Iliad, Book 10 (Κ)
ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν
2εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ ·
3ἀλλ’οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν
4ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα.
5ὡς δ’ὅτ’ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο
6τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν
7ἢ νιφετόν, ὅτε πέρτε χιὼν ἐπάλυνεν ἀρούρας,
8ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,
9ὣς πυκίν’ἐν στήθεσσιν ἀνεστενάχιζ’Ἀγαμέμνων
10νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός.
11ἤτοι ὅτ’ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,
12θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ
13αὐλῶν συρίγγωντ’ἐνοπὴν ὅμαδόντ’ἀνθρώπων.
14αὐτὰρ ὅτ’ἐς νῆάςτε ἴδοι καὶ λαὸν Ἀχαιῶν,
15πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας
16ὑψόθ’ἐόντι Διί, μέγα δ’ἔστενε κυδάλιμον κῆρ.
17ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
18Νέστορ’ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,
19εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,
20ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.
21ὀρθωθεὶς δ’ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
22ποσσὶ δ’ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
23ἀμφὶ δ’ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος
24αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ’ἔγχος.
25ὣς δ’αὔτως Μενέλαον ἔχε τρόμος · οὐ δὲ γὰρ αὐτῷ
26ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε · μή τι πάθοιεν
27Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφ’ὑγρὴν
28ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
29παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε
30ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας
31θήκατο χαλκείην, δόρυ δ’εἵλετο χειρὶ παχείῃ.
32βῆ δ’ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων
33Ἀργείων ἤνασσε, θεὸς δ’ὣς τίετο δήμῳ.
34τὸν δ’εὗρ’ἀμφ’ὤμοισι τιθήμενον ἔντεα καλὰ
35νηῒ πάρα πρύμνῃ · τῷ δ’ἀσπάσιος γένετ’ἐλθών.
36τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος ·
3742τίφθ’οὕτως ἠθεῖε κορύσσεαι; ἦ τιν’ἑταίρων38ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλ’αἰνῶς39δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον40ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν41νύκτα δι’ἀμβροσίην · μάλα τις θρασυκάρδιος ἔσται.
τὸν δ’ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων ·
4360χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε44κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει45Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν.46Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχ’ἱεροῖσιν ·47οὐ γάρ πω ἰδόμην, οὐ δ’ἔκλυον αὐδήσαντος48ἄνδρ’ἕνα τοσσάδε μέρμερ’ἐπ’ἤματι μητίσασθαι,49ὅσσ’Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν50αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο.51ἔργα δ’ἔρεξ’ὅσα φημὶ μελησέμεν Ἀργείοισι52δηθάτε καὶ δολιχόν · τόσα γὰρ κακὰ μήσατ’Ἀχαιούς.53ἀλλ’ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον54ῥίμφα θέων παρὰ νῆας · ἐγὼ δ’ἐπὶ Νέστορα δῖον55εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κ’ἐθέλῃσιν56ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδ’ἐπιτεῖλαι.57κείνῳ γάρ κε μάλιστα πιθοίατο · τοῖο γὰρ υἱὸς58σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων59Μηριόνης · τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.
τὸν δ’ἠμείβετ’ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος ·
6164πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις;62αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς,63ἦε θέω μετὰ σ’αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;
τὸν δ’αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
6572αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν66ἐρχομένω · πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.67φθέγγεο δ’ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι68πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον69πάντας κυδαίνων · μη δὲ μεγαλίζεο θυμῷ,70ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα · ὧδέ που ἄμμι71Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.
ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας ·
73αὐτὰρ ὃ βῆ ῥ’ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν ·
74τὸν δ’εὗρεν παράτε κλισίῃ καὶ νηῒ μελαίνῃ
75εὐνῇ ἔνι μαλακῇ · παρὰ δ’ἔντεα ποικίλ’ἔκειτο
76ἀσπὶς καὶ δύο δοῦρε φαεινήτε τρυφάλεια.
77πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥ’ὁ γεραιὸς
78ζώννυθ’ὅτ’ἐς πόλεμον φθισήνορα θωρήσσοιτο
79λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.
