Septuagint

Psalms, Psalm 86

86.1τοῖς υἱοῖς Κορὲ ψαλμὸς ᾠδῆς. οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις ·
86.2ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.
86.3δεδοξασμένα ἐλαλήθη περὶ σοῦ πόλις τοῦ Θεοῦ. (διάψαλμα).
86.4μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με · καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς τῶν Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ.
86.5μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν Ὕψιστος.
86.6Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. (διάψαλμα).
86.7ὡς εὐφραινομένων πάντων κατοικία ἐν σοί.