Septuagint

Psalms, Psalm 115

115.1ἀλληλούϊα. ἐπίστευσα, διὸ ἐλάλησα · ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.
115.2ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου · πᾶς ἄνθρωπος ψεύστης.
115.3τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;
115.4ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.
115.5τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.
115.6τίμιος ἐναντίον Κυρίου θάνατος τῶν ὁσίων αὐτοῦ.
115.7 Κύριε, ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου. διέρρηξας τοὺς δεσμούς μου, σοὶ θύσω θυσίαν αἰνέσεως καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι.
115.9τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ, ἐν αὐλαῖς οἴκου Κυρίου ἐν μέσῳ σου, Ἱερουσαλήμ.