80ὀρθωθεὶς δ’ἄρ’ἐπ’ἀγκῶνος κεφαλὴν ἐπαείρας
81Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ ·
8286τίς δ’οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος83νύκτα δι’ὀρφναίην, ὅτεθ’εὕδουσι βροτοὶ ἄλλοι,84ἠέ τιν’οὐρήων διζήμενος, ἤ τιν’ἑταίρων;85φθέγγεο, μη δ’ἀκέων ἐπ’ἔμ’ἔρχεο · τίπτε δέ σε χρεώ;
τὸν δ’ἠμείβετ’ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
87102ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν88γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων89Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κ’ἀϋτμὴ90ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ’ὀρώρῃ.91πλάζομαι ὧδ’ἐπεὶ οὔ μοι ἐπ’ὄμμασι νήδυμος ὕπνος92ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδε’Ἀχαιῶν.93αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐ δέ μοι ἦτορ94ἔμπεδον, ἀλλ’ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω95στηθέων ἐκθρῴσκει, τρομέει δ’ὑπὸ φαίδιμα γυῖα.96ἀλλ’εἴ τι δραίνεις, ἐπεὶ οὐ δὲ σέ γ’ὕπνος ἱκάνει,97δεῦρ’ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν98μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ99κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.100δυσμενέες δ’ἄνδρες σχεδὸν εἵαται · οὐ δέ τι ἴδμεν101μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.
τὸν δ’ἠμείβετ’ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
103119Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον104οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς105ἐκτελέει, ὅσα πού νυν ἐέλπεται · ἀλλά μιν οἴω106κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς107ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.108σοὶ δὲ μάλ’ἕψομ’ἐγώ · ποτὶ δ’αὖ καὶ ἐγείρομεν ἄλλους109ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδ’Ὀδυσῆα110ἠδ’Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.111ἀλλ’εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν112ἀντίθεόντ’Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα ·113τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐ δὲ μάλ’ἐγγύς.114ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον115νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐ δ’ἐπικεύσω116ὡς εὕδει, σοὶ δ’οἴῳ ἐπέτρεψεν πονέεσθαι.117νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι118λισσόμενος · χρειὼ γὰρ ἱκάνεται οὐκέτ’ἀνεκτός.
τὸν δ’αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
120128ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα ·121πολλάκι γὰρ μεθιεῖτε καὶ οὐκ ἐθέλει πονέεσθαι122οὔτ’ὄκνῳ εἴκων οὔτ’ἀφραδίῃσι νόοιο,123ἀλλ’ἐμέτ’εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.124νῦν δ’ἐμέο πρότερος μάλ’ἐπέγρετο καί μοι ἐπέστη ·125τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς.126ἀλλ’ἴομεν · κείνους δὲ κιχησόμεθα πρὸ πυλάων127ἐν φυλάκεσσ’, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.
τὸν δ’ἠμείβετ’ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
129131οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐ δ’ἀπιθήσει130Ἀργείων, ὅτε κέν τιν’ἐποτρύνῃ καὶ ἀνώγῃ.
ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
132ποσσὶ δ’ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
133ἀμφὶ δ’ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν
134διπλῆν ἐκταδίην, οὔλη δ’ἐπενήνοθε λάχνη.
135εἵλετο δ’ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
136βῆ δ’ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
137πρῶτον ἔπειτ’Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
138ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ
139φθεγξάμενος · τὸν δ’αἶψα περὶ φρένας ἤλυθ’ἰωή,
140ἐκ δ’ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε ·
141143τίφθ’οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε142νύκτα δι’ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;
τὸν δ’ἠμείβετ’ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
144148διογενὲς Λαερτιάδη πολυμήχαν’Ὀδυσσεῦ145μὴ νεμέσα · τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.146ἀλλ’ἕπε’, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅντ’ἐπέοικε147βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.
ὣς φάθ’, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς
149ποικίλον ἀμφ’ὤμοισι σάκος θέτο, βῆ δὲ μετ’αὐτούς.
150βὰν δ’ἐπὶ Τυδεΐδην Διομήδεα · τὸν δὲ κίχανον
151ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν · ἀμφὶ δ’ἑταῖροι
152εὗδον, ὑπὸ κρασὶν δ’ἔχον ἀσπίδας · ἔγχεα δέ σφιν
153ὄρθ’ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς
154λάμφ’ὥςτε στεροπὴ πατρὸς Διός · αὐτὰρ ὅ γ’ἥρως
155εὗδ’, ὑπὸ δ’ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο,
156αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.
157τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,
158λὰξ ποδὶ κινήσας, ὄτρυνέτε νείκεσέτ’ἄντην ·
159162ἔγρεο Τυδέος υἱέ · τί πάννυχον ὕπνον ἀωτεῖς;160οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο161εἵαται ἄγχι νεῶν, ὀλίγος δ’ἔτι χῶρος ἐρύκει;
ὣς φάθ’, ὃ δ’ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε,
163καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
164168σχέτλιός ἐσσι γεραιέ · σὺ μὲν πόνου οὔ ποτε λήγεις.165οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν166οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων167πάντῃ ἐποιχόμενοι; σὺ δ’ἀμήχανός ἐσσι γεραιέ.
τὸν δ’αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ ·
169177ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.170εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ171καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν ·172ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.173νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς174ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι.175ἀλλ’ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν176ἄνστησον · σὺ γάρ ἐσσι νεώτερος · εἴ μ’ἐλεαίρεις.
ὣς φάθ’, ὃ δ’ἀμφ’ὤμοισιν ἑέσσατο δέρμα λέοντος
178αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ’ἔγχος.
179βῆ δ’ἰέναι, τοὺς δ’ἔνθεν ἀναστήσας ἄγεν ἥρως.
180οἳ δ’ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν,
181οὐ δὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,
182ἀλλ’ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.
183ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ
184θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅςτε καθ’ὕλην
185ἔρχηται δι’ὄρεσφι · πολὺς δ’ὀρυμαγδὸς ἐπ’αὐτῷ
186ἀνδρῶν ἠδὲ κυνῶν, ἀπότέ σφισιν ὕπνος ὄλωλεν ·
187ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει
188νύκτα φυλασσομένοισι κακήν · πεδίον δὲ γὰρ αἰεὶ
189τετράφαθ’, ὁππότ’ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.
190τοὺς δ’ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέτε μύθῳ
191καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
192194οὕτω νῦν φίλα τέκνα φυλάσσετε · μη δέ τιν’ὕπνος193αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.
ὣς εἰπὼν τάφροιο διέσσυτο · τοὶ δ’ἅμ’ἕποντο
195Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν.
196τοῖς δ’ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς
197ἤϊσαν · αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.
198τάφρον δ’ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο
199ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος
200πιπτόντων · ὅθεν αὖτις ἀπετράπετ’ὄβριμος Ἕκτωρ
201ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.
202ἔνθα καθεζόμενοι ἔπε’ἀλλήλοισι πίφαυσκον ·
203τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ ·
204218ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθ’ἑῷ αὐτοῦ205θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους206ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα,207ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο,208ἅσσάτε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν209αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ210ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ’Ἀχαιούς.211ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι212ἀσκηθής · μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη213πάντας ἐπ’ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή ·214ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι215τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν216θῆλυν ὑπόρρηνον · τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,217αἰεὶ δ’ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.
ὣς ἔφαθ’, οἳ δ’ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
219τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης ·
220227Νέστορ ἔμ’ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ221ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων222Τρώων · ἀλλ’εἴ τίς μοι ἀνὴρ ἅμ’ἕποιτο καὶ ἄλλος223μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.224σύντε δύ’ἐρχομένω καίτε πρὸ ὃ τοῦ ἐνόησεν225ὅππως κέρδος ἔῃ · μοῦνος δ’εἴ πέρτε νοήσῃ226ἀλλάτέ οἱ βράσσωντε νόος, λεπτὴ δέτε μῆτις.
ὣς ἔφαθ’, οἳ δ’ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.
228ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος,
229ἤθελε Μηριόνης, μάλα δ’ἤθελε Νέστορος υἱός,
230ἤθελε δ’Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος,
231ἤθελε δ’ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον
232Τρώων · αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.
233τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
234240Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ235τὸν μὲν δὴ ἕταρόν γ’αἱρήσεαι ὅν κ’ἐθέλῃσθα,236φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.237μη δὲ σύ γ’αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω238καλλείπειν, σὺ δὲ χείρον’ὀπάσσεαι αἰδοῖ εἴκων239ἐς γενεὴν ὁρόων, μη δ’εἰ βασιλεύτερός ἐστιν.
ὣς ἔφατ’, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.
241τοῖς δ’αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης ·
242248εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ’αὐτὸν ἑλέσθαι,243πῶς ἂν ἔπειτ’Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,244οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ245ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη.246τούτου γ’ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο247ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.
τὸν δ’αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς ·
249254Τυδεΐδη μήτ’ἄρ με μάλ’αἴνεε μήτέ τι νείκει ·250εἰδόσι γάρ τοι ταῦτα μετ’Ἀργείοις ἀγορεύεις.251ἀλλ’ἴομεν · μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δ’ἠώς,252ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ253τῶν δύο μοιράων, τριτάτη δ’ἔτι μοῖρα λέλειπται.
ὣς εἰπόνθ’ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.
255Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης
256φάσγανον ἄμφηκες · τὸ δ’ἑὸν παρὰ νηῒ λέλειπτο ·
257καὶ σάκος · ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
258ταυρείην, ἄφαλόντε καὶ ἄλλοφον, ἥτε καταῖτυξ
259κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.
260Μηριόνης δ’Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην
261καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
262ῥινοῦ ποιητήν · πολέσιν δ’ἔντοσθεν ἱμᾶσιν
263ἐντέτατο στερεῶς · ἔκτοσθε δὲ λευκοὶ ὀδόντες
264ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα
265εὖ καὶ ἐπισταμένως · μέσσῃ δ’ἐνὶ πῖλος ἀρήρει.
266τήν ῥά ποτ’ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο
267ἐξέλετ’Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας,
268Σκάνδειαν δ’ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι ·
269Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι,
270αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι ·
271δὴ τότ’Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.
272τὼ δ’ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,
273βάν ῥ’ἰέναι, λιπέτην δὲ κατ’αὐτόθι πάντας ἀρίστους.
274τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο
275Παλλὰς Ἀθηναίη · τοὶ δ’οὐκ ἴδον ὀφθαλμοῖσι
276νύκτα δι’ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.
277χαῖρε δὲ τῷ ὄρνιθ’Ὀδυσεύς, ἠρᾶτο δ’Ἀθήνῃ ·
278283κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥτέ μοι αἰεὶ279ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐ δέ σε λήθω280κινύμενος · νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη,281δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι282ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ.
δεύτερος αὖτ’ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης ·
284295κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη ·285σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμ’ἕσπεο Τυδέϊ δίῳ286ἐς Θήβας, ὅτετε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει.287τοὺς δ’ἄρ’ἐπ’Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς,288αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι289κεῖσ’· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα290σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.291ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.292σοὶ δ’αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον293ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ ·294τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
ὣς ἔφαν εὐχόμενοι, τῶν δ’ἔκλυε Παλλὰς Ἀθήνη.
296οἳ δ’ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο,
297βάν ῥ’ἴμεν ὥςτε λέοντε δύω διὰ νύκτα μέλαιναν
298ἂμ φόνον, ἂν νέκυας, διάτ’ἔντεα καὶ μέλαν αἷμα.
299οὐ δὲ μὲν οὐ δὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ
300εὕδειν, ἀλλ’ἄμυδις κικλήσκετο πάντας ἀρίστους,
301ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες ·
302τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν ·
303313τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε304δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται.305δώσω γὰρ δίφρόντε δύωτ’ἐριαύχενας ἵππους306οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν307ὅς τίς κε τλαίη, οἷτ’αὐτῷ κῦδος ἄροιτο,308νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκτε πυθέσθαι309ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,310ἦ ἤδη χείρεσσιν ὑφ’ἡμετέρῃσι δαμέντες311φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐ δ’ἐθέλουσι312νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
ὣς ἔφαθ’, οἳ δ’ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
314ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς
315κήρυκος θείοιο πολύχρυσος πολύχαλκος,
316ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης ·
317αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.
318ὅς ῥα τότε Τρωσίντε καὶ Ἕκτορι μῦθον ἔειπεν ·
319328Ἕκτορ ἔμ’ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ320νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκτε πυθέσθαι.321ἀλλ’ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον322ἦ μὲν τοὺς ἵππουςτε καὶ ἅρματα ποικίλα χαλκῷ323δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα,324σοὶ δ’ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐ δ’ἀπὸ δόξης ·325τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρ’ἂν ἵκωμαι326νῆ’Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι327βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι.
ὣς φάθ’, ὃ δ’ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν ·
329332ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης330μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος331Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.
ὣς φάτο καί ῥ’ἐπίορκον ἐπώμοσε, τὸν δ’ὀρόθυνεν ·
333αὐτίκα δ’ἀμφ’ὤμοισιν ἐβάλλετο καμπύλα τόξα,
334ἕσσατο δ’ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο,
335κρατὶ δ’ἐπὶ κτιδέην κυνέην, ἕλε δ’ὀξὺν ἄκοντα,
336βῆ δ’ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ · οὐ δ’ἄρ’ἔμελλεν
337ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.
338ἀλλ’ὅτε δή ῥ’ἵππωντε καὶ ἀνδρῶν κάλλιφ’ὅμιλον,
339βῆ ῥ’ἀν’ὁδὸν μεμαώς · τὸν δὲ φράσατο προσιόντα
340διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν ·
341349οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ,342οὐκ οἶδ’ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν,343ἦ τινα συλήσων νεκύων κατατεθνηώτων.344ἀλλ’ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο345τυτθόν · ἔπειτα δέ κ’αὐτὸν ἐπαΐξαντες ἕλοιμεν346καρπαλίμως · εἰ δ’ἄμμε παραφθαίησι πόδεσσιν,347αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν348ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.
ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι
350κλινθήτην · ὃ δ’ἄρ’ὦκα παρέδραμεν ἀφραδίῃσιν.
351ἀλλ’ὅτε δή ῥ’ἀπέην ὅσσόντ’ἐπὶ οὖρα πέλονται
352ἡμιόνων · αἱ γάρτε βοῶν προφερέστεραί εἰσιν
353ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον ·
354τὼ μὲν ἐπεδραμέτην, ὃ δ’ἄρ’ἔστη δοῦπον ἀκούσας.
355ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους
356ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.
357ἀλλ’ὅτε δή ῥ’ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον,
358γνῶ ῥ’ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατ’ἐνώμα
359φευγέμεναι · τοὶ δ’αἶψα διώκειν ὁρμήθησαν.
360ὡς δ’ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης
361ἢ κεμάδ’ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ
362χῶρον ἀν’ὑλήενθ’, ὃ δέτε προθέῃσι μεμηκώς,
363ὣς τὸν Τυδεΐδης ἠδ’ὃ πτολίπορθος Ὀδυσσεὺς
364λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.
365ἀλλ’ὅτε δὴ τάχ’ἔμελλε μιγήσεσθαι φυλάκεσσι
366φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλ’Ἀθήνη
367Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων
368φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι.
369δουρὶ δ’ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης ·
370372ἠὲ μέν’ἠέ σε δουρὶ κιχήσομαι, οὐ δέ σέ φημι371δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.
ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δ’ἡμάρτανε φωτός ·
373δεξιτερὸν δ’ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ
374ἐν γαίῃ ἐπάγη · ὃ δ’ἄρ’ἔστη τάρβησέντε
375βαμβαίνων · ἄραβος δὲ διὰ στόμα γίγνετ’ὀδόντων ·
376χλωρὸς ὑπαὶ δείους · τὼ δ’ἀσθμαίνοντε κιχήτην,
377χειρῶν δ’ἁψάσθην · ὃ δὲ δακρύσας ἔπος ηὔδα ·
378382ζωγρεῖτ’, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι · ἔστι γὰρ ἔνδον379χαλκόςτε χρυσόςτε πολύκμητόςτε σίδηρος,380τῶν κ’ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσι’ἄποινα381εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ’ἐπὶ νηυσὶν Ἀχαιῶν.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
383390θάρσει, μη δέ τί τοι θάνατος καταθύμιος ἔστω.384ἀλλ’ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον ·385πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος386νύκτα δι’ὀρφναίην, ὅτεθ’εὕδουσι βροτοὶ ἄλλοι;387ἤ τινα συλήσων νεκύων κατατεθνηώτων;388ἦ σ’Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα389νῆας ἔπι γλαφυράς; ἦ σ’αὐτὸν θυμὸς ἀνῆκε;
τὸν δ’ἠμείβετ’ἔπειτα Δόλων, ὑπὸ δ’ἔτρεμε γυῖα ·
391400πολλῇσίν μ’ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,392ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους393δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ,394ἠνώγει δέ μ’ἰόντα θοὴν διὰ νύκτα μέλαιναν395ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκτε πυθέσθαι396ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,397ἦ ἤδη χείρεσσιν ὑφ’ἡμετέρῃσι δαμέντες398φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐ δ’ἐθέλουσι399νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
τὸν δ’ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς ·
401412ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς402ἵππων Αἰακίδαο δαΐφρονος · οἳ δ’ἀλεγεινοὶ403ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ’ὀχέεσθαι404ἄλλῳ γ’ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.405ἀλλ’ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον ·406ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;407ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;408πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαίτε καὶ εὐναί;409ἅσσάτε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν410αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ411ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ’Ἀχαιούς.
τὸν δ’αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός ·
413482τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλ’ἀτρεκέως καταλέξω.414Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί,415βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου416νόσφιν ἀπὸ φλοίσβου · φυλακὰς δ’ἃς εἴρεαι ἥρως417οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐ δὲ φυλάσσει.418ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη419οἷ δ’ἐγρηγόρθασι φυλασσέμεναίτε κέλονται420ἀλλήλοις · ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι421εὕδουσι · Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν ·422οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐ δὲ γυναῖκες.423τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·426τὸν δ’ἠμείβετ’ἔπειτα Δόλων Εὐμήδεος υἱός ·446τὸν δ’ἄρ’ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης ·454ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ455ἁψάμενος λίσσεσθαι, ὃ δ’αὐχένα μέσσον ἔλασσε456φασγάνῳ ἀΐξας, ἀπὸ δ’ἄμφω κέρσε τένοντε ·457φθεγγομένου δ’ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.458τοῦ δ’ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο459καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν ·460καὶ τά γ’Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς461ὑψόσ’ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα ·465ὣς ἄρ’ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσ’ἀείρας466θῆκεν ἀνὰ μυρίκην · δέελον δ’ἐπὶ σῆμάτ’ἔθηκε467συμμάρψας δόνακας μυρίκηςτ’ἐριθηλέας ὄζους,468μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν.469τὼ δὲ βάτην προτέρω διάτ’ἔντεα καὶ μέλαν αἷμα,470αἶψα δ’ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες.471οἳ δ’εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν472καλὰ παρ’αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον473τριστοιχί · παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι.474Ῥῆσος δ’ἐν μέσῳ εὗδε, παρ’αὐτῷ δ’ὠκέες ἵπποι475ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.476τὸν δ’Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν ·477οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι,478οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς.479ἀλλ’ἄγε δὴ πρόφερε κρατερὸν μένος · οὐ δέ τί σε χρὴ480ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύ’ἵππους ·481ἠὲ σύ γ’ἄνδρας ἔναιρε, μελήσουσιν δ’ἐμοὶ ἵπποι.
ὣς φάτο, τῷ δ’ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,
483κτεῖνε δ’ἐπιστροφάδην · τῶν δὲ στόνος ὄρνυτ’ἀεικὴς
484ἄορι θεινομένων, ἐρυθαίνετο δ’αἵματι γαῖα.
485ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν
486αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ,
487ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς
488ὄφρα δυώδεκ’ἔπεφνεν · ἀτὰρ πολύμητις Ὀδυσσεὺς
489ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς
490τὸν δ’Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,
491τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι
492ῥεῖα διέλθοιεν μη δὲ τρομεοίατο θυμῷ
493νεκροῖς ἀμβαίνοντες · ἀήθεσσον γὰρ ἔτ’αὐτῶν.
494ἀλλ’ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός,
495τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα
496ἀσθμαίνοντα · κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη
497τὴν νύκτ’Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης.
498τόφρα δ’ἄρ’ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους,
499σὺν δ’ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου
500τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν
501ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι ·
502ῥοίζησεν δ’ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.
503αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι,
504ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχε’ἔκειτο,
505ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσ’ἀείρας,
506ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο.
507εἷος ὃ ταῦθ’ὥρμαινε κατὰ φρένα, τόφρα δ’Ἀθήνη
508ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον ·
509512νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ510νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς,511μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.
ὣς φάθ’, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
513καρπαλίμως δ’ἵππων ἐπεβήσετο · κόψε δ’Ὀδυσσεὺς
514τόξῳ · τοὶ δ’ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
515οὐ δ’ἀλαοσκοπιὴν εἶχ’ἀργυρότοξος Ἀπόλλων
516ὡς ἴδ’Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν ·
517τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,
518ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα
519Ῥήσου ἀνεψιὸν ἐσθλόν · ὃ δ’ἐξ ὕπνου ἀνορούσας
520ὡς ἴδε χῶρον ἐρῆμον, ὅθ’ἕστασαν ὠκέες ἵπποι,
521ἄνδράςτ’ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,
522ᾤμωξέντ’ἄρ’ἔπειτα φίλοντ’ὀνόμηνεν ἑταῖρον.
523Τρώων δὲ κλαγγήτε καὶ ἄσπετος ὦρτο κυδοιμὸς
524θυνόντων ἄμυδις · θηεῦντο δὲ μέρμερα ἔργα
525ὅσσ’ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.
526οἳ δ’ὅτε δή ῥ’ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν,
527ἔνθ’Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους,
528Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα
529ἐν χείρεσσ’Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δ’ἵππων ·
530μάστιξεν δ’ἵππους, τὼ δ’οὐκ ἀέκοντε πετέσθην
531νῆας ἔπι γλαφυράς · τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
532Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέντε ·
533540ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες534ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.535ἵππων μ’ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.536αἲ γὰρ δὴ Ὀδυσεύςτε καὶ ὃ κρατερὸς Διομήδης537ὧδ’ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους ·538ἀλλ’αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν539Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
οὔ πω πᾶν εἴρητο ἔπος ὅτ’ἄρ’ἤλυθον αὐτοί.
541καί ῥ’οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες
542δεξιῇ ἠσπάζοντο ἔπεσσίτε μειλιχίοισι ·
543πρῶτος δ’ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ ·
544554εἴπ’ἄγε μ’ὦ πολύαιν’Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν545ὅππως τοῦσδ’ἵππους λάβετον καταδύντες ὅμιλον546Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.547αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.548αἰεὶ μὲν Τρώεσσ’ἐπιμίσγομαι, οὐ δέ τί φημι549μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής ·550ἀλλ’οὔ πω τοίους ἵππους ἴδον οὐ δὲ νόησα.551ἀλλά τιν’ὔμμ’ὀΐω δόμεναι θεὸν ἀντιάσαντα ·552ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς553κούρητ’αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
555564ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν556ῥεῖα θεός γ’ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε557ἵππους δωρήσαιτ’, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.558ἵπποι δ’οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις559Θρηΐκιοι · τὸν δέ σφιν ἄνακτ’ἀγαθὸς Διομήδης560ἔκτανε, πὰρ δ’ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.561τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν,562τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο563Ἕκτωρτε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.
ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους
565καγχαλόων · ἅμα δ’ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.
566οἳ δ’ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο,
567ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι
568φάτνῃ ἐφ’ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι
569ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες ·
570νηῒ δ’ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος
571θῆκ’Ὀδυσεύς, ὄφρ’ἱρὸν ἑτοιμασσαίατ’Ἀθήνῃ.
572αὐτοὶ δ’ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ
573ἐσβάντες κνήμαςτε ἰδὲ λόφον ἀμφίτε μηρούς.
574αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν
575νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ,
576ἔς ῥ’ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
577τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπ’ἐλαίῳ
578δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ
579πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.