Iliad, Book 21 (Φ)
ἀλλ’ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
2Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,
3ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε
4πρὸς πόλιν, ᾗ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο
5ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ ·
6τῇ ῥ’οἵ γε προχέοντο πεφυζότες, ἠέρα δ’Ἥρη
7πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν · ἡμίσεες δὲ
8ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην,
9ἐν δ’ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δ’αἰπὰ ῥέεθρα,
10ὄχθαι δ’ἀμφὶ περὶ μεγάλ’ἴαχον · οἳ δ’ἀλαλητῷ
11ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας.
12ὡς δ’ὅθ’ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται
13φευγέμεναι ποταμὸν δέ · τὸ δὲ φλέγει ἀκάματον πῦρ
14ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθ’ὕδωρ ·
15ὣς ὑπ’Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος
16πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππωντε καὶ ἀνδρῶν.
17αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπ’ὄχθῃ
18κεκλιμένον μυρίκῃσιν, ὃ δ’ἔσθορε δαίμονι ἶσος
19φάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα,
20τύπτε δ’ἐπιστροφάδην · τῶν δὲ στόνος ὄρνυτ’ἀεικὴς
21ἄορι θεινομένων, ἐρυθαίνετο δ’αἵματι ὕδωρ.
22ὡς δ’ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι
23φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου
24δειδιότες · μάλα γάρτε κατεσθίει ὅν κε λάβῃσιν ·
25ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα
26πτῶσσον ὑπὸ κρημνούς. ὃ δ’ἐπεὶ κάμε χεῖρας ἐναίρων,
27ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους
28ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος ·
29τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς,
30δῆσε δ’ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι,
31τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι,
32δῶκε δ’ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
33αὐτὰρ ὃ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.
34ἔνθ’υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο
35ἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτ’αὐτὸς
36ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα
37ἐννύχιος προμολών · ὃ δ’ἐρινεὸν ὀξέϊ χαλκῷ
38τάμνε νέους ὄρπηκας, ἵν’ἅρματος ἄντυγες εἶεν ·
39τῷ δ’ἄρ’ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς.
40καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε
41νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε ·
42κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δ’ἔδωκεν
43Ἴμβριος Ἠετίων, πέμψεν δ’ἐς δῖαν Ἀρίσβην ·
44ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα.
45ἕνδεκα δ’ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν
46ἐλθὼν ἐκ Λήμνοιο · δυωδεκάτῃ δέ μιν αὖτις
47χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε
48πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι.
49τὸν δ’ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς
50γυμνὸν ἄτερ κόρυθόςτε καὶ ἀσπίδος, οὐ δ’ἔχεν ἔγχος,
51ἀλλὰ τὰ μέν ῥ’ἀπὸ πάντα χαμαὶ βάλε · τεῖρε γὰρ ἱδρὼς
52φεύγοντ’ἐκ ποταμοῦ, κάματος δ’ὑπὸ γούνατ’ἐδάμνα ·
53ὀχθήσας δ’ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν ·
5464ὢ πόποι ἦ μέγα θαῦμα τόδ’ὀφθαλμοῖσιν ὁρῶμαι ·55ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον56αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος,57οἷον δὴ καὶ ὅδ’ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ58Λῆμνον ἐς ἠγαθέην πεπερημένος · οὐ δέ μιν ἔσχε59πόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει.60ἀλλ’ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο61γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω62ἢ ἄρ’ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξει63γῆ φυσίζοος, ἥτε κατὰ κρατερόν περ ἐρύκει.
ὣς ὅρμαινε μένων · ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς
65γούνων ἅψασθαι μεμαώς, περὶ δ’ἤθελε θυμῷ
66ἐκφυγέειν θάνατόντε κακὸν καὶ κῆρα μέλαιναν.
67ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς
68οὐτάμεναι μεμαώς, ὃ δ’ὑπέδραμε καὶ λάβε γούνων
69κύψας · ἐγχείη δ’ἄρ’ὑπὲρ νώτου ἐνὶ γαίῃ
70ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο.
71αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων,
72τῇ δ’ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐ δὲ μεθίει ·
73καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
7497γουνοῦμαι σ’Ἀχιλεῦ · σὺ δέ μ’αἴδεο καί μ’ἐλέησον ·75ἀντί τοί εἰμ’ἱκέταο διοτρεφὲς αἰδοίοιο ·76πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν77ἤματι τῷ ὅτε μ’εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ,78καί μ’ἐπέρασσας ἄνευθεν ἄγων πατρόςτε φίλωντε79Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον.80νῦν δὲ λύμην τρὶς τόσσα πορών · ἠὼς δέ μοί ἐστιν81ἥδε δυωδεκάτη, ὅτ’ἐς Ἴλιον εἰλήλουθα82πολλὰ παθών · νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε83μοῖρ’ὀλοή · μέλλω που ἀπεχθέσθαι Διὶ πατρί,84ὅς με σοὶ αὖτις δῶκε · μινυνθάδιον δέ με μήτηρ85γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος86Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει87Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.88τοῦ δ’ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας ·89τῆς δὲ δύω γενόμεσθα, σὺ δ’ἄμφω δειροτομήσεις,90ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας91ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί ·92νῦν δὲ δὴ ἐνθάδ’ἐμοὶ κακὸν ἔσσεται · οὐ γὰρ ὀΐω93σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥ’ἐπέλασσέ γε δαίμων.94ἄλλο δέ τοι ἐρέω, σὺ δ’ἐνὶ φρεσὶ βάλλεο σῇσι ·95μή με κτεῖν’, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι,96ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέατε κρατερόντε.
ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς
98λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δ’ὄπ’ἄκουσε ·
99114νήπιε μή μοι ἄποινα πιφαύσκεο μη δ’ἀγόρευε ·100πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ101τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν102Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδ’ἐπέρασσα ·103νῦν δ’οὐκ ἔσθ’ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε104Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι105καὶ πάντων Τρώων, περὶ δ’αὖ Πριάμοιό γε παίδων.106ἀλλὰ φίλος θάνε καὶ σύ · τί ἦ ὀλοφύρεαι οὕτως;107κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων.108οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλόςτε μέγαςτε;109πατρὸς δ’εἴμ’ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ ·110ἀλλ’ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή ·111ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ112ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται113ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.
ὣς φάτο, τοῦ δ’αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ ·
115ἔγχος μέν ῥ’ἀφέηκεν, ὃ δ’ἕζετο χεῖρε πετάσσας
116ἀμφοτέρας · Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
117τύψε κατὰ κληῗδα παρ’αὐχένα, πᾶν δέ οἱ εἴσω
118δῦ ξίφος ἄμφηκες · ὃ δ’ἄρα πρηνὴς ἐπὶ γαίῃ
119κεῖτο ταθείς, ἐκ δ’αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
120τὸν δ’Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι,
121καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντ’ἀγόρευεν ·
122136ἐνταυθοῖ νῦν κεῖσο μετ’ἰχθύσιν, οἵ σ’ὠτειλὴν123αἷμ’ἀπολιχμήσονται ἀκηδέες · οὐ δέ σε μήτηρ124ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος125οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον ·126θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ’ὑπαΐξει127ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.128φθείρεσθ’εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς129ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δ’ὄπιθεν κεραΐζων.130οὐ δ’ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης131ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,132ζωοὺς δ’ἐν δίνῃσι καθίετε μώνυχας ἵππους.133ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες134τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν,135οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.
ὣς ἄρ’ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,
137ὅρμηνεν δ’ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο
138δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
139τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος
140Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων
141υἱέϊ Πηλεγόνος · τὸν δ’Ἀξιὸς εὐρυρέεθρος
142γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν
143πρεσβυτάτη · τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.
144τῷ ῥ’Ἀχιλεὺς ἐπόρουσεν, ὃ δ’ἀντίος ἐκ ποταμοῖο
145ἔστη ἔχων δύο δοῦρε · μένος δέ οἱ ἐν φρεσὶ θῆκε
146Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,
147τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐ δ’ἐλέαιρεν.
148οἳ δ’ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ἀλλήλοισιν ἰόντες,
149τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς ·
150152τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;151δυστήνων δέτε παῖδες ἐμῷ μένει ἀντιόωσι.
τὸν δ’αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός ·
153161Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις;154εἴμ’ἐκ Παιονίης ἐριβώλου τηλόθ’ἐούσης155Παίονας ἄνδρας ἄγων δολιχεγχέας · ἥδε δέ μοι νῦν156ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα.157αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος158Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν,159ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ · τὸν δ’ἐμέ φασι160γείνασθαι · νῦν αὖτε μαχώμεθα φαίδιμ’Ἀχιλλεῦ.
ὣς φάτ’ἀπειλήσας, ὃ δ’ἀνέσχετο δῖος Ἀχιλλεὺς
162Πηλιάδα μελίην · ὃ δ’ἁμαρτῇ δούρασιν ἀμφὶς
163ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν.
164καί ῥ’ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐ δὲ διὰ πρὸ
165ῥῆξε σάκος · χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο ·
166τῷ δ’ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς
167δεξιτερῆς, σύτο δ’αἷμα κελαινεφές · ἣ δ’ὑπὲρ αὐτοῦ
168γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι.
169δεύτερος αὖτ’Ἀχιλεὺς μελίην ἰθυπτίωνα
170Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων.
171καὶ τοῦ μέν ῥ’ἀφάμαρτεν, ὃ δ’ὑψηλὴν βάλεν ὄχθην,
172μεσσοπαγὲς δ’ἄρ’ἔθηκε κατ’ὄχθης μείλινον ἔγχος.
173Πηλεΐδης δ’ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
174ἆλτ’ἐπί οἱ μεμαώς · ὃ δ’ἄρα μελίην Ἀχιλῆος
175οὐ δύνατ’ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ.
176τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,
177τρὶς δὲ μεθῆκε βίης · τὸ δὲ τέτρατον ἤθελε θυμῷ
178ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,
179ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.
180γαστέρα γάρ μιν τύψε παρ’ὀμφαλόν, ἐκ δ’ἄρα πᾶσαι
181χύντο χαμαὶ χολάδες · τὸν δὲ σκότος ὄσσε κάλυψεν
182ἀσθμαίνοντ’· Ἀχιλεὺς δ’ἄρ’ἐνὶ στήθεσσιν ὀρούσας
183τεύχεάτ’ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα ·
184200κεῖσ’οὕτως · χαλεπόν τοι ἐρισθενέος Κρονίωνος185παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.186φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος,187αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι.188τίκτέ μ’ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι189Πηλεὺς Αἰακίδης · ὃ δ’ἄρ’Αἰακὸς ἐκ Διὸς ἦεν.190τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων,191κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.192καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι193χραισμεῖν · ἀλλ’οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,194τῷ οὐ δὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει,195οὐ δὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,196ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα197καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν ·198ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν199δεινήντε βροντήν, ὅτ’ἀπ’οὐρανόθεν σμαραγήσῃ.
ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος,
201τὸν δὲ κατ’αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,
202κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.
203τὸν μὲν ἄρ’ἐγχέλυέςτε καὶ ἰχθύες ἀμφεπένοντο
204δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες ·
205αὐτὰρ ὃ βῆ ῥ’ἰέναι μετὰ Παίονας ἱπποκορυστάς,
206οἵ ῥ’ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,
207ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ
208χέρσ’ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα.
209ἔνθ’ἕλε Θερσίλοχόντε Μύδωνάτε Ἀστύπυλόντε
210Μνῆσόντε Θρασίοντε καὶ Αἴνιον ἠδ’Ὀφελέστην ·
211καί νύ κ’ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς,
212εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης
213ἀνέρι εἰσάμενος, βαθέης δ’ἐκ φθέγξατο δίνης ·
214222ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δ’αἴσυλα ῥέζεις215ἀνδρῶν · αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί.216εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι,217ἐξ ἐμέθεν γ’ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε ·218πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,219οὐ δέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν220στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως.221ἀλλ’ἄγε δὴ καὶ ἔασον · ἄγη μ’ἔχει ὄρχαμε λαῶν.
τὸν δ’ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
223227ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις.224Τρῶας δ’οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων,225πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι226ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν.
ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος ·
228καὶ τότ’Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης ·
229233ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς230εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλ’ἐπέτελλε231Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ232δείελος ὀψὲ δύων, σκιάσῃ δ’ἐρίβωλον ἄρουραν.
ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ
234κρημνοῦ ἀπαΐξας · ὃ δ’ἐπέσσυτο οἴδματι θύων,
235πάντα δ’ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς
236πολλούς, οἵ ῥα κατ’αὐτὸν ἅλις ἔσαν, οὓς κτάν’Ἀχιλλεύς
237τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος
238χέρσον δέ · ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,
239κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι.
240δεινὸν δ’ἀμφ’Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,
241ὤθει δ’ἐν σάκεϊ πίπτων ῥόος · οὐ δὲ πόδεσσιν
242εἶχε στηρίξασθαι · ὃ δὲ πτελέην ἕλε χερσὶν
243εὐφυέα μεγάλην · ἣ δ’ἐκ ῥιζῶν ἐριποῦσα
244κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα
245ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν
246εἴσω πᾶσ’ἐριποῦσ’· ὃ δ’ἄρ’ἐκ δίνης ἀνορούσας
247ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι
248δείσας · οὐ δέτ’ἔληγε θεὸς μέγας, ὦρτο δ’ἐπ’αὐτῷ
249ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο
250δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
251Πηλεΐδης δ’ἀπόρουσεν ὅσοντ’ἐπὶ δουρὸς ἐρωή,
252αἰετοῦ οἴματ’ἔχων μέλανος τοῦ θηρητῆρος,
253ὅςθ’ἅμα κάρτιστόςτε καὶ ὤκιστος πετεηνῶν ·
254τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς
255σμερδαλέον κονάβιζεν · ὕπαιθα δὲ τοῖο λιασθεὶς
256φεῦγ’, ὃ δ’ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.
257ὡς δ’ὅτ’ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου
258ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ
259χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων ·
260τοῦ μέντε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι
261ὀχλεῦνται · τὸ δέτ’ὦκα κατειβόμενον κελαρύζει
262χώρῳ ἔνι προαλεῖ, φθάνει δέτε καὶ τὸν ἄγοντα ·
263ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο
264καὶ λαιψηρὸν ἐόντα · θεοὶ δέτε φέρτεροι ἀνδρῶν.
265ὁσσάκι δ’ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς
266στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες
267ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
268τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο
269πλάζ’ὤμους καθύπερθεν · ὃ δ’ὑψόσε ποσσὶν ἐπήδα
270θυμῷ ἀνιάζων · ποταμὸς δ’ὑπὸ γούνατ’ἐδάμνα
271λάβρος ὕπαιθα ῥέων, κονίην δ’ὑπέρεπτε ποδοῖιν.
272Πηλεΐδης δ’ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν ·
273284Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη274ἐκ ποταμοῖο σαῶσαι · ἔπειτα δὲ καί τι πάθοιμι.275ἄλλος δ’οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων,276ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν ·277ἥ μ’ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων278λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.279ὥς μ’ὄφελ’Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γ’ἔτραφ’ἄριστος ·280τώ κ’ἀγαθὸς μὲν ἔπεφν’, ἀγαθὸν δέ κεν ἐξενάριξε ·281νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι282ἐρχθέντ’ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,283ὅν ῥάτ’ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.
ὣς φάτο, τῷ δὲ μάλ’ὦκα Ποσειδάων καὶ Ἀθήνη
285στήτην ἐγγὺς ἰόντε, δέμας δ’ἄνδρεσσιν ἐΐκτην,
286χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντ’ἐπέεσσι.
287τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων ·
288298Πηλεΐδη μήτ’ἄρ τι λίην τρέε μήτέ τι τάρβει ·289τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν290Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη ·291ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,292ἀλλ’ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός ·293αὐτάρ τοι πυκινῶς ὑποθησόμεθ’αἴ κε πίθηαι ·294μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο295πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι296Τρωϊκόν, ὅς κε φύγῃσι · σὺ δ’Ἕκτορι θυμὸν ἀπούρας297ἂψ ἐπὶ νῆας ἴμεν · δίδομεν δέ τοι εὖχος ἀρέσθαι.
τὼ μὲν ἄρ’ὣς εἰπόντε μετ’ἀθανάτους ἀπεβήτην ·
299αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,
300ἐς πεδίον · τὸ δὲ πᾶν πλῆθ’ὕδατος ἐκχυμένοιο,
301πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν
302πλῶον καὶ νέκυες · τοῦ δ’ὑψόσε γούνατ’ἐπήδα
303πρὸς ῥόον ἀΐσσοντος ἀν’ἰθύν, οὐ δέ μιν ἴσχεν
304εὐρὺ ῥέων ποταμός · μέγα γὰρ σθένος ἔμβαλ’Ἀθήνη.
305οὐ δὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλ’ἔτι μᾶλλον
306χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο
307ὑψόσ’ἀειρόμενος, Σιμόεντι δὲ κέκλετ’ἀΰσας ·
308324φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ309σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος310ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.311ἀλλ’ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα312ὕδατος ἐκ πηγέων, πάντας δ’ὀρόθυνον ἐναύλους,313ἵστη δὲ μέγα κῦμα, πολὺν δ’ὀρυμαγδὸν ὄρινε314φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα315ὃς δὴ νῦν κρατέει, μέμονεν δ’ὅ γε ἶσα θεοῖσι.316φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος317οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης318κείσεθ’ὑπ’ἰλύος κεκαλυμμένα · κὰδ δέ μιν αὐτὸν319εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας320μυρίον, οὐ δέ οἱ ὀστέ’ἐπιστήσονται Ἀχαιοὶ321ἀλλέξαι · τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.322αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐ δέ τί μιν χρεὼ323ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.
ἦ, καὶ ἐπῶρτ’Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων
325μορμύρων ἀφρῷτε καὶ αἵματι καὶ νεκύεσσι.
326πορφύρεον δ’ἄρα κῦμα διιπετέος ποταμοῖο
327ἵστατ’ἀειρόμενον, κατὰ δ’ᾕρεε Πηλεΐωνα ·
328Ἥρη δὲ μέγ’ἄϋσε περιδείσασ’Ἀχιλῆϊ
329μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,
330αὐτίκα δ’Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν ·
331342ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος · ἄντα σέθεν γὰρ332Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι ·333ἀλλ’ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν.334αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο335εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,336ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι337φλέγμα κακὸν φορέουσα · σὺ δὲ Ξάνθοιο παρ’ὄχθας338δένδρεα καῖ’, ἐν δ’αὐτὸν ἵει πυρί · μὴ δέ σε πάμπαν339μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ ·340μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλ’ὁπότ’ἂν δὴ341φθέγξομ’ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.
ὣς ἔφαθ’, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.
343πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς
344πολλούς, οἵ ῥα κατ’αὐτὸν ἅλις ἔσαν, οὓς κτάν’Ἀχιλλεύς ·
345πᾶν δ’ἐξηράνθη πεδίον, σχέτο δ’ἀγλαὸν ὕδωρ.
346ὡς δ’ὅτ’ὀπωρινὸς Βορέης νεοαρδέ’ἀλωὴν
347αἶψ’ἀγξηράνῃ · χαίρει δέ μιν ὅς τις ἐθείρῃ ·
348ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δ’ἄρα νεκροὺς
349κῆεν · ὃ δ’ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.
350καίοντο πτελέαιτε καὶ ἰτέαι ἠδὲ μυρῖκαι,
351καίετο δὲ λωτόςτε ἰδὲ θρύον ἠδὲ κύπειρον,
352τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει ·
353τείροντ’ἐγχέλυέςτε καὶ ἰχθύες οἳ κατὰ δίνας,
354οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα
355πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο.
