Septuagint

Psalms, Psalm 120

120.1ᾨδὴ τῶν ἀναβαθμῶν. ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει βοήθειά μου.
120.2 βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
120.3μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μη δὲ νυστάξῃ φυλάσσων σε.
120.4ἰδοὺ οὐ νυστάξει οὐ δὲ ὑπνώσει φυλάσσων τὸν Ἰσραήλ.
120.5Κύριος φυλάξει σε, Κύριος σκέπη σοι ἐπὶ χεῖρα δεξιάν σου ·
120.6ἡμέρας ἥλιος οὐ συγκαύσει σε, οὐ δὲ σελήνη τὴν νύκτα.
120.7Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου Κύριος.
120.8Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.