4.1εἰς τὸ τέλος, ἐν ψαλμοῖς · ᾠδὴ τῷ Δαυΐδ. 4.2ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου · ἐν θλίψει ἐπλάτυνάς με. οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου. 4.3υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; (διάψαλμα). 4.4καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ · Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. 4.5ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε · ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. (διάψαλμα). 4.6θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ Κύριον. 4.7πολλοὶ λέγουσι · τίς δείξει ἡμῖν τὰ ἀγαθά; ἐσημειώθη ἐφ’ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. 4.8ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου · ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. 4.9ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ’ἐλπίδι κατῴκισάς με.