356καίετο δ’ἲς ποταμοῖο ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζεν ·
357361Ἥφαιστ’, οὔ τις σοί γε θεῶν δύνατ’ἀντιφερίζειν,358οὐ δ’ἂν ἐγὼ σοί γ’ὧδε πυρὶ φλεγέθοντι μαχοίμην.359λῆγ’ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς360ἄστεος ἐξελάσειε · τί μοι ἔριδος καὶ ἀρωγῆς;
φῆ πυρὶ καιόμενος, ἀνὰ δ’ἔφλυε καλὰ ῥέεθρα.
362ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ
363κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο
364πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,
365ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δ’ὕδωρ ·
366οὐ δ’ἔθελε προρέειν, ἀλλ’ἴσχετο · τεῖρε δ’ἀϋτμὴ
367Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γ’Ἥρην
368πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα ·
369377Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν370ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι371ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί.372ἀλλ’ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις,373παυέσθω δὲ καὶ οὗτος · ἐγὼ δ’ἐπὶ καὶ τόδ’ὀμοῦμαι,374μή ποτ’ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,375μὴ δ’ὁπότ’ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται376καιομένη, καίωσι δ’ἀρήϊοι υἷες Ἀχαιῶν.
αὐτὰρ ἐπεὶ τό γ’ἄκουσε θεὰ λευκώλενος Ἥρη,
378αὐτίκ’ἄρ’Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν ·
379381Ἥφαιστε σχέο τέκνον ἀγακλεές · οὐ γὰρ ἔοικεν380ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.
ὣς ἔφαθ’, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,
382ἄψορρον δ’ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.
383αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα
384παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ ·
385ἐν δ’ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα
386ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο ·
387σὺν δ’ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δ’εὐρεῖα χθών,
388ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς
389ἥμενος Οὐλύμπῳ · ἐγέλασσε δέ οἱ φίλον ἦτορ
390γηθοσύνῃ, ὅθ’ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.
391ἔνθ’οἵ γ’οὐκέτι δηρὸν ἀφέστασαν · ἦρχε γὰρ Ἄρης
392ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε
393χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον ·
394400τίπτ’αὖτ’ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις395θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν;396ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδε’ἀνῆκας397οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα398ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας;399τώ σ’αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας.
ὣς εἰπὼν οὔτησε κατ’αἰγίδα θυσσανόεσσαν
401σμερδαλέην, ἣν οὐ δὲ Διὸς δάμνησι κεραυνός ·
402τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ.
403ἣ δ’ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ
404κείμενον ἐν πεδίῳ μέλανα τρηχύντε μέγαντε,
405τόν ῥ’ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης ·
406τῷ βάλε θοῦρον Ἄρηα κατ’αὐχένα, λῦσε δὲ γυῖα.
407ἑπτὰ δ’ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας,
408τεύχεάτ’ἀμφαράβησε · γέλασσε δὲ Παλλὰς Ἀθήνη,
409καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα ·
410415νηπύτι’οὐ δέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων411εὔχομ’ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις.412οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,413ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκ’Ἀχαιοὺς414κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.
ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ ·
416τὸν δ’ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη
417πυκνὰ μάλα στενάχοντα · μόγις δ’ἐσαγείρετο θυμόν.
418τὴν δ’ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,
419αὐτίκ’Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα ·
420423ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη421καὶ δ’αὖθ’ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα422δηΐου ἐκ πολέμοιο κατὰ κλόνον · ἀλλὰ μέτελθε.
ὣς φάτ’, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ,
424καί ῥ’ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ
425ἤλασε · τῆς δ’αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
426τὼ μὲν ἄρ’ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,
427ἣ δ’ἄρ’ἐπευχομένη ἔπεα πτερόεντ’ἀγόρευε ·
428434τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ429εἶεν, ὅτ’Ἀργείοισι μαχοίατο θωρηκτῇσιν,430ὧδέτε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη431ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα ·432τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο433Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.
ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.
435αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων ·
436461Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐ δὲ ἔοικεν437ἀρξάντων ἑτέρων · τὸ μὲν αἴσχιον αἴ κ’ἀμαχητὶ438ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ.439ἄρχε · σὺ γὰρ γενεῆφι νεώτερος · οὐ γὰρ ἔμοιγε440καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.441νηπύτι’ὡς ἄνοον κραδίην ἔχες · οὐ δέ νυ τῶν περ442μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ443μοῦνοι νῶϊ θεῶν, ὅτ’ἀγήνορι Λαομέδοντι444πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν445μισθῷ ἔπι ῥητῷ · ὃ δὲ σημαίνων ἐπέτελλεν.446ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα447εὐρύτε καὶ μάλα καλόν, ἵν’ἄρρηκτος πόλις εἴη ·448Φοῖβε σὺ δ’εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες449Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.450ἀλλ’ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι451ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα452Λαομέδων ἔκπαγλος, ἀπειλήσας δ’ἀπέπεμπε.453σὺν μὲν ὅ γ’ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε454δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων ·455στεῦτο δ’ὅ γ’ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ.456νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ457μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.458τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐ δὲ μεθ’ἡμέων459πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται460πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι
τὸν δ’αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων ·
462468ἐννοσίγαι’οὐκ ἄν με σαόφρονα μυθήσαιο463ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω464δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέντε465ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες,466ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα467παυώμεσθα μάχης · οἳ δ’αὐτοὶ δηριαάσθων.
ὣς ἄρα φωνήσας πάλιν ἐτράπετ’· αἴδετο γάρ ῥα
469πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.
470τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν
471Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον ·
472478φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην473πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας ·474νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως;475μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω476εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν,477ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.
ὣς φάτο, τὴν δ’οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων,
479ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις
480νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι ·
481489πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντί’ἐμεῖο482στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι483τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ484Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κ’ἐθέλῃσθα.485ἤτοι βέλτερόν ἐστι κατ’οὔρεα θῆρας ἐναίρειν486ἀγροτέραςτ’ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι.487εἰ δ’ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρ’ἐῢ εἰδῇς488ὅσσον φερτέρη εἴμ’, ὅτι μοι μένος ἀντιφερίζεις.
ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε
490σκαιῇ, δεξιτερῇ δ’ἄρ’ἀπ’ὤμων αἴνυτο τόξα,
491αὐτοῖσιν δ’ἄρ’ἔθεινε παρ’οὔατα μειδιόωσα
492ἐντροπαλιζομένην · ταχέες δ’ἔκπιπτον ὀϊστοί.
493δακρυόεσσα δ’ὕπαιθα θεὰ φύγεν ὥςτε πέλεια,
494ἥ ῥάθ’ὑπ’ἴρηκος κοίλην εἰσέπτατο πέτρην
495χηραμόν · οὐ δ’ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν ·
496ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δ’αὐτόθι τόξα.
497Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης ·
498502Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι · ἀργαλέον δὲ499πληκτίζεσθ’ἀλόχοισι Διὸς νεφεληγερέταο ·500ἀλλὰ μάλα πρόφρασσα μετ’ἀθανάτοισι θεοῖσιν501εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.
ὣς ἄρ’ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα
503πεπτεῶτ’ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.
504ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς ·
505ἣ δ’ἄρ’Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,
506δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,
507ἀμφὶ δ’ἄρ’ἀμβρόσιος ἑανὸς τρέμε · τὴν δὲ προτὶ οἷ
508εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας ·
509511τίς νύ σε τοιάδ’ἔρεξε φίλον τέκος Οὐρανιώνων510μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
τὸν δ’αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή ·
512514σή μ’ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,513ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ·
515537αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν ·516μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος517μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.518οἳ δ’ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,519οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες ·520κὰδ δ’ἷζον παρὰ πατρὶ κελαινεφεῖ · αὐτὰρ Ἀχιλλεὺς521Τρῶας ὁμῶς αὐτούςτ’ὄλεκεν καὶ μώνυχας ἵππους.522ὡς δ’ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται523ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε,524πᾶσι δ’ἔθηκε πόνον, πολλοῖσι δὲ κήδε’ἐφῆκεν,525ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδε’ἔθηκεν.526ἑστήκει δ’ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου,527ἐς δ’ἐνόησ’Ἀχιλῆα πελώριον · αὐτὰρ ὑπ’αὐτοῦ528Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐ δέ τις ἀλκὴ529γίγνεθ’· ὃ δ’οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε530ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς ·
ὣς ἔφαθ’, οἳ δ’ἄνεσάντε πύλας καὶ ἀπῶσαν ὀχῆας ·
538αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος · αὐτὰρ Ἀπόλλων
539ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι.
540οἳ δ’ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο
541δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο
542φεῦγον · ὃ δὲ σφεδανὸν ἔφεπ’ἔγχεϊ, λύσσα δέ οἱ κῆρ
543αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι.
544ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν,
545εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε
546φῶτ’Ἀντήνορος υἱὸν ἀμύμονάτε κρατερόντε.
547ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς
548ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι
549φηγῷ κεκλιμένος · κεκάλυπτο δ’ἄρ’ἠέρι πολλῇ.
550αὐτὰρ ὅ γ’ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον
551ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι ·
552ὀχθήσας δ’ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν ·
553571ὤ μοι ἐγών · εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος554φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται,555αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει.556εἰ δ’ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω557Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δ’ἀπὸ τείχεος ἄλλῃ558φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρ’ἂν ἵκωμαι559Ἴδηςτε κνημοὺς κατάτε ῥωπήϊα δύω ·560ἑσπέριος δ’ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο561ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην ·562ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;563μή μ’ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ564καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν.565οὐκέτ’ἔπειτ’ἔσται θάνατον καὶ κῆρας ἀλύξαι ·566λίην γὰρ κρατερὸς περὶ πάντων ἔστ’ἀνθρώπων.567εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω ·568καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ,569ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασ’ἄνθρωποι570ἔμμεναι · αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.
ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ
572ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.
573ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο
574ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐ δέ τι θυμῷ
575ταρβεῖ οὐ δὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ ·
576εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν,
577ἀλλάτε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει
578ἀλκῆς, πρίν γ’ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι ·
579ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ
580οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτ’Ἀχιλῆος.
581ἀλλ’ὅ γ’ἄρ’ἀσπίδα μὲν πρόσθ’ἔσχετο πάντοσ’ἐΐσην,
582ἐγχείῃ δ’αὐτοῖο τιτύσκετο, καὶ μέγ’ἀΰτει ·
583590ἦ δή που μάλ’ἔολπας ἐνὶ φρεσὶ φαίδιμ’Ἀχιλλεῦ584ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων585νηπύτι’· ἦτ’ἔτι πολλὰ τετεύξεται ἄλγε’ἐπ’αὐτῇ.586ἐν γάρ οἱ πολέεςτε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,587οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχωντε καὶ υἱῶν588Ἴλιον εἰρυόμεσθα · σὺ δ’ἐνθάδε πότμον ἐφέψεις589ὧδ’ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.
ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε,
591καί ῥ’ἔβαλε κνήμην ὑπὸ γούνατος οὐ δ’ἀφάμαρτεν.
592ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο
593σμερδαλέον κονάβησε · πάλιν δ’ἀπὸ χαλκὸς ὄρουσε
594βλημένου, οὐ δ’ἐπέρησε, θεοῦ δ’ἠρύκακε δῶρα.
595Πηλεΐδης δ’ὁρμήσατ’Ἀγήνορος ἀντιθέοιο
596δεύτερος · οὐ δ’ἔτ’ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,
597ἀλλά μιν ἐξήρπαξε, κάλυψε δ’ἄρ’ἠέρι πολλῇ,
598ἡσύχιον δ’ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.
599αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ ·
600αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς
601ἔστη πρόσθε ποδῶν, ὃ δ’ἐπέσσυτο ποσσὶ διώκειν ·
602εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο
603τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον
604τυτθὸν ὑπεκπροθέοντα · δόλῳ δ’ἄρ’ἔθελγεν Ἀπόλλων
605ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι ·
606τόφρ’ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ
607ἀσπάσιοι προτὶ ἄστυ, πόλις δ’ἔμπλητο ἀλέντων.
608οὐ δ’ἄρα τοί γ’ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς
609μεῖναι ἔτ’ἀλλήλους, καὶ γνώμεναι ὅςτε πεφεύγοι
610ὅςτ’ἔθαν’ἐν πολέμῳ · ἀλλ’ἐσσυμένως ἐσέχυντο
611ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.