Septuagint

Psalms, Psalm 10

10.1εἰς τὸ τέλος · ψαλμὸς τῷ Δαυΐδ. ἐπὶ τῷ Κυρίῳ πέποιθα · πῶς ἐρεῖτε τῇ ψυχῇ μου · μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;
10.2ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.
10.3ὅτι σὺ κατηρτίσω, αὐτοὶ καθεῖλον · δὲ δίκαιος τί ἐποίησε;
10.4Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ · Κύριος ἐν οὐρανῷ θρόνος αὐτοῦ. οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.
10.5Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, δὲ ἀγαπῶν τὴν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.
10.6ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος μερὶς τοῦ ποτηρίου αὐτῶν.
10.7ὅτι δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ.