Septuagint

Psalms, Psalm 130

130.1ᾨδὴ τῶν ἀναβαθμῶν. κύριε, οὐχ ὑψώθη καρδία μου, οὐ δὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐ δὲ ἐπορεύθην ἐν μεγάλοις, οὐ δὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ.
130.2εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου.
130.3ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.