Iliad, Book 5 (Ε)
ἔνθ’αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη
2δῶκε μένος καὶ θάρσος, ἵν’ἔκδηλος μετὰ πᾶσιν
3Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο ·
4δαῖέ οἱ ἐκ κόρυθόςτε καὶ ἀσπίδος ἀκάματον πῦρ
5ἀστέρ’ὀπωρινῷ ἐναλίγκιον, ὅςτε μάλιστα
6λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο ·
7τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατόςτε καὶ ὤμων,
8ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.
9ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων
10ἱρεὺς Ἡφαίστοιο · δύω δέ οἱ υἱέες ἤστην
11Φηγεὺς Ἰδαῖόςτε μάχης εὖ εἰδότε πάσης.
12τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην ·
13τὼ μὲν ἀφ’ἵπποιιν, ὃ δ’ἀπὸ χθονὸς ὄρνυτο πεζός.
14οἳ δ’ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ἀλλήλοισιν ἰόντες
15Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος ·
16Τυδεΐδεω δ’ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ’ἀκωκὴ
17ἔγχεος, οὐ δ’ἔβαλ’αὐτόν · ὃ δ’ὕστερος ὄρνυτο χαλκῷ
18Τυδεΐδης · τοῦ δ’οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
19ἀλλ’ἔβαλε στῆθος μεταμάζιον, ὦσε δ’ἀφ’ἵππων.
20Ἰδαῖος δ’ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,
21οὐ δ’ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο ·
22οὐ δὲ γὰρ οὐ δέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,
23ἀλλ’Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,
24ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.
25ἵππους δ’ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς
26δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
27Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος
28τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρ’ὄχεσφι,
29πᾶσιν ὀρίνθη θυμός · ἀτὰρ γλαυκῶπις Ἀθήνη
30χειρὸς ἑλοῦσ’ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα ·
3135Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα32οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς33μάρνασθ’, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,34νῶϊ δὲ χαζώμεσθα, Διὸς δ’ἀλεώμεθα μῆνιν;
ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα ·
36τὸν μὲν ἔπειτα καθεῖσεν ἐπ’ἠϊόεντι Σκαμάνδρῳ,
37Τρῶας δ’ἔκλιναν Δαναοί · ἕλε δ’ἄνδρα ἕκαστος
38ἡγεμόνων · πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων
39ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου ·
40πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
41ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
42δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ἐπ’αὐτῷ.
43Ἰδομενεὺς δ’ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν
44Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.
45τὸν μὲν ἄρ’Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ
46νύξ’ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον ·
47ἤριπε δ’ἐξ ὀχέων, στυγερὸς δ’ἄρα μιν σκότος εἷλε.
48τὸν μὲν ἄρ’Ἰδομενῆος ἐσύλευον θεράποντες ·
49υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης
50Ἀτρεΐδης Μενέλαος ἕλ’ἔγχεϊ ὀξυόεντι
51ἐσθλὸν θηρητῆρα · δίδαξε γὰρ Ἄρτεμις αὐτὴ
52βάλλειν ἄγρια πάντα, τάτε τρέφει οὔρεσιν ὕλη ·
53ἀλλ’οὔ οἱ τότε γε χραῖσμ’Ἄρτεμις ἰοχέαιρα,
54οὐ δὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο ·
55ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
56πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ
57ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,
58ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχε’ἐπ’αὐτῷ.
59Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν
60Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα
61τεύχειν · ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη ·
62ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας
63ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο
64οἷτ’αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.
65τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων
66βεβλήκει γλουτὸν κατὰ δεξιόν · ἣ δὲ διαπρὸ
67ἀντικρὺ κατὰ κύστιν ὑπ’ὀστέον ἤλυθ’ἀκωκή ·
68γνὺξ δ’ἔριπ’οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.
69Πήδαιον δ’ἄρ’ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν
70ὅς ῥα νόθος μὲν ἔην, πύκα δ’ἔτρεφε δῖα Θεανὼ
71ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.
72τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
73βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί ·
74ἀντικρὺ δ’ἀν’ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός ·
75ἤριπε δ’ἐν κονίῃ, ψυχρὸν δ’ἕλε χαλκὸν ὀδοῦσιν.
76Εὐρύπυλος δ’Εὐαιμονίδης Ὑψήνορα δῖον
77υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου
78ἀρητὴρ ἐτέτυκτο, θεὸς δ’ὣς τίετο δήμῳ,
79τὸν μὲν ἄρ’Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,
80πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασ’ὦμον
81φασγάνῳ ἀΐξας, ἀπὸ δ’ἔξεσε χεῖρα βαρεῖαν ·
82αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε · τὸν δὲ κατ’ὄσσε
83ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
84ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην ·
85Τυδεΐδην δ’οὐκ ἂν γνοίης ποτέροισι μετείη
86ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετ’Ἀχαιοῖς.
87θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς
88χειμάρρῳ, ὅςτ’ὦκα ῥέων ἐκέδασσε γεφύρας ·
89τὸν δ’οὔτ’ἄρτε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,
90οὔτ’ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων
91ἐλθόντ’ἐξαπίνης ὅτ’ἐπιβρίσῃ Διὸς ὄμβρος ·
92πολλὰ δ’ὑπ’αὐτοῦ ἔργα κατήριπε κάλ’αἰζηῶν ·
93ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες
94Τρώων, οὐ δ’ἄρα μιν μίμνον πολέες περ ἐόντες.
95τὸν δ’ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς
96θύνοντ’ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,
97αἶψ’ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,
98καὶ βάλ’ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον
99θώρηκος γύαλον · διὰ δ’ἔπτατο πικρὸς ὀϊστός,
100ἀντικρὺ δὲ διέσχε, παλάσσετο δ’αἵματι θώρηξ.
101τῷ δ’ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός ·
102106ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων ·103βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐ δέ ἕ φημι104δήθ’ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με105ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.
ὣς ἔφατ’εὐχόμενος · τὸν δ’οὐ βέλος ὠκὺ δάμασσεν,
107ἀλλ’ἀναχωρήσας πρόσθ’ἵπποιιν καὶ ὄχεσφιν
108ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν ·
109111ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,110ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.
ὣς ἄρ’ἔφη, Σθένελος δὲ καθ’ἵππων ἆλτο χαμᾶζε,
112πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσ’ὤμου ·
113αἷμα δ’ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.
114δὴ τότ’ἔπειτ’ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης ·
115121κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,116εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης117δηΐῳ ἐν πολέμῳ, νῦν αὖτ’ἐμὲ φῖλαι Ἀθήνη ·118δὸς δέτέ μ’ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν119ὅς μ’ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐ δέ μέ φησι120δηρὸν ἔτ’ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.
ὣς ἔφατ’εὐχόμενος · τοῦ δ’ἔκλυε Παλλὰς Ἀθήνη,
122γυῖα δ’ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν ·
123ἀγχοῦ δ’ἱσταμένη ἔπεα πτερόεντα προσηύδα ·
124133θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι ·125ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα126ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς ·127ἀχλὺν δ’αὖ τοι ἀπ’ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,128ὄφρ’εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.129τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδ’ἵκηται130μή τι σύ γ’ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι131τοῖς ἄλλοις · ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη132ἔλθῃσ’ἐς πόλεμον, τήν γ’οὐτάμεν ὀξέϊ χαλκῷ.
ἣ μὲν ἄρ’ὣς εἰποῦσ’ἀπέβη γλαυκῶπις Ἀθήνη,
134Τυδεΐδης δ’ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη
135καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι ·
136δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥςτε λέοντα
137ὅν ῥάτε ποιμὴν ἀγρῷ ἐπ’εἰροπόκοις ὀΐεσσι
138χραύσῃ μέντ’αὐλῆς ὑπεράλμενον οὐ δὲ δαμάσσῃ ·
139τοῦ μέντε σθένος ὦρσεν, ἔπειτα δέτ’οὐ προσαμύνει,
140ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ’ἐρῆμα φοβεῖται ·
141αἳ μέντ’ἀγχιστῖναι ἐπ’ἀλλήλῃσι κέχυνται,
142αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς ·
143ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.
144ἔνθ’ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,
145τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,
146τὸν δ’ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρ’ὦμον
147πλῆξ’, ἀπὸ δ’αὐχένος ὦμον ἐέργαθεν ἠδ’ἀπὸ νώτου.
148τοὺς μὲν ἔασ’, ὃ δ’Ἄβαντα μετῴχετο καὶ Πολύειδον
149υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος ·
150τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατ’ὀνείρους,
151ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε ·
152βῆ δὲ μετὰ Ξάνθόντε Θόωνάτε Φαίνοπος υἷε
153ἄμφω τηλυγέτω · ὃ δὲ τείρετο γήραϊ λυγρῷ,
154υἱὸν δ’οὐ τέκετ’ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.
155ἔνθ’ὅ γε τοὺς ἐνάριζε, φίλον δ’ἐξαίνυτο θυμὸν
156ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ
157λεῖπ’, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε
158δέξατο · χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.
159ἔνθ’υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο
160εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονάτε Χρομίοντε.
161ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ
162πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,
163ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς
164βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχε’ἐσύλα ·
165ἵππους δ’οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.
166τὸν δ’ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,
167βῆ δ’ἴμεν ἄντε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων
168Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι ·
169εὗρε Λυκάονος υἱὸν ἀμύμονάτε κρατερόντε,
170στῆ δὲ πρόσθ’αὐτοῖο ἔποςτέ μιν ἀντίον ηὔδα ·
171179Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ172καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γ’ἀνήρ,173οὐ δέ τις ἐν Λυκίῃ σέο γ’εὔχεται εἶναι ἀμείνων.174ἀλλ’ἄγε τῷδ’ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν175ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε176Τρῶας, ἐπεὶ πολλῶντε καὶ ἐσθλῶν γούνατ’ἔλυσεν ·177εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν178ἱρῶν μηνίσας · χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.
τὸν δ’αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός ·
180217Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων181Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,182ἀσπίδι γιγνώσκων αὐλώπιδίτε τρυφαλείῃ,183ἵππουςτ’εἰσορόων · σάφα δ’οὐκ οἶδ’εἰ θεός ἐστιν.184εἰ δ’ὅ γ’ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς185οὐχ ὅ γ’ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι186ἕστηκ’ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,187ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.188ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον189δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο ·190καί μιν ἔγωγ’ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν,191ἔμπης δ’οὐκ ἐδάμασσα · θεός νύ τίς ἐστι κοτήεις.192ἵπποι δ’οὐ παρέασι καὶ ἅρματα τῶν κ’ἐπιβαίην ·193ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι194καλοὶ πρωτοπαγεῖς νεοτευχέες · ἀμφὶ δὲ πέπλοι195πέπτανται · παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι196ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.197ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων198ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν ·199ἵπποισίν μ’ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα200ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας ·201ἀλλ’ἐγὼ οὐ πιθόμην · ἦτ’ἂν πολὺ κέρδιον ἦεν ·202ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς203ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.204ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα205τόξοισιν πίσυνος · τὰ δέ μ’οὐκ ἄρ’ἔμελλον ὀνήσειν.206ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα207Τυδεΐδῃτε καὶ Ἀτρεΐδῃ, ἐκ δ’ἀμφοτέροιιν208ἀτρεκὲς αἷμ’ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.209τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα210ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν211ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.212εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι213πατρίδ’ἐμὴν ἄλοχόντε καὶ ὑψερεφὲς μέγα δῶμα,214αὐτίκ’ἔπειτ’ἀπ’ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς215εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην216χερσὶ διακλάσσας · ἀνεμώλια γάρ μοι ὀπηδεῖ.
