Septuagint

Psalms, Psalm 15

15.1στηλογραφία τῷ Δαυΐδ. φύλαξον με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα.
15.2εἶπα τῷ Κυρίῳ · Κύριός μου εἶ σύ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις.
15.3τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
15.4ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν · οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐ δ’οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου.
15.5Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου · σὺ εἶ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί.
15.6σχοινία ἐπέπεσέ μοι ἐν τοῖς κρατίστοις · καὶ γὰρ κληρονομία μου κρατίστη μοί ἐστιν.
15.7εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με · ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου.
15.8προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.
15.9διὰ τοῦτο ηὐφράνθη καρδία μου, καὶ ἠγαλλιάσατο γλῶσσά μου, ἔτι δὲ καὶ σάρξ μου κατασκηνώσει ἐπ’ἐλπίδι, ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐ δὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
15.11ἐγνώρισάς μοι ὁδοὺς ζωῆς · πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου, τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος.