12.1εἰς τὸ τέλος · ψαλμὸς τῷ Δαυΐδ. 12.2ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ἐμοῦ; 12.3ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ’ἐμέ; 12.4ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου · φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, μήποτε εἴπῃ ὁ ἐχθρός μου · 12.5ἴσχυσα πρὸς αὐτόν · οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ. 12.6ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα, ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου · ᾄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ Ὑψίστου.