Iliad, Book 20 (Υ)
ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο
2ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί,
3Τρῶες δ’αὖθ’ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο ·
4Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι
5κρατὸς ἀπ’Οὐλύμποιο πολυπτύχου · ἣ δ’ἄρα πάντῃ
6φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι.
7οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφ’Ὠκεανοῖο,
8οὔτ’ἄρα νυμφάων αἵτ’ἄλσεα καλὰ νέμονται
9καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
10ἐλθόντες δ’ἐς δῶμα Διὸς νεφεληγερέταο
11ξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶ
12Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν.
13ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατ’· οὐ δ’ἐνοσίχθων
14νηκούστησε θεᾶς, ἀλλ’ἐξ ἁλὸς ἦλθε μετ’αὐτούς,
15ἷζε δ’ἄρ’ἐν μέσσοισι, Διὸς δ’ἐξείρετο βουλήν ·
1619τίπτ’αὖτ’ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας;17ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις;18τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμόςτε δέδηε.
τὸν δ’ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
2031ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν21ὧν ἕνεκα ξυνάγειρα · μέλουσί μοι ὀλλύμενοί περ.22ἀλλ’ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο23ἥμενος, ἔνθ’ὁρόων φρένα τέρψομαι · οἳ δὲ δὴ ἄλλοι24ἔρχεσθ’ὄφρ’ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς,25ἀμφοτέροισι δ’ἀρήγεθ’ὅπῃ νόος ἐστὶν ἑκάστου.26εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται27οὐ δὲ μίνυνθ’ἕξουσι ποδώκεα Πηλεΐωνα.28καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες ·29νῦν δ’ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς30δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ.
ὣς ἔφατο Κρονίδης, πόλεμον δ’ἀλίαστον ἔγειρε.
32βὰν δ’ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες ·
33Ἥρη μὲν μετ’ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη
34ἠδὲ Ποσειδάων γαιήοχος ἠδ’ἐριούνης
35Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται ·
36Ἥφαιστος δ’ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων
37χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
38ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμ’αὐτῷ
39Φοῖβος ἀκερσεκόμης ἠδ’Ἄρτεμις ἰοχέαιρα
40Λητώτε Ξάνθόςτε φιλομειδήςτ’Ἀφροδίτη.
41εἷος μέν ῥ’ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,
42τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκ’Ἀχιλλεὺς
43ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ’ἀλεγεινῆς ·
44Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον
45δειδιότας, ὅθ’ὁρῶντο ποδώκεα Πηλεΐωνα
46τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ.
47αὐτὰρ ἐπεὶ μεθ’ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν,
48ὦρτο δ’Ἔρις κρατερὴ λαοσσόος, αὖε δ’Ἀθήνη
49στᾶσ’ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός,
50ἄλλοτ’ἐπ’ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει.
51αὖε δ’Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος
52ὀξὺ κατ’ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,
53ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.
54ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες
55σύμβαλον, ἐν δ’αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν ·
56δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶντε θεῶντε
57ὑψόθεν · αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε
58γαῖαν ἀπειρεσίην ὀρέωντ’αἰπεινὰ κάρηνα.
59πάντες δ’ἐσσείοντο πόδες πολυπίδακος Ἴδης
60καὶ κορυφαί, Τρώωντε πόλις καὶ νῆες Ἀχαιῶν.
61ἔδεισεν δ’ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς,
62δείσας δ’ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε
63γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων,
64οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη
65σμερδαλέ’εὐρώεντα, τάτε στυγέουσι θεοί περ ·
66τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.
67ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος
68ἵστατ’Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα,
69ἄντα δ’Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη ·
70Ἥρῃ δ’ἀντέστη χρυσηλάκατος κελαδεινὴ
71Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο ·
72Λητοῖ δ’ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς,
73ἄντα δ’ἄρ’Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,
74ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.
75ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν · αὐτὰρ Ἀχιλλεὺς
76Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον
77Πριαμίδεω · τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει
78αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
79Αἰνείαν δ’ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων
80ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ ·
81υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν ·
82τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων ·
8386Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ84ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων85Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν;
τὸν δ’αὖτ’Αἰνείας ἀπαμειβόμενος προσέειπε ·
87103Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις88ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι;89οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντ’Ἀχιλῆος90στήσομαι, ἀλλ’ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν91ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι,92πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον · αὐτὰρ ἐμὲ Ζεὺς93εἰρύσαθ’, ὅς μοι ἐπῶρσε μένος λαιψηράτε γοῦνα.94ἦ κ’ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης,95ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδ’ἐκέλευεν96ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν.97τὼ οὐκ ἔστ’Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι ·98αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει.99καὶ δ’ἄλλως τοῦ γ’ἰθὺ βέλος πέτετ’, οὐ δ’ἀπολήγει100πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ101ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα102νικήσει’, οὐ δ’εἰ παγχάλκεος εὔχεται εἶναι.
τὸν δ’αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων ·
104110ἥρως ἀλλ’ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν105εὔχεο · καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης106ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν ·107ἣ μὲν γὰρ Διός ἐσθ’, ἣ δ’ἐξ ἁλίοιο γέροντος.108ἀλλ’ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μη δέ σε πάμπαν109λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.
ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν,
111βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
112οὐ δ’ἔλαθ’Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην
113ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν ·
114ἣ δ’ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε ·
115132φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη116ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα.117Αἰνείας ὅδ’ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ118ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων.119ἀλλ’ἄγεθ’, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω120αὐτόθεν, ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ121παρσταίη, δοίη δὲ κράτος μέγα, μη δέ τι θυμῷ122δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι123ἀθανάτων, οἳ δ’αὖτ’ἀνεμώλιοι οἳ τὸ πάρος περ124Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.125πάντες δ’Οὐλύμποιο κατήλθομεν ἀντιόωντες126τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι127σήμερον · ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα128γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.129εἰ δ’Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς130δείσετ’ἔπειθ’, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ131ἐν πολέμῳ · χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.
τὴν δ’ἠμείβετ’ἔπειτα Ποσειδάων ἐνοσίχθων ·
133144Ἥρη μὴ χαλέπαινε παρ’ἐκ νόον · οὐ δέ τί σε χρή.134οὐκ ἂν ἔγωγ’ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι135ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν ·136ἀλλ’ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες137ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δ’ἄνδρεσσι μελήσει.138εἰ δέ κ’Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων,139ἢ Ἀχιλῆ’ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,140αὐτίκ’ἔπειτα καὶ ἄμμι παρ’αὐτόθι νεῖκος ὀρεῖται141φυλόπιδος · μάλα δ’ὦκα διακρινθέντας ὀΐω142ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθ’ὁμήγυριν ἄλλων143ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.
ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης
145τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο
146ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη
147ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,
148ὁππότε μιν σεύαιτο ἀπ’ἠϊόνος πεδίον δέ.
149ἔνθα Ποσειδάων κατ’ἄρ’ἕζετο καὶ θεοὶ ἄλλοι,
150ἀμφὶ δ’ἄρ’ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο ·
151οἳ δ’ἑτέρωσε καθῖζον ἐπ’ὀφρύσι Καλλικολώνης
152ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον.
153ὣς οἳ μέν ῥ’ἑκάτερθε καθήατο μητιόωντες
154βουλάς · ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο
155ὄκνεον ἀμφότεροι, Ζεὺς δ’ἥμενος ὕψι κέλευε.
156τῶν δ’ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ
157ἀνδρῶν ἠδ’ἵππων · κάρκαιρε δὲ γαῖα πόδεσσιν
158ὀρνυμένων ἄμυδις. δύο δ’ἀνέρες ἔξοχ’ἄριστοι
159ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι
160Αἰνείαςτ’Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς.
161Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει
162νευστάζων κόρυθι βριαρῇ · ἀτὰρ ἀσπίδα θοῦριν
163πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος.
164Πηλεΐδης δ’ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς
165σίντης, ὅντε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν
166ἀγρόμενοι πᾶς δῆμος · ὃ δὲ πρῶτον μὲν ἀτίζων
167ἔρχεται, ἀλλ’ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν
168δουρὶ βάλῃ ἐάλητε χανών, περίτ’ἀφρὸς ὀδόντας
169γίγνεται, ἐν δέτέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ,
170οὐρῇ δὲ πλευράςτε καὶ ἰσχία ἀμφοτέρωθεν
171μαστίεται, ἑὲ δ’αὐτὸν ἐποτρύνει μαχέσασθαι,
172γλαυκιόων δ’ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ
173ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ ·
174ὣς Ἀχιλῆ’ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ
175ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.
176οἳ δ’ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ἀλλήλοισιν ἰόντες,
177τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς ·
178199Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν179ἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει180ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι181τιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμ’ἐξεναρίξῃς,182οὔ τοι το- τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει ·183εἰσὶν γάρ οἱ παῖδες, ὃ δ’ἔμπεδος οὐ δ’ἀεσίφρων.184ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων185καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι186αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σ’ἔολπα τὸ ῥέξειν.187ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.188ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα189σεῦα κατ’Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι190καρπαλίμως; τότε δ’οὔ τι μετατροπαλίζεο φεύγων.191ἔνθεν δ’ἐς Λυρνησσὸν ὑπέκφυγες · αὐτὰρ ἐγὼ τὴν192πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί,193ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας194ἦγον · ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.195ἀλλ’οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ196βάλλεαι · ἀλλά σ’ἔγωγ’ἀναχωρήσαντα κελεύω197ἐς πληθὺν ἰέναι, μη δ’ἀντίος ἵστασ’ἐμεῖο,198πρίν τι κακὸν παθέειν · ῥεχθὲν δέτε νήπιος ἔγνω.
τὸν δ’αὖτ’Αἰνείας ἀπαμείβετο φώνησέντε ·
200259Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς201ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς202ἠμὲν κερτομίας ἠδ’αἴσυλα μυθήσασθαι.203ἴδμεν δ’ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας204πρόκλυτ’ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων ·205ὄψει δ’οὔτ’ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτ’ἄρ’ἐγὼ σούς.206φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,207μητρὸς δ’ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης ·208αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο209εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστ’Ἀφροδίτη ·210τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται211σήμερον · οὐ γάρ φημ’ἐπέεσσί γε νηπυτίοισιν212ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι.213εἰ δ’ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρ’ἐῢ εἰδῇς214ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι ·215Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,216κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ217ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων,218ἀλλ’ἔθ’ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης.219Δάρδανος αὖ τέκεθ’υἱὸν Ἐριχθόνιον βασιλῆα,220ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων ·221τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο222θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι.223τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,224ἵππῳ δ’εἰσάμενος παρελέξατο κυανοχαίτῃ ·225αἳ δ’ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους.226αἳ δ’ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,227ἄκρον ἐπ’ἀνθερίκων καρπὸν θέον οὐ δὲ κατέκλων ·228ἀλλ’ὅτε δὴ σκιρτῷεν ἐπ’εὐρέα νῶτα θαλάσσης,229ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.230Τρῶα δ’Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα ·231Τρωὸς δ’αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο232Ἶλόςτ’Ἀσσάρακόςτε καὶ ἀντίθεος Γανυμήδης,233ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων ·234τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν235κάλλεος εἵνεκα οἷο ἵν’ἀθανάτοισι μετείη.236Ἶλος δ’αὖ τέκεθ’υἱὸν ἀμύμονα Λαομέδοντα ·237Λαομέδων δ’ἄρα Τιθωνὸν τέκετο Πρίαμόντε238Λάμπόντε Κλυτίονθ’Ἱκετάονάτ’ὄζον Ἄρηος ·239Ἀσσάρακος δὲ Κάπυν, ὃ δ’ἄρ’Ἀγχίσην τέκε παῖδα ·240αὐτὰρ ἔμ’Ἀγχίσης, Πρίαμος δ’ἔτεχ’Ἕκτορα δῖον.241ταύτης τοι γενεῆςτε καὶ αἵματος εὔχομαι εἶναι.242Ζεὺς δ’ἀρετὴν ἄνδρεσσιν ὀφέλλειτε μινύθειτε243ὅππως κεν ἐθέλῃσιν · ὃ γὰρ κάρτιστος ἁπάντων.244ἀλλ’ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς245ἑσταότ’ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος.246ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι247πολλὰ μάλ’, οὐ δ’ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.248στρεπτὴ δὲ γλῶσσ’ἐστὶ βροτῶν, πολέες δ’ἔνι μῦθοι249παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.250ὁπποῖόν κ’εἴπῃσθα ἔπος, τοῖόν κ’ἐπακούσαις.251ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη252νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥςτε γυναῖκας,253αἵτε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο254νεικεῦσ’ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι255πόλλ’ἐτεάτε καὶ οὐκί · χόλος δέτε καὶ τὰ κελεύει.256ἀλκῆς δ’οὔ μ’ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα257πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον · ἀλλ’ἄγε θᾶσσον258γευσόμεθ’ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.
ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος
260σμερδαλέῳ · μέγα δ’ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ.
261Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ
262ἔσχετο ταρβήσας · φάτο γὰρ δολιχόσκιον ἔγχος
263ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο
264νήπιος, οὐ δ’ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν
265ὡς οὐ ῥηΐδι’ἐστὶ θεῶν ἐρικυδέα δῶρα
266ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐ δ’ὑποείκειν.
267οὐ δὲ τότ’Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος
268ῥῆξε σάκος · χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο ·
269ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δ’ἄρ’ἔτι τρεῖς
270ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων,
271τὰς δύο χαλκείας, δύο δ’ἔνδοθι κασσιτέροιο,
272τὴν δὲ μίαν χρυσῆν, τῇ ῥ’ἔσχετο μείλινον ἔγχος.
273δεύτερος αὖτ’Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,
274καὶ βάλεν Αἰνείαο κατ’ἀσπίδα πάντοσ’ἐΐσην
275ἄντυγ’ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός,
276λεπτοτάτη δ’ἐπέην ῥινὸς βοός · ἣ δὲ διὰ πρὸ
277Πηλιὰς ἤϊξεν μελίη, λάκε δ’ἀσπὶς ὑπ’αὐτῆς.
278Αἰνείας δ’ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδ’ἀνέσχε
279δείσας · ἐγχείη δ’ἄρ’ὑπὲρ νώτου ἐνὶ γαίῃ
280ἔστη ἱεμένη, διὰ δ’ἀμφοτέρους ἕλε κύκλους
281ἀσπίδος ἀμφιβρότης · ὃ δ’ἀλευάμενος δόρυ μακρὸν
282ἔστη, κὰδ δ’ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι,
283ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺς
284ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ
285σμερδαλέα ἰάχων · ὃ δὲ χερμάδιον λάβε χειρὶ
286Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γ’ἄνδρε φέροιεν,
287οἷοι νῦν βροτοί εἰσ’· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
288ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ
289ἢ κόρυθ’ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον,
290τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα,
291εἰ μὴ ἄρ’ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων ·
292αὐτίκα δ’ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν ·
293309ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο,294ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι295πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο296νήπιος, οὐ δέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.297ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει298μὰψ ἕνεκ’ἀλλοτρίων ἀχέων, κεχαρισμένα δ’αἰεὶ299δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;300ἀλλ’ἄγεθ’ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν,301μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς302τόνδε κατακτείνῃ · μόριμον δέ οἵ ἐστ’ἀλέασθαι,303ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται304Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων305οἳ ἕθεν ἐξεγένοντο γυναικῶντε θνητάων.306ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων ·307νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει308καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.
τὸν δ’ἠμείβετ’ἔπειτα βοῶπις πότνια Ἥρη ·
310318ἐννοσίγαι’, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον311Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς312Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα.313ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους314πᾶσι μετ’ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη315μή ποτ’ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,316μη δ’ὁπότ’ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται317καιομένη, καίωσι δ’ἀρήϊοι υἷες Ἀχαιῶν.
αὐτὰρ ἐπεὶ τό γ’ἄκουσε Ποσειδάων ἐνοσίχθων,
319βῆ ῥ’ἴμεν ἄντε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων,
320ἷξε δ’ὅθ’Αἰνείας ἠδ’ὃ κλυτὸς ἦεν Ἀχιλλεύς.
321αὐτίκα τῷ μὲν ἔπειτα κατ’ὀφθαλμῶν χέεν ἀχλὺν
322Πηλεΐδῃ Ἀχιλῆϊ · ὃ δὲ μελίην εὔχαλκον
323ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο ·
324καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν,
325Αἰνείαν δ’ἔσσευεν ἀπὸ χθονὸς ὑψόσ’ἀείρας.
326πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων
327Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας,
328ἷξε δ’ἐπ’ἐσχατιὴν πολυάϊκος πολέμοιο,
329ἔνθάτε Καύκωνες πόλεμον μέτα θωρήσσοντο.
330τῷ δὲ μάλ’ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων,
331καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
332340Αἰνεία, τίς σ’ὧδε θεῶν ἀτέοντα κελεύει333ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι,334ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν;335ἀλλ’ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ,336μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι.337αὐτὰρ ἐπεί κ’Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ,338θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι ·339οὐ μὲν γάρ τίς σ’ἄλλος Ἀχαιῶν ἐξεναρίξει.
ὣς εἰπὼν λίπεν αὐτόθ’, ἐπεὶ διεπέφραδε πάντα.
341αἶψα δ’ἔπειτ’Ἀχιλῆος ἀπ’ὀφθαλμῶν σκέδασ’ἀχλὺν
342θεσπεσίην · ὃ δ’ἔπειτα μέγ’ἔξιδεν ὀφθαλμοῖσιν,
343ὀχθήσας δ’ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν ·
344353ὢ πόποι ἦ μέγα θαῦμα τόδ’ὀφθαλμοῖσιν ὁρῶμαι ·345ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐ δέ τι φῶτα346λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων.347ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν348ἦεν · ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.349ἐρρέτω · οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι350ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο.351ἀλλ’ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας352τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.
ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ ·
354364μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί,355ἀλλ’ἄγ’ἀνὴρ ἄντ’ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι.356ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι357τοσσούσδ’ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι ·358οὐ δέ κ’Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐ δέ κ’Ἀθήνη359τοσσῆσδ’ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο ·360ἀλλ’ὅσσον μὲν ἐγὼ δύναμαι χερσίντε ποσίντε361καὶ σθένει, οὔ μ’ἔτι φημὶ μεθησέμεν οὐ δ’ἠβαιόν,362ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐ δέ τιν’οἴω363Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.
ὣς φάτ’ἐποτρύνων · Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ
365κέκλεθ’ὁμοκλήσας, φάτο δ’ἴμεναι ἄντ’Ἀχιλῆος ·
366373Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα.367καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην,368ἔγχεϊ δ’ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν.369οὐ δ’Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει,370ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει.371τοῦ δ’ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,372εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ’αἴθωνι σιδήρῳ.
ὣς φάτ’ἐποτρύνων, οἳ δ’ἀντίοι ἔγχε’ἄειραν
374Τρῶες · τῶν δ’ἄμυδις μίχθη μένος, ὦρτο δ’ἀϋτή.
375καὶ τότ’ἄρ’Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων ·
376379Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε,377ἀλλὰ κατὰ πληθύντε καὶ ἐκ φλοίσβοιο δέδεξο,378μή πώς σ’ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.
ὣς ἔφαθ’, Ἕκτωρ δ’αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν
380ταρβήσας, ὅτ’ἄκουσε θεοῦ ὄπα φωνήσαντος.
381ἐν δ’Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν
382σμερδαλέα ἰάχων, πρῶτον δ’ἕλεν Ἰφιτίωνα
383ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν,
384ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ
385Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ ·
386τὸν δ’ἰθὺς μεμαῶτα βάλ’ἔγχεϊ δῖος Ἀχιλλεὺς
387μέσσην κὰκ κεφαλήν · ἣ δ’ἄνδιχα πᾶσα κεάσθη,
388δούπησεν δὲ πεσών, ὃ δ’ἐπεύξατο δῖος Ἀχιλλεύς ·
389393κεῖσαι Ὀτρυντεΐδη πάντων ἐκπαγλότατ’ἀνδρῶν ·390ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστ’ἐπὶ λίμνῃ391Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν392Ὕλλῳ ἐπ’ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι.
ὣς ἔφατ’εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε.
394τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο
395πρώτῃ ἐν ὑσμίνῃ · ὃ δ’ἐπ’αὐτῷ Δημολέοντα
396ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸν
397νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου.
398οὐ δ’ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ δι’αὐτῆς
399αἰχμὴ ἱεμένη ῥῆξ’ὀστέον, ἐγκέφαλος δὲ
400ἔνδον ἅπας πεπάλακτο · δάμασσε δέ μιν μεμαῶτα.
401Ἱπποδάμαντα δ’ἔπειτα καθ’ἵππων ἀΐξαντα
402πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί.
403αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος
404ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα
405κούρων ἑλκόντων · γάνυται δέτε τοῖς ἐνοσίχθων ·
406ὣς ἄρα τόν γ’ἐρυγόντα λίπ’ὀστέα θυμὸς ἀγήνωρ ·
407αὐτὰρ ὃ βῆ σὺν δουρὶ μετ’ἀντίθεον Πολύδωρον
408Πριαμίδην. τὸν δ’οὔ τι πατὴρ εἴασκε μάχεσθαι,
409οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο,
410καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα
411δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων
412θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.
413τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς
414νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες
415χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ ·
416ἀντικρὺ δὲ διέσχε παρ’ὀμφαλὸν ἔγχεος αἰχμή,
417γνὺξ δ’ἔριπ’οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε
418κυανέη, προτὶ οἷ δ’ἔλαβ’ἔντερα χερσὶ λιασθείς.
419Ἕκτωρ δ’ὡς ἐνόησε κασίγνητον Πολύδωρον
420ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη
421κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτ’ἀχλύς · οὐ δ’ἄρ’ἔτ’ἔτλη
422δηρὸν ἑκὰς στρωφᾶσθ’, ἀλλ’ἀντίος ἦλθ’Ἀχιλῆϊ
423ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος · αὐτὰρ Ἀχιλλεὺς
424ὡς εἶδ’, ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα ·
425428ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστ’ἐσεμάσσατο θυμόν,426ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον · οὐ δ’ἂν ἔτι δὴν427ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.
ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον ·
429430ἆσσον ἴθ’ὥς κεν θᾶσσον ὀλέθρου πείραθ’ἵκηαι.
τὸν δ’οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ ·
431438Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς432ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς433ἠμὲν κερτομίας ἠδ’αἴσυλα μυθήσασθαι.434οἶδα δ’ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων.435ἀλλ’ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,436αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι437δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.
ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γ’Ἀθήνη
439πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο
440ἦκα μάλα ψύξασα · τὸ δ’ἂψ ἵκεθ’Ἕκτορα δῖον,
441αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺς
442ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων,
443σμερδαλέα ἰάχων · τὸν δ’ἐξήρπαξεν Ἀπόλλων
444ῥεῖα μάλ’ὥςτε θεός, ἐκάλυψε δ’ἄρ’ἠέρι πολλῇ.
445τρὶς μὲν ἔπειτ’ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς
446ἔγχεϊ χαλκείῳ, τρὶς δ’ἠέρα τύψε βαθεῖαν.
447ἀλλ’ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
448δεινὰ δ’ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα ·
449455ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον · ἦτέ τοι ἄγχι450ἦλθε κακόν · νῦν αὖτέ σ’ἐρύσατο Φοῖβος Ἀπόλλων,451ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.452ἦ θήν σ’ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,453εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.454νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.
ὣς εἰπὼν Δρύοπ’οὖτα κατ’αὐχένα μέσσον ἄκοντι ·
456ἤριπε δὲ προπάροιθε ποδῶν · ὃ δὲ τὸν μὲν ἔασε,
457Δημοῦχον δὲ Φιλητορίδην ἠΰντε μέγαντε
458κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα
459οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν ·
460αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος
461ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε,
462τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας.
463Τρῶα δ’Ἀλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων,
464εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη
465μη δὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας,
466νήπιος, οὐ δὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν ·
467οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐ δ’ἀγανόφρων,
468ἀλλὰ μάλ’ἐμμεμαώς · ὃ μὲν ἥπτετο χείρεσι γούνων
469ἱέμενος λίσσεσθ’, ὃ δὲ φασγάνῳ οὖτα καθ’ἧπαρ ·
470ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατ’αὐτοῦ
471κόλπον ἐνέπλησεν · τὸν δὲ σκότος ὄσσε κάλυψε
472θυμοῦ δευόμενον · ὃ δὲ Μούλιον οὖτα παραστὰς
473δουρὶ κατ’οὖς · εἶθαρ δὲ δι’οὔατος ἦλθ’ἑτέροιο
474αἰχμὴ χαλκείη · ὃ δ’Ἀγήνορος υἱὸν Ἔχεκλον
475μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι,
476πᾶν δ’ὑπεθερμάνθη ξίφος αἵματι · τὸν δὲ κατ’ὄσσε
477ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
478Δευκαλίωνα δ’ἔπειθ’, ἵνατε ξυνέχουσι τένοντες
479ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν
480αἰχμῇ χαλκείῃ · ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς
481πρόσθ’ὁρόων θάνατον · ὃ δὲ φασγάνῳ αὐχένα θείνας
482τῆλ’αὐτῇ πήληκι κάρη βάλε · μυελὸς αὖτε
483σφονδυλίων ἔκπαλθ’, ὃ δ’ἐπὶ χθονὶ κεῖτο τανυσθείς.
484αὐτὰρ ὃ βῆ ῥ’ἰέναι μετ’ἀμύμονα Πείρεω υἱὸν
485Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει ·
486τὸν βάλε μέσσον ἄκοντι, πάγη δ’ἐν νηδύϊ χαλκός,
487ἤριπε δ’ἐξ ὀχέων · ὃ δ’Ἀρηΐθοον θεράποντα
488ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ
489νύξ’, ἀπὸ δ’ἅρματος ὦσε · κυκήθησαν δέ οἱ ἵπποι.
490ὡς δ’ἀναμαιμάει βαθέ’ἄγκεα θεσπιδαὲς πῦρ
491οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη,
492πάντῃτε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,
493ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος
494κτεινομένους ἐφέπων · ῥέε δ’αἵματι γαῖα μέλαινα.
495ὡς δ’ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους
496τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
497ῥίμφάτε λέπτ’ἐγένοντο βοῶν ὑπὸ πόσσ’ἐριμύκων,
498ὣς ὑπ’Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι
499στεῖβον ὁμοῦ νέκυάςτε καὶ ἀσπίδας · αἵματι δ’ἄξων
500νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
501ἃς ἄρ’ἀφ’ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
502αἵτ’ἀπ’ἐπισσώτρων · ὃ δὲ ἵετο κῦδος ἀρέσθαι
503Πηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.