Septuagint

Psalms, Psalm 92

92.1εἰς τὴν ἡμέραν τοῦ προσαββάτου, ὅτε κατῴκισται γῆ · αἶνος ᾠδῆς τῷ Δαυΐδ. κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο · καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
92.2ἕτοιμος θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ.
92.3ἐπῆραν οἱ ποταμοί, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν · ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν.
92.4ἀπὸ φωνῶν ὑδάτων πολλῶν θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς Κύριος.
92.5τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα · τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.