Septuagint

Psalms, Psalm 69

69.1εἰς τὸ τέλος · τῷ Δαυΐδ εἰς ἀνάμνησιν, εἰς τὸ σῶσαί με Κύριον.
69.2 θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες · Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον.
69.3αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου · ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μου κακά ·
69.4ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι · εὖγε εὖγε.
69.5ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, Θεός, καὶ λεγέτωσαν διαπαντός · μεγαλυνθήτω Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.
69.6ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης · Θεός, βοήθησόν μοι. βοηθός μου καὶ ρύστης μου εἶ σύ · Κύριε, μὴ χρονίσῃς.