132.1ᾨδὴ τῶν ἀναβαθμῶν. ἰδοῦ δὴ τί καλὸν ἢ τί τερπνόν, ἀλλ’ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; 132.2ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ · 132.3ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών · ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.