Septuagint

Psalms, Psalm 81

81.1ψαλμὸς τῷ Ἀσάφ. θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ.
81.2ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; (διάψαλμα).
81.3κρίνατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε ·
81.4ἐξέλεσθε πένητα καὶ πτωχόν, ἐκ χειρὸς ἁμαρτωλοῦ ρύσασθε αὐτόν.
81.5οὐκ ἔγνωσαν οὐ δὲ συνῆκαν, ἐν σκότει διαπορεύονται · σαλευθήσονται πάντα τὰ θεμέλια τῆς γῆς.
81.6ἐγὼ εἶπα · θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες ·
81.7ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.
81.8ἀνάστα, Θεός, κρίνων τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.