τὸν δ’αὖτ’Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα ·
218229μὴ δ’οὕτως ἀγόρευε · πάρος δ’οὐκ ἔσσεται ἄλλως,219πρίν γ’ἐπὶ νὼ τῷδ’ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν220ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.221ἀλλ’ἄγ’ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι222οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο223κραιπνὰ μάλ’ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι ·224τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε225Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.226ἀλλ’ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα227δέξαι, ἐγὼ δ’ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι ·228ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δ’ἐμοὶ ἵπποι.
τὸν δ’αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός ·
230239Αἰνεία σὺ μὲν αὐτὸς ἔχ’ἡνία καὶ τεὼ ἵππω ·231μᾶλλον ὑφ’ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα232οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν ·233μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐ δ’ἐθέλητον234ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,235νῶϊ δ’ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς236αὐτώτε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.237ἀλλὰ σύ γ’αὐτὸς ἔλαυνε τέ’ἅρματα καὶ τεὼ ἵππω,238τὸν δὲ δ’ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.
ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες
240ἐμμεμαῶτ’ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους.
241τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,
242αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα ·
243251Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,244ἄνδρ’ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι245ἶν’ἀπέλεθρον ἔχοντας · ὃ μὲν τόξων ἐῢ εἰδὼς246Πάνδαρος, υἱὸς δ’αὖτε Λυκάονος εὔχεται εἶναι ·247Αἰνείας δ’υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο248εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστ’Ἀφροδίτη.249ἀλλ’ἄγε δὴ χαζώμεθ’ἐφ’ἵππων, μη δέ μοι οὕτω250θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.
τὸν δ’ἄρ’ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης ·
252274μή τι φόβον δ’ἀγόρευ’, ἐπεὶ οὐ δὲ σὲ πεισέμεν οἴω.253οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι254οὐ δὲ καταπτώσσειν · ἔτι μοι μένος ἔμπεδόν ἐστιν ·255ὀκνείω δ’ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως256ἀντίον εἶμ’αὐτῶν · τρεῖν μ’οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.257τούτω δ’οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι258ἄμφω ἀφ’ἡμείων, εἴ γ’οὖν ἕτερός γε φύγῃσιν.259ἄλλο δέ τοι ἐρέω, σὺ δ’ἐνὶ φρεσὶ βάλλεο σῇσιν ·260αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ261ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους262αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,263Αἰνείαο δ’ἐπαΐξαι μεμνημένος ἵππων,264ἐκ δ’ἐλάσαι Τρώων μετ’ἐϋκνήμιδας Ἀχαιούς.265τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς266δῶχ’υἷος ποινὴν Γανυμήδεος, οὕνεκ’ἄριστοι267ἵππων ὅσσοι ἔασιν ὑπ’ἠῶτ’ἠέλιόντε,268τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης269λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους ·270τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.271τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ’ἐπὶ φάτνῃ,272τὼ δὲ δύ’Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο.273εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
275τὼ δὲ τάχ’ἐγγύθεν ἦλθον ἐλαύνοντ’ὠκέας ἵππους.
276τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός ·
277280καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ278ἦ μάλα σ’οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός ·279νῦν αὖτ’ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.
ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
281καὶ βάλε Τυδεΐδαο κατ’ἀσπίδα · τῆς δὲ διὰ πρὸ
282αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη ·
283τῷ δ’ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός ·
284286βέβληαι κενεῶνα διαμπερές, οὐ δέ σ’ὀΐω285δηρὸν ἔτ’ἀνσχήσεσθαι · ἐμοὶ δὲ μέγ’εὖχος ἔδωκας.
τὸν δ’οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης ·
287290ἤμβροτες οὐ δ’ἔτυχες · ἀτὰρ οὐ μὲν σφῶΐ γ’ὀΐω288πρίν γ’ἀποπαύσεσθαι πρίν γ’ἢ ἕτερόν γε πεσόντα289αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.
ὣς φάμενος προέηκε · βέλος δ’ἴθυνεν Ἀθήνη
291ῥῖνα παρ’ὀφθαλμόν, λευκοὺς δ’ἐπέρησεν ὀδόντας.
292τοῦ δ’ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής,
293αἰχμὴ δ’ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα ·
294ἤριπε δ’ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε’ἐπ’αὐτῷ
295αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι
296ὠκύποδες · τοῦ δ’αὖθι λύθη ψυχήτε μένοςτε.
297Αἰνείας δ’ἀπόρουσε σὺν ἀσπίδι δουρίτε μακρῷ
298δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί.
299ἀμφὶ δ’ἄρ’αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς,
300πρόσθε δέ οἱ δόρυτ’ἔσχε καὶ ἀσπίδα πάντοσ’ἐΐσην,
301τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ’ἀντίος ἔλθοι
302σμερδαλέα ἰάχων · ὃ δὲ χερμάδιον λάβε χειρὶ
303Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γ’ἄνδρε φέροιεν,
304οἷοι νῦν βροτοί εἰσ’· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
305τῷ βάλεν Αἰνείαο κατ’ἰσχίον ἔνθάτε μηρὸς
306ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέτέ μιν καλέουσι ·
307θλάσσε δέ οἱ κοτύλην, πρὸς δ’ἄμφω ῥῆξε τένοντε ·
308ὦσε δ’ἀπὸ ῥινὸν τρηχὺς λίθος · αὐτὰρ ὅ γ’ἥρως
309ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
310γαίης · ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.
311καί νύ κεν ἔνθ’ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας,
312εἰ μὴ ἄρ’ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη
313μήτηρ, ἥ μιν ὑπ’Ἀγχίσῃ τέκε βουκολέοντι ·
314ἀμφὶ δ’ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ,
315πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν
316ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων
317χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.
318ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο ·
319οὐ δ’υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων
320τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης,
321ἀλλ’ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους
322νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας,
323Αἰνείαο δ’ἐπαΐξας καλλίτριχας ἵππους
324ἐξέλασε Τρώων μετ’ἐϋκνήμιδας Ἀχαιούς.
325δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης
326τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,
327νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν · αὐτὰρ ὅ γ’ἥρως
328ὧν ἵππων ἐπιβὰς ἔλαβ’ἡνία σιγαλόεντα,
329αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους
330ἐμμεμαώς · ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ
331γιγνώσκων ὅτ’ἄναλκις ἔην θεός, οὐ δὲ θεάων
332τάων αἵτ’ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,
333οὔτ’ἄρ’Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.
334ἀλλ’ὅτε δή ῥ’ἐκίχανε πολὺν καθ’ὅμιλον ὀπάζων,
335ἔνθ’ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς
336ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ
337ἀβληχρήν · εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν
338ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,
339πρυμνὸν ὕπερ θέναρος · ῥέε δ’ἄμβροτον αἷμα θεοῖο
340ἰχώρ, οἷός πέρτε ῥέει μακάρεσσι θεοῖσιν ·
341οὐ γὰρ σῖτον ἔδουσ’, οὐ πίνουσ’αἴθοπα οἶνον,
342το- τοὔνεκ’ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.
343ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν ·
344καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων
345κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων
346χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο ·
347τῇ δ’ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης ·
348352εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος ·349ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;350εἰ δὲ σύ γ’ἐς πόλεμον πωλήσεαι, ἦτέ σ’ὀΐω351ῥιγήσειν πόλεμόν γε καὶ εἴ χ’ἑτέρωθι πύθηαι.
ὣς ἔφαθ’, ἣ δ’ἀλύουσ’ἀπεβήσετο, τείρετο δ’αἰνῶς ·
353τὴν μὲν ἄρ’Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγ’ὁμίλου
354ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.
355εὗρεν ἔπειτα μάχης ἐπ’ἀριστερὰ θοῦρον Ἄρηα
356ἥμενον · ἠέρι δ’ἔγχος ἐκέκλιτο καὶ ταχέ’ἵππω ·
357ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο
358πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους ·
359363φίλε κασίγνητε κόμισαίτέ με δόςτέ μοι ἵππους,360ὄφρ’ἐς Ὄλυμπον ἵκωμαι ἵν’ἀθανάτων ἕδος ἐστί.361λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ362Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.
