Septuagint

Psalms, Psalm 46

46.1εἰς τὸ τέλος · ὑπὲρ τῶν υἱῶν Κορὲ ψαλμός.
46.2πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
46.3ὅτι Κύριος ὕψιστος, φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
46.4ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν ·
46.5ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ἰακώβ, ἣν ἠγάπησεν. (διάψαλμα).
46.6ἀνέβη Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.
46.7ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε, ὅτι βασιλεὺς πάσης τῆς γῆς Θεός, ψάλατε συνετῶς.
46.9ἐβασίλευσεν Θεὸς ἐπὶ τὰ ἔθνη, Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.
46.10ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἁβραάμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.