αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,405ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,406παῖδάτε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.407δήεις τόν γε σύεσσι παρήμενον · αἱ δὲ νέμονται408πὰρ Κόρακος πέτρῃ ἐπίτε κρήνῃ Ἀρεθούσῃ,409ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ410πίνουσαι, τάθ’ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.411ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,412ὄφρ’ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα413Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ ·414ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον415ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτ’εἴης.
τὴν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
417420τίπτετ’ἄρ’οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;418ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ419πόντον ἐπ’ἀτρύγετον · βίοτον δέ οἱ ἄλλοι ἔδουσι;
τὸν δ’ἠμείβετ’ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη ·
421429μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.422αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο423κεῖσ’ἐλθών · ἀτὰρ οὔ τιν’ἔχει πόνον, ἀλλὰ ἕκηλος424ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δ’ἄσπετα κεῖται.425ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ,426ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι ·427ἀλλὰ τά γ’οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει428ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατ’Ἀθήνη.
430κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
431ξανθὰς δ’ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα
432πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,
433κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέ’ἐόντε ·
434ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,
435ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ ·
436ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσ’ἐλάφοιο,
437ψιλόν · δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,
438πυκνὰ ῥωγαλέην · ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
439τώ γ’ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα
440ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδ’Ὀδυσῆος.