Septuagint

Psalms, Psalm 128

128.1ᾨδὴ τῶν ἀναβαθμῶν. πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραήλ ·
128.2πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι.
128.3ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν.
128.4Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν.
128.5αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών.
128.6γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη ·
128.7οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ θερίζων καὶ τὸν κόλπον αὐτοῦ τὰ δράγματα συλλέγων, καὶ οὐκ εἶπαν οἱ παράγοντες ·
128.8εὐλογία Κυρίου ἐφ’ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.