Septuagint

Psalms, Psalm 119

119.1ᾨδὴ τῶν ἀναβαθμῶν. πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου.
119.2Κύριε, ρῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας.
119.3τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν;
119.4τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα, σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς.
119.5οἴμοι. ὅτι παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ.
119.6πολλὰ παρῴκησεν ψυχή μου.
119.7μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός · ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.