109.1ψαλμὸς τῷ Δαυΐδ. εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου · κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 109.2ράβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών, καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. 109.3μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου · ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. 109.4ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται · σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. 109.5Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς · 109.6κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα, συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν. 109.7ἐκ χειμάρρου ἐν ὁδῷ πίεται · διὰ τοῦτο ὑψώσει κεφαλήν.