Septuagint

Psalms, Psalm 29

29.1εἰς τὸ τέλος · ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου · Δαυΐδ.
29.2ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ’ἐμέ.
29.3Κύριε Θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με ·
29.4Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.
29.5ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ ·
29.6ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ · τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωΐ ἀγαλλίασις.
29.7ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου · οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.
29.8Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν · ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος.
29.9πρὸς σέ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι.
29.10τίς ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοι χοῦς ἀναγγελεῖ τὴν ἀλήθειάν σου;
29.11ἤκουσε Κύριος, καὶ ἠλέησέ με, Κύριος ἐγενήθη βοηθός μου.
29.12ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί, διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην, ὅπως ἂν ψάλῃ σοι δόξα μου καὶ οὐ μὴ κατανυγῶ.
29.13Κύριε Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.