Septuagint

Psalms, Psalm 97

97.1ψαλμὸς τῷ Δαυΐδ. ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος · ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.
97.2ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ.
97.3ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακὼβ καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ · εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
97.4ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ, ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε ·
97.5ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ ·
97.6ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης ἀλαλάξατε ἐνώπιον τοῦ Βασιλέως Κυρίου.
97.7σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.
97.8ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό, τὰ ὄρη ἀγαλλιάσονται, ὅτι ἥκει κρῖναι τὴν γῆν ·
97.9κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι.