Iliad, Book 9 (Ι)
ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον · αὐτὰρ Ἀχαιοὺς
2θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη,
3πένθεϊ δ’ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι.
4ὡς δ’ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα
5Βορέης καὶ Ζέφυρος, τώτε Θρῄκηθεν ἄητον
6ἐλθόντ’ἐξαπίνης · ἄμυδις δέτε κῦμα κελαινὸν
7κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν ·
8ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.
9Ἀτρεΐδης δ’ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ
10φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων
11κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,
12μὴ δὲ βοᾶν · αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.
13ἷζον δ’εἰν ἀγορῇ τετιηότες · ἂν δ’Ἀγαμέμνων
14ἵστατο δάκρυ χέων ὥςτε κρήνη μελάνυδρος
15ἥτε κατ’αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ ·
16ὣς ὃ βαρὺ στενάχων ἔπε’Ἀργείοισι μετηύδα ·
1729ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες18Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ19σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν20Ἴλιον ἐκπέρσαντ’εὐτείχεον ἀπονέεσθαι,21νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει22δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.23οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,24ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα25ἠδ’ἔτι καὶ λύσει · τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.26ἀλλ’ἄγεθ’ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες ·27φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν ·28οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
ὣς ἔφαθ’, οἳ δ’ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
30δὴν δ’ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν ·
31ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης ·
3250Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι,33ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ · σὺ δὲ μή τι χολωθῇς.34ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι35φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα · ταῦτα δὲ πάντα36ἴσασ’Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.37σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω ·38σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων,39ἀλκὴν δ’οὔ τοι δῶκεν, ὅτε κράτος ἐστὶ μέγιστον.40δαιμόνι’οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν41ἀπτολέμουςτ’ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις;42εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥςτε νέεσθαι43ἔρχεο · πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης44ἑστᾶσ’, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.45ἀλλ’ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ46εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ47φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν ·48νῶϊ δ’ἐγὼ Σθένελόςτε μαχησόμεθ’εἰς ὅ κε τέκμωρ49Ἰλίου εὕρωμεν · σὺν γὰρ θεῷ εἰλήλουθμεν.
ὣς ἔφαθ’, οἳ δ’ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν
51μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
52τοῖσι δ’ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ ·
5379Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι,54καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος.55οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί,56οὐ δὲ πάλιν ἐρέει · ἀτὰρ οὐ τέλος ἵκεο μύθων.57ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης58ὁπλότατος γενεῆφιν · ἀτὰρ πεπνυμένα βάζεις59Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες.60ἀλλ’ἄγ’ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι,61ἐξείπω καὶ πάντα διίξομαι · οὐ δέ κέ τίς μοι62μῦθον ἀτιμήσει’, οὐ δὲ κρείων Ἀγαμέμνων.63ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος64ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.65ἀλλ’ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ66δόρπάτ’ἐφοπλισόμεσθα · φυλακτῆρες δὲ ἕκαστοι67λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.68κούροισιν μὲν ταῦτ’ἐπιτέλλομαι · αὐτὰρ ἔπειτα69Ἀτρεΐδη σὺ μὲν ἄρχε · σὺ γὰρ βασιλεύτατός ἐσσι.70δαίνυ δαῖτα γέρουσιν · ἔοικέ τοι, οὔ τοι ἀεικές.71πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν72ἠμάτιαι Θρῄκηθεν ἐπ’εὐρέα πόντον ἄγουσι ·73πᾶσά τοί ἐσθ’ὑποδεξίη, πολέεσσι δ’ἀνάσσεις.74πολλῶν δ’ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην75βουλὴν βουλεύσῃ · μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς76ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν77καίουσιν πυρὰ πολλά · τίς ἂν τάδε γηθήσειε;78νὺξ δ’ἧδ’ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.
ὣς ἔφαθ’, οἳ δ’ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
80ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο
81ἀμφίτε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν,
82ἠδ’ἀμφ’Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος
83ἀμφίτε Μηριόνην Ἀφαρῆάτε Δηΐπυρόντε,
84ἠδ’ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον.
85ἕπτ’ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ
86κοῦροι ἅμα στεῖχον δολίχ’ἔγχεα χερσὶν ἔχοντες ·
87κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες ·
88ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος.
89Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν
90ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα.
91οἳ δ’ἐπ’ὀνείαθ’ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
92αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
93τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
94Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή ·
95ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν ·
96114Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον97ἐν σοὶ μὲν λήξω, σέο δ’ἄρξομαι, οὕνεκα πολλῶν98λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε99σκῆπτρόντ’ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα.100τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδ’ἐπακοῦσαι,101κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτ’ἄν τινα θυμὸς ἀνώγῃ102εἰπεῖν εἰς ἀγαθόν · σέο δ’ἕξεται ὅττί κεν ἄρχῃ.103αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.104οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει105οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδ’ἔτι καὶ νῦν106ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην107χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας108οὔ τι καθ’ἡμέτερόν γε νόον · μάλα γάρ τοι ἔγωγε109πόλλ’ἀπεμυθεόμην · σὺ δὲ σῷ μεγαλήτορι θυμῷ110εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,111ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας · ἀλλ’ἔτι καὶ νῦν112φραζώμεσθ’ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν113δώροισίντ’ἀγανοῖσιν ἔπεσσίτε μειλιχίοισι.
τὸν δ’αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
115162ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας ·116ἀασάμην, οὐ δ’αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν117λαῶν ἐστὶν ἀνὴρ ὅντε Ζεὺς κῆρι φιλήσῃ,118ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.119ἀλλ’ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας,120ἂψ ἐθέλω ἀρέσαι δόμεναίτ’ἀπερείσι’ἄποινα.121ὑμῖν δ’ἐν πάντεσσι περικλυτὰ δῶρ’ὀνομήνω122ἕπτ’ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,123αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ’ἵππους124πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.125οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο,126οὐ δέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,127ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι.128δώσω δ’ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας129Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς130ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν.131τὰς μέν οἱ δώσω, μετὰ δ’ἔσσεται ἣν τότ’ἀπηύρων132κούρη Βρισῆος · ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι133μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,134ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν.135ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται · εἰ δέ κεν αὖτε136ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ’ἀλαπάξαι,137νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω138εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδ’Ἀχαιοί,139Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,140αἵ κε μετ’Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.141εἰ δέ κεν Ἄργος ἱκοίμεθ’Ἀχαιϊκὸν οὖθαρ ἀρούρης142γαμβρός κέν μοι ἔοι · τίσω δέ μιν ἶσον Ὀρέστῃ,143ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.144τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ145Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,146τάων ἥν κ’ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω147πρὸς οἶκον Πηλῆος · ἐγὼ δ’ἐπὶ μείλια δώσω148πολλὰ μάλ’, ὅσσ’οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί ·149ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα150Καρδαμύλην Ἐνόπηντε καὶ Ἱρὴν ποιήεσσαν151Φηράςτε ζαθέας ἠδ’Ἄνθειαν βαθύλειμον152καλήντ’Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.153πᾶσαι δ’ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος ·154ἐν δ’ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,155οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι156καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.157ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο.158δμηθήτω · Ἀΐδης τοι ἀμείλιχος ἠδ’ἀδάμαστος,159το- τοὔνεκα καίτε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων ·160καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι161ἠδ’ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.
τὸν δ’ἠμείβετ’ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
163173Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον164δῶρα μὲν οὐκέτ’ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι ·165ἀλλ’ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα166ἔλθωσ’ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.167εἰ δ’ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων.168Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω,169αὐτὰρ ἔπειτ’Αἴαςτε μέγας καὶ δῖος Ὀδυσσεύς ·170κηρύκων δ’Ὀδίοςτε καὶ Εὐρυβάτης ἅμ’ἑπέσθων.171φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαίτε κέλεσθε,172ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθ’, αἴ κ’ἐλεήσῃ.
ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.
174αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
175κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
176νώμησαν δ’ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
177αὐτὰρ ἐπεὶ σπεῖσάντ’ἔπιόνθ’ὅσον ἤθελε θυμός,
178ὁρμῶντ’ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο.
179τοῖσι δὲ πόλλ’ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ
180δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα,
181πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα.
182τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης
183πολλὰ μάλ’εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ
184ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.
185Μυρμιδόνων δ’ἐπίτε κλισίας καὶ νῆας ἱκέσθην,
186τὸν δ’εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ
187καλῇ δαιδαλέῃ, ἐπὶ δ’ἀργύρεον ζυγὸν ἦεν,
188τὴν ἄρετ’ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας ·
189τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δ’ἄρα κλέα ἀνδρῶν.
190Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,
191δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων,
192τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς,
193στὰν δὲ πρόσθ’αὐτοῖο · ταφὼν δ’ἀνόρουσεν Ἀχιλλεὺς
194αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν.
195ὣς δ’αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη.
196τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
197199χαίρετον · ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ,198οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.
ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς,
200εἷσεν δ’ἐν κλισμοῖσι τάπησίτε πορφυρέοισιν.
201αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα ·
202205μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα,203ζωρότερον δὲ κέραιε, δέπας δ’ἔντυνον ἑκάστῳ ·204οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.
ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ’ἑταίρῳ.
206αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ,
207ἐν δ’ἄρα νῶτον ἔθηκ’ὄϊος καὶ πίονος αἰγός,
208ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.
209τῷ δ’ἔχεν Αὐτομέδων, τάμνεν δ’ἄρα δῖος Ἀχιλλεύς.
210καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφ’ὀβελοῖσιν ἔπειρε,
211πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς.
212αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη,
213ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε,
214πάσσε δ’ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.
215αὐτὰρ ἐπεί ῥ’ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε,
216Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
217καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
218αὐτὸς δ’ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο
219τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει
220Πάτροκλον ὃν ἑταῖρον · ὃ δ’ἐν πυρὶ βάλλε θυηλάς.
221οἳ δ’ἐπ’ὀνείαθ’ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
222αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
223νεῦσ’Αἴας Φοίνικι · νόησε δὲ δῖος Ὀδυσσεύς,
224πλησάμενος δ’οἴνοιο δέπας δείδεκτ’Ἀχιλῆα ·
225307χαῖρ’Ἀχιλεῦ · δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς226ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο227ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ228δαίνυσθ’· ἀλλ’οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν,229ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες230δείδιμεν · ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι231νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν.232ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο233Τρῶες ὑπέρθυμοι τηλεκλειτοίτ’ἐπίκουροι234κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐ δ’ἔτι φασὶ235σχήσεσθ’, ἀλλ’ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.236Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων237ἀστράπτει · Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων238μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐ δέ τι τίει239ἀνέρας οὐ δὲ θεούς · κρατερὴ δέ ἑ λύσσα δέδυκεν.240ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν ·241στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα242αὐτάςτ’ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς243δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.244ταῦτ’αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς245ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη246φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.247ἀλλ’ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν248τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ.249αὐτῷ τοι μετόπισθ’ἄχος ἔσσεται, οὐ δέ τι μῆχος250ῥεχθέντος κακοῦ ἔστ’ἄκος εὑρεῖν · ἀλλὰ πολὺ πρὶν251φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ.252ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς253ἤματι τῷ ὅτε σ’ἐκ Φθίης Ἀγαμέμνονι πέμπε ·259ὣς ἐπέτελλ’ὃ γέρων, σὺ δὲ λήθεαι · ἀλλ’ἔτι καὶ νῦν260παύε’, ἔα δὲ χόλον θυμαλγέα · σοὶ δ’Ἀγαμέμνων261ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο.262εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω263ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρ’Ἀγαμέμνων ·264ἕπτ’ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,265αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ’ἵππους266πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.267οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο268οὐ δέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,269ὅσσ’Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο.270δώσει δ’ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας271Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς272ἐξέλεθ’, αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν.273τὰς μέν τοι δώσει, μετὰ δ’ἔσσεται ἣν τότ’ἀπηύρα274κούρη Βρισῆος · ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται275μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι276ἣ θέμις ἐστὶν ἄναξ ἤτ’ἀνδρῶν ἤτε γυναικῶν.277ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται · εἰ δέ κεν αὖτε278ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ’ἀλαπάξαι,279νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι280εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδ’Ἀχαιοί,281Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι,282αἵ κε μετ’Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.283εἰ δέ κεν Ἄργος ἱκοίμεθ’Ἀχαιϊκὸν οὖθαρ ἀρούρης284γαμβρός κέν οἱ ἔοις · τίσει δέ σε ἶσον Ὀρέστῃ,285ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.286τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ287Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,288τάων ἥν κ’ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι289πρὸς οἶκον Πηλῆος · ὃ δ’αὖτ’ἐπὶ μείλια δώσει290πολλὰ μάλ’, ὅσσ’οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί ·291ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα292Καρδαμύλην Ἐνόπηντε καὶ Ἱρὴν ποιήεσσαν293Φηράςτε ζαθέας ἠδ’Ἄνθειαν βαθύλειμον294καλήντ’Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.295πᾶσαι δ’ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος ·296ἐν δ’ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,297οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι298καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.299ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο.300εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον301αὐτὸς καὶ τοῦ δῶρα, σὺ δ’ἄλλους περ Παναχαιοὺς302τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς303τίσουσ’· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο ·304νῦν γάρ χ’Ἕκτορ’ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι305λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον306οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν.
τὸν δ’ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
308430διογενὲς Λαερτιάδη πολυμήχαν’Ὀδυσσεῦ309χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,310ᾗ περ δὴ φρονέωτε καὶ ὡς τετελεσμένον ἔσται,311ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.312ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν313ὅς χ’ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.314αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα ·315οὔτ’ἔμεγ’Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω316οὔτ’ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν317μάρνασθαι δηΐοισιν ἐπ’ἀνδράσι νωλεμὲς αἰεί.318ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι ·319ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός ·320κάτθαν’ὁμῶς ὅτ’ἀεργὸς ἀνὴρ ὅτε πολλὰ ἐοργώς.321οὐ δέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ322αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.323ὡς δ’ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι324μάστακ’ἐπεί κε λάβῃσι, κακῶς δ’ἄρα οἱ πέλει αὐτῇ,325ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον,326ἤματα δ’αἱματόεντα διέπρησσον πολεμίζων327ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.328δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ’ἀνθρώπων,329πεζὸς δ’ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον ·330τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ331ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον332Ἀτρεΐδῃ · ὃ δ’ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι333δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δ’ἔχεσκεν.334ἄλλα δ’ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι ·335τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δ’ἀπὸ μούνου Ἀχαιῶν336εἵλετ’, ἔχει δ’ἄλοχον θυμαρέα · τῇ παριαύων337τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν338Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ’ἀγείρας339Ἀτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκ’ἠϋκόμοιο;340ἦ μοῦνοι φιλέουσ’ἀλόχους μερόπων ἀνθρώπων341Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων342τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν343ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν.344νῦν δ’ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μ’ἀπάτησε345μή μευ πειράτω εὖ εἰδότος · οὐ δέ με πείσει.346ἀλλ’Ὀδυσεῦ σὺν σοίτε καὶ ἄλλοισιν βασιλεῦσι347φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.348ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,349καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπ’αὐτῷ350εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν ·351ἀλλ’οὐ δ’ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο352ἴσχειν · ὄφρα δ’ἐγὼ μετ’Ἀχαιοῖσιν πολέμιζον353οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,354ἀλλ’ὅσον ἐς Σκαιάςτε πύλας καὶ φηγὸν ἵκανεν ·355ἔνθά ποτ’οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν.356νῦν δ’ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ357αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι358νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω,359ὄψεαι, αἴ κ’ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,360ἦρι μάλ’Ἑλλήσποντον ἐπ’ἰχθυόεντα πλεούσας361νῆας ἐμάς, ἐν δ’ἄνδρας ἐρεσσέμεναι μεμαῶτας ·362εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος363ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.364ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων ·365ἄλλον δ’ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν366ἠδὲ γυναῖκας ἐϋζώνους πολιόντε σίδηρον367ἄξομαι, ἅσσ’ἔλαχόν γε · γέρας δέ μοι, ὅς περ ἔδωκεν,368αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων369Ἀτρεΐδης · τῷ πάντ’ἀγορευέμεν ὡς ἐπιτέλλω370ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ371εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν372αἰὲν ἀναιδείην ἐπιειμένος · οὐ δ’ἂν ἔμοιγε373τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι ·374οὐ δέ τί οἱ βουλὰς συμφράσσομαι, οὐ δὲ μὲν ἔργον ·375ἐκ γὰρ δή μ’ἀπάτησε καὶ ἤλιτεν · οὐ δ’ἂν ἔτ’αὖτις376ἐξαπάφοιτ’ἐπέεσσιν · ἅλις δέ οἱ · ἀλλὰ ἕκηλος377ἐρρέτω · ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.378ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.379οὐ δ’εἴ μοι δεκάκιςτε καὶ εἰκοσάκις τόσα δοίη380ὅσσάτέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο,381οὐ δ’ὅσ’ἐς Ὀρχομενὸν ποτινίσεται, οὐ δ’ὅσα Θήβας382Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,383αἵθ’ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ’ἀν’ἑκάστας384ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν ·385οὐ δ’εἴ μοι τόσα δοίη ὅσα ψάμαθόςτε κόνιςτε,386οὐ δέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσει’Ἀγαμέμνων387πρίν γ’ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.388κούρην δ’οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,389οὐ δ’εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,390ἔργα δ’Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι ·391οὐ δέ μιν ὧς γαμέω · ὃ δ’Ἀχαιῶν ἄλλον ἑλέσθω,392ὅς τις οἷτ’ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.393ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδ’ἵκωμαι,394Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός.395πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀν’Ἑλλάδατε Φθίηντε396κοῦραι ἀριστήων, οἵτε πτολίεθρα ῥύονται,397τάων ἥν κ’ἐθέλωμι φίλην ποιήσομ’ἄκοιτιν.398ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ399γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν400κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς ·401οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐ δ’ὅσα φασὶν402Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον403τὸ πρὶν ἐπ’εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,404οὐ δ’ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει405Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.406ληϊστοὶ μὲν γάρτε βόες καὶ ἴφια μῆλα,407κτητοὶ δὲ τρίποδέςτε καὶ ἵππων ξανθὰ κάρηνα,408ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ409οὔθ’ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.410μήτηρ γάρτέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα411διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ.412εἰ μέν κ’αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,413ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται ·414εἰ δέ κεν οἴκαδ’ἵκωμι φίλην ἐς πατρίδα γαῖαν,415ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν416ἔσσεται, οὐ δέ κέ μ’ὦκα τέλος θανάτοιο κιχείη.417καὶ δ’ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην418οἴκαδ’ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ419Ἰλίου αἰπεινῆς · μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς420χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.421ἀλλ’ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν422ἀγγελίην ἀπόφασθε · τὸ γὰρ γέρας ἐστὶ γερόντων ·423ὄφρ’ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,424ἥ κέ σφιν νῆάςτε σαῷ καὶ λαὸν Ἀχαιῶν425νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γ’ἑτοίμη426ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος ·427Φοῖνιξ δ’αὖθι παρ’ἄμμι μένων κατακοιμηθήτω,428ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδ’ἕπηται429αὔριον ἢν ἐθέλῃσιν · ἀνάγκῃ δ’οὔ τί μιν ἄξω.
ὣς ἔφαθ’, οἳ δ’ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
431μῦθον ἀγασσάμενοι · μάλα γὰρ κρατερῶς ἀπέειπεν ·
432ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ
433δάκρυ’ἀναπρήσας · περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν ·
434606εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμ’Ἀχιλλεῦ435βάλλεαι, οὐ δέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι436πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,437πῶς ἂν ἔπειτ’ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην438οἶος; σοὶ δέ μ’ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς439ἤματι τῷ ὅτε σ’ἐκ Φθίης Ἀγαμέμνονι πέμπε440νήπιον οὔ πω εἰδόθ’ὁμοιΐου πολέμοιο441οὐ δ’ἀγορέων, ἵνατ’ἄνδρες ἀριπρεπέες τελέθουσι.442το- τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,443μύθωντε ῥητῆρ’ἔμεναι πρηκτῆράτε ἔργων.444ὡς ἂν ἔπειτ’ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι445λείπεσθ’, οὐ δ’εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς446γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα,447οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα448φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,449ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,450τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δ’ἄκοιτιν451μητέρ’ἐμήν · ἣ δ’αἰὲν ἐμὲ λισσέσκετο γούνων452παλλακίδι προμιγῆναι, ἵν’ἐχθήρειε γέροντα.453τῇ πιθόμην καὶ ἔρεξα · πατὴρ δ’ἐμὸς αὐτίκ’ὀϊσθεὶς454πολλὰ κατηρᾶτο, στυγερὰς δ’ἐπεκέκλετ’Ἐρινῦς,455μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν456ἐξ ἐμέθεν γεγαῶτα · θεοὶ δ’ἐτέλειον ἐπαρὰς457Ζεύςτε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.462ἔνθ’ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετ’ἐν φρεσὶ θυμὸς463πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.464ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες465αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,466πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς467ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ468εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,469πολλὸν δ’ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.470εἰνάνυχες δέ μοι ἀμφ’αὐτῷ παρὰ νύκτας ἴαυον ·471οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐ δέ ποτ’ἔσβη472πῦρ, ἕτερον μὲν ὑπ’αἰθούσῃ εὐερκέος αὐλῆς,473ἄλλο δ’ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.474ἀλλ’ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,475καὶ τότ’ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας476ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς477ῥεῖα, λαθὼν φύλακάςτ’ἄνδρας δμῳάςτε γυναῖκας.478φεῦγον ἔπειτ’ἀπάνευθε δι’Ἑλλάδος εὐρυχόροιο,479Φθίην δ’ἐξικόμην ἐριβώλακα μητέρα μήλων480ἐς Πηλῆα ἄναχθ’· ὃ δέ με πρόφρων ὑπέδεκτο,481καί μ’ἐφίλησ’ὡς εἴτε πατὴρ ὃν παῖδα φιλήσῃ482μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι,483καί μ’ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν ·484ναῖον δ’ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων.485καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελ’Ἀχιλλεῦ,486ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμ’ἄλλῳ487οὔτ’ἐς δαῖτ’ἰέναι οὔτ’ἐν μεγάροισι πάσασθαι,488πρίν γ’ὅτε δή σ’ἐπ’ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας489ὄψουτ’ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών.490πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα491οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ.492ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,493τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον494ἐξ ἐμεῦ · ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελ’Ἀχιλλεῦ495ποιεύμην, ἵνα μοί ποτ’ἀεικέα λοιγὸν ἀμύνῃς.496ἀλλ’Ἀχιλεῦ δάμασον θυμὸν μέγαν · οὐ δέ τί σε χρὴ497νηλεὲς ἦτορ ἔχειν · στρεπτοὶ δέτε καὶ θεοὶ αὐτοί,498τῶν περ καὶ μείζων ἀρετὴ τιμήτε βίητε.499καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι500λοιβῇτε κνίσῃτε παρατρωπῶσ’ἄνθρωποι501λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ.502καὶ γάρτε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο503χωλαίτε ῥυσαίτε παραβλῶπέςτ’ὀφθαλμώ,504αἵ ῥάτε καὶ μετόπισθ’ἄτης ἀλέγουσι κιοῦσαι.505ἣ δ’ἄτη σθεναρήτε καὶ ἀρτίπος, οὕνεκα πάσας506πολλὸν ὑπεκπροθέει, φθάνει δέτε πᾶσαν ἐπ’αἶαν507βλάπτουσ’ἀνθρώπους · αἳ δ’ἐξακέονται ὀπίσσω.508ὃς μέντ’αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας,509τὸν δὲ μέγ’ὤνησαν καίτ’ἔκλυον εὐχομένοιο ·510ὃς δέ κ’ἀνήνηται καίτε στερεῶς ἀποείπῃ,511λίσσονται δ’ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι512τῷ ἄτην ἅμ’ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ.513ἀλλ’Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι514τιμήν, ἥτ’ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν.515εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δ’ὄπισθ’ὀνομάζοι516Ἀτρεΐδης, ἀλλ’αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι,517οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην518Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης ·519νῦν δ’ἅματ’αὐτίκα πολλὰ διδοῖ τὰ δ’ὄπισθεν ὑπέστη,520ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους521κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵτε σοὶ αὐτῷ522φίλτατοι Ἀργείων · τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς523μη δὲ πόδας · πρὶν δ’οὔ τι νεμεσσητὸν κεχολῶσθαι.524οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν525ἡρώων, ὅτε κέν τιν’ἐπιζάφελος χόλος ἵκοι ·526δωρητοίτε πέλοντο παράρρητοίτ’ἐπέεσσι.527μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε528ὡς ἦν · ἐν δ’ὑμῖν ἐρέω πάντεσσι φίλοισι.529Κουρῆτέςτ’ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι530ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον,531Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς,532Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ.533καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε534χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς535Οἰνεὺς ῥέξ’· ἄλλοι δὲ θεοὶ δαίνυνθ’ἑκατόμβας,536οἴῃ δ’οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο.537ἢ λάθετ’ἢ οὐκ ἐνόησεν · ἀάσατο δὲ μέγα θυμῷ.538ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα539ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα,540ὃς κακὰ πόλλ’ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν ·541πολλὰ δ’ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ542αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.543τὸν δ’υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος544πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας545καὶ κύνας · οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι ·546τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησ’ἀλεγεινῆς.547ἣ δ’ἀμφ’αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν548ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι,549Κουρήτωντε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων.550ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε,551τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐ δὲ δύναντο552τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες ·553ἀλλ’ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅςτε καὶ ἄλλων554οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων,555ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ556κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ557κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης558Ἴδεώθ’, ὃς κάρτιστος ἐπιχθονίων γένετ’ἀνδρῶν559τῶν τότε · καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον560Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης,561τὴν δὲ τότ’ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ562Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκ’ἄρ’αὐτῆς563μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα564κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων ·565τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων566ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι567πόλλ’ἀχέουσ’ἠρᾶτο κασιγνήτοιο φόνοιο,568πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία569κικλήσκουσ’Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν570πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι,571παιδὶ δόμεν θάνατον · τῆς δ’ἠεροφοῖτις Ἐρινὺς572ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα.573τῶν δὲ τάχ’ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει574πύργων βαλλομένων · τὸν δὲ λίσσοντο γέροντες575Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους,576ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον ·577ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς,578ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι579πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο,580ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.581πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς582οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο583σείων κολλητὰς σανίδας γουνούμενος υἱόν ·584πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ585ἐλλίσσονθ’· ὃ δὲ μᾶλλον ἀναίνετο · πολλὰ δ’ἑταῖροι,586οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων ·587ἀλλ’οὐ δ’ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,588πρίν γ’ὅτε δὴ θάλαμος πύκ’ἐβάλλετο, τοὶ δ’ἐπὶ πύργων589βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ.590καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις591λίσσετ’ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα592κήδε’, ὅσ’ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ ·593ἄνδρας μὲν κτείνουσι, πόλιν δέτε πῦρ ἀμαθύνει,594τέκνα δέτ’ἄλλοι ἄγουσι βαθυζώνουςτε γυναῖκας.595τοῦ δ’ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα,596βῆ δ’ἰέναι, χροῒ δ’ἔντε’ἐδύσετο παμφανόωντα.597ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ598εἴξας ᾧ θυμῷ · τῷ δ’οὐκέτι δῶρα τέλεσσαν599πολλάτε καὶ χαρίεντα, κακὸν δ’ἤμυνε καὶ αὔτως.600ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων601ἐνταῦθα τρέψειε φίλος · κάκιον δέ κεν εἴη602νηυσὶν καιομένῃσιν ἀμυνέμεν · ἀλλ’ἐπὶ δώρων603ἔρχεο · ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.604εἰ δέ κ’ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς605οὐκέθ’ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών.
τὸν δ’ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
607620Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης608χρεὼ τιμῆς · φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,609ἥ μ’ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κ’ἀϋτμὴ610ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ’ὀρώρῃ.611ἄλλο δέ τοι ἐρέω, σὺ δ’ἐνὶ φρεσὶ βάλλεο σῇσι ·612μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων613Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν · οὐ δέ τί σε χρὴ614τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.615καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κ’ἐμὲ κήδῃ ·616ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.617οὗτοι δ’ἀγγελέουσι, σὺ δ’αὐτόθι λέξεο μίμνων618εὐνῇ ἔνι μαλακῇ · ἅμα δ’ἠοῖ φαινομένηφι619φρασσόμεθ’ἤ κε νεώμεθ’ἐφ’ἡμέτερ’ἦ κε μένωμεν.
ἦ καὶ Πατρόκλῳ ὅ γ’ἐπ’ὀφρύσι νεῦσε σιωπῇ
621Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα
622ἐκ κλισίης νόστοιο μεδοίατο · τοῖσι δ’ἄρ’Αἴας
623ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε ·
624643διογενὲς Λαερτιάδη πολυμήχαν’Ὀδυσσεῦ625ἴομεν · οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ626τῇδέ γ’ὁδῷ κρανέεσθαι · ἀπαγγεῖλαι δὲ τάχιστα627χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα628οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς629ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν630σχέτλιος, οὐ δὲ μετατρέπεται φιλότητος ἑταίρων631τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων632νηλής · καὶ μέν τίςτε κασιγνήτοιο φονῆος633ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος ·634καί ῥ’ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ’ἀποτίσας,635τοῦ δέτ’ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ636ποινὴν δεξαμένῳ · σοὶ δ’ἄληκτόντε κακόντε637θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης638οἴης · νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχ’ἀρίστας,639ἄλλάτε πόλλ’ἐπὶ τῇσι · σὺ δ’ἵλαον ἔνθεο θυμόν,640αἴδεσσαι δὲ μέλαθρον · ὑπωρόφιοι δέ τοί εἰμεν641πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων642κήδιστοίτ’ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί.
τὸν δ’ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
644656Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν645πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι ·646ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων647μνήσομαι ὥς μ’ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν648Ἀτρεΐδης ὡς εἴ τιν’ἀτίμητον μετανάστην.649ἀλλ’ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε ·650οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος651πρίν γ’υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον652Μυρμιδόνων ἐπίτε κλισίας καὶ νῆας ἱκέσθαι653κτείνοντ’Ἀργείους, κατάτε σμῦξαι πυρὶ νῆας.654ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ655Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.
ὣς ἔφαθ’, οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον
657σπείσαντες παρὰ νῆας ἴσαν πάλιν · ἦρχε δ’Ὀδυσσεύς.
658Πάτροκλος δ’ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε
659Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα.
660αἳ δ’ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε
661κώεάτε ῥῆγόςτε λίνοιότε λεπτὸν ἄωτον.
662ἔνθ’ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν.
663αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου ·
664τῷ δ’ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε,
665Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος.
666Πάτροκλος δ’ἑτέρωθεν ἐλέξατο · πὰρ δ’ἄρα καὶ τῷ
667Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς
668Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον.
669οἳ δ’ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο.
670τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν
671δειδέχατ’ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκτ’ἐρέοντο ·
672πρῶτος δ’ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
673676εἴπ’ἄγε μ’ὦ πολύαιν’Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν674ἤ ῥ’ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ,675ἦ ἀπέειπε, χόλος δ’ἔτ’ἔχει μεγαλήτορα θυμόν;
τὸν δ’αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς ·
677693Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον678κεῖνός γ’οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλ’ἔτι μᾶλλον679πιμπλάνεται μένεος, σὲ δ’ἀναίνεται ἠδὲ σὰ δῶρα.680αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν681ὅππως κεν νῆάςτε σαῷς καὶ λαὸν Ἀχαιῶν ·682αὐτὸς δ’ἠπείλησεν ἅμ’ἠοῖ φαινομένηφι683νῆας ἐϋσσέλμους ἅλαδ’ἑλκέμεν ἀμφιελίσσας.684καὶ δ’ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι685οἴκαδ’ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ686Ἰλίου αἰπεινῆς · μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς687χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.688ὣς ἔφατ’· εἰσὶ καὶ οἵδε τάδ’εἰπέμεν, οἵ μοι ἕποντο,689Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω.690Φοῖνιξ δ’αὖθ’ὃ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει,691ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδ’ἕπηται692αὔριον, ἢν ἐθέλῃσιν · ἀνάγκῃ δ’οὔ τί μιν ἄξει.
ὣς ἔφαθ’, οἳ δ’ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
694μῦθον ἀγασσάμενοι · μάλα γὰρ κρατερῶς ἀγόρευσε.
695δὴν δ’ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν ·
696ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης ·
697710Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον698μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα699μυρία δῶρα διδούς · ὃ δ’ἀγήνωρ ἐστὶ καὶ ἄλλως ·700νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.701ἀλλ’ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν702ἦ κε μένῃ · τότε δ’αὖτε μαχήσεται ὁππότε κέν μιν703θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ.704ἀλλ’ἄγεθ’ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες ·705νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ706σίτου καὶ οἴνοιο · τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή ·707αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς,708καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόντε καὶ ἵππους709ὀτρύνων, καὶ δ’αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.
ὣς ἔφαθ’, οἳ δ’ἄρα πάντες ἐπῄνησαν βασιλῆες
711μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
712καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος,
713ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.