40.1εἰς τὸ τέλος · ψαλμὸς τῷ Δαυΐδ. 40.2μακάριος ὁ συνιῶν ἐπὶ πτωχὸν καὶ πένητα · ἐν ἡμέρᾳ πονηρᾷ ρύσεται αὐτὸν ὁ Κύριος. 40.3Κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ καὶ μὴ παραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρῶν αὐτοῦ. 40.4Κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ · ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ. 40.5ἐγὼ εἶπα · Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. 40.6οἱ ἐχθροί μου εἶπαν κακά μοι · πότε ἀποθανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; 40.7καὶ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει · ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτό. 40.8κατ’ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου, κατ’ἐμοῦ ἐλογίζοντο κακά μοι · 40.9λόγον παράνομον κατέθεντο κατ’ἐμοῦ · μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι; 40.10καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ’ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ἐμὲ πτερνισμόν. 40.11σὺ δέ, Κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. 40.12ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ’ἐμέ. 40.13ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα. 40.14εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα. γένοιτο, γένοιτο.