ὣς φάτο, τῇ δ’ἄρ’Ἄρης δῶκε χρυσάμπυκας ἵππους ·
364ἣ δ’ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,
365πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,
366μάστιξεν δ’ἐλάαν, τὼ δ’οὐκ ἀέκοντε πετέσθην.
367αἶψα δ’ἔπειθ’ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον ·
368ἔνθ’ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις
369λύσασ’ἐξ ὀχέων, παρὰ δ’ἀμβρόσιον βάλεν εἶδαρ ·
370ἣ δ’ἐν γούνασι πῖπτε Διώνης δῖ’Ἀφροδίτη
371μητρὸς ἑῆς · ἣ δ’ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,
372χειρίτέ μιν κατέρεξεν ἔποςτ’ἔφατ’ἐκτ’ὀνόμαζε ·
373375τίς νύ σε τοιάδ’ἔρεξε φίλον τέκος Οὐρανιώνων374μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
τὴν δ’ἠμείβετ’ἔπειτα φιλομμειδὴς Ἀφροδίτη ·
376381οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,377οὕνεκ’ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο378Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.379οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,380ἀλλ’ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.
τὴν δ’ἠμείβετ’ἔπειτα Διώνη, δῖα θεάων ·
382416τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ ·383πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματ’ἔχοντες384ἐξ ἀνδρῶν χαλέπ’ἄλγε’ἐπ’ἀλλήλοισι τιθέντες.385τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερόςτ’Ἐφιάλτης386παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ ·387χαλκέῳ δ’ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας ·388καί νύ κεν ἔνθ’ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,389εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια390Ἑρμέᾳ ἐξήγγειλεν · ὃ δ’ἐξέκλεψεν Ἄρηα391ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.392τλῆ δ’Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος393δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι394βεβλήκει · τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.395τλῆ δ’Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν,396εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο397ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν ·398αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον399κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος · αὐτὰρ ὀϊστὸς400ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν.401τῷ δ’ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων402ἠκέσατ’· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.403σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετ’αἴσυλα ῥέζων,404ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.405σοὶ δ’ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη ·406νήπιος, οὐ δὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς407ὅττι μάλ’οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,408οὐ δέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν409ἐλθόντ’ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.410τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι,411φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,412μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη413ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ414κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν415ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.
ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπ’ἰχῶ χειρὸς ὀμόργνυ ·
417ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.
418αἳ δ’αὖτ’εἰσορόωσαι Ἀθηναίητε καὶ Ἥρη
419κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.
420τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη ·
421426Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω;422ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα423Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε,424τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων425πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν.
ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶντε θεῶντε,
427καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην ·
428431οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,429ἀλλὰ σύ γ’ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,430ταῦτα δ’Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
432Αἰνείᾳ δ’ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,
433γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων ·
434ἀλλ’ὅ γ’ἄρ’οὐ δὲ θεὸν μέγαν ἅζετο, ἵετο δ’αἰεὶ
435Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
436τρὶς μὲν ἔπειτ’ἐπόρουσε κατακτάμεναι μενεαίνων,
437τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ’Ἀπόλλων ·
438ἀλλ’ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
439δεινὰ δ’ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων ·
440443φράζεο Τυδεΐδη καὶ χάζεο, μη δὲ θεοῖσιν441ἶσ’ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον442ἀθανάτωντε θεῶν χαμαὶ ἐρχομένωντ’ἀνθρώπων.
ὣς φάτο, Τυδεΐδης δ’ἀνεχάζετο τυτθὸν ὀπίσσω
444μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
445Αἰνείαν δ’ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων
446Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο.
447ἤτοι τὸν Λητώτε καὶ Ἄρτεμις ἰοχέαιρα
448ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντότε κύδαινόντε ·
449αὐτὰρ ὃ εἴδωλον τεῦξ’ἀργυρότοξος Ἀπόλλων
450αὐτῷτ’Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον,
451ἀμφὶ δ’ἄρ’εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ
452δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
453ἀσπίδας εὐκύκλους λαισήϊάτε πτερόεντα.
454δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων ·
455460Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα,456οὐκ ἂν δὴ τόνδ’ἄνδρα μάχης ἐρύσαιο μετελθὼν457Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;458Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρ’ἐπὶ καρπῷ,459αὐτὰρ ἔπειτ’αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.
ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ,
461Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν
462εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν ·
463υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν ·
464470ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος465ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;466ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;467κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ468Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο ·469ἀλλ’ἄγετ’ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
471ἔνθ’αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον ·
472493Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;473φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ’ἐπικούρων474οἶος σὺν γαμβροῖσι κασιγνήτοισίτε σοῖσι.475τῶν νῦν οὔ τιν’ἐγὼ ἰδέειν δύναμ’οὐ δὲ νοῆσαι,476ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα ·477ἡμεῖς δὲ μαχόμεσθ’οἵ πέρτ’ἐπίκουροι ἔνειμεν.478καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω ·479τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,480ἔνθ’ἄλοχόντε φίλην ἔλιπον καὶ νήπιον υἱόν,481κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κ’ἐπιδευής.482ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμον’αὐτὸς483ἀνδρὶ μαχήσασθαι · ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον484οἷόν κ’ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν ·485τύνη δ’ἕστηκας, ἀτὰρ οὐ δ’ἄλλοισι κελεύεις486λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.487μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου488ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε ·489οἳ δὲ τάχ’ἐκπέρσουσ’εὖ ναιομένην πόλιν ὑμήν.490σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάςτε καὶ ἦμαρ491ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων492νωλεμέως ἐχέμεν, κρατερὴν δ’ἀποθέσθαι ἐνιπήν.
ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος ·
494αὐτίκα δ’ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
495πάλλων δ’ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
496ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
497οἳ δ’ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν ·
498Ἀργεῖοι δ’ὑπέμειναν ἀολλέες οὐ δὲ φόβηθεν.
499ὡς δ’ἄνεμος ἄχνας φορέει ἱερὰς κατ’ἀλωὰς
500ἀνδρῶν λικμώντων, ὅτετε ξανθὴ Δημήτηρ
501κρίνῃ ἐπειγομένων ἀνέμων καρπόντε καὶ ἄχνας,
502αἳ δ’ὑπολευκαίνονται ἀχυρμιαί · ὣς τότ’Ἀχαιοὶ
503λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα δι’αὐτῶν
504οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων
505ἂψ ἐπιμισγομένων · ὑπὸ δ’ἔστρεφον ἡνιοχῆες.
506οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον · ἀμφὶ δὲ νύκτα
507θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων
508πάντοσ’ἐποιχόμενος · τοῦ δ’ἐκραίαινεν ἐφετμὰς
509Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει
510Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδ’Ἀθήνην
511οἰχομένην · ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.
512αὐτὸς δ’Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο
513ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.
514Αἰνείας δ’ἑτάροισι μεθίστατο · τοὶ δὲ χάρησαν,
515ὡς εἶδον ζωόντε καὶ ἀρτεμέα προσιόντα
516καὶ μένος ἐσθλὸν ἔχοντα · μετάλλησάν γε μὲν οὔ τι.
517οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν
518Ἄρηςτε βροτολοιγὸς Ἔριςτ’ἄμοτον μεμαυῖα.
519τοὺς δ’Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης
520ὄτρυνον Δαναοὺς πολεμιζέμεν · οἳ δὲ καὶ αὐτοὶ
521οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,
522ἀλλ’ἔμενον νεφέλῃσιν ἐοικότες ἅςτε Κρονίων
523νηνεμίης ἔστησεν ἐπ’ἀκροπόλοισιν ὄρεσσιν
524ἀτρέμας, ὄφρ’εὕδῃσι μένος Βορέαο καὶ ἄλλων
525ζαχρειῶν ἀνέμων