42.1ψαλμὸς τῷ Δαυΐδ. κρῖνον με, ὁ Θεός, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου · ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ρῦσαί με. 42.2ὅτι σὺ εἶ ὁ Θεὸς κραταίωμά μου · ἱνατί ἀπώσω με; καὶ ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου; 42.3ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου · αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου. 42.4καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ, πρὸς τὸν Θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου · ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ Θεός, ὁ Θεός μου. 42.5ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ · σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου.