Septuagint

Psalms, Psalm 129

129.1ᾨδὴ τῶν ἀναβαθμῶν. ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε ·
129.2Κύριε, εἰσάκουσον τῆς φωνῆς μου · γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
129.3ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται;
129.4ὅτι παρὰ σοὶ ἱλασμός ἐστιν.
129.5ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ψυχή μου εἰς τὸν λόγον σου.
129.6ἤλπισεν ψυχή μου ἐπὶ τὸν Κύριον απὸ φυλακῆς πρωΐας μέχρι νυκτός · ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
129.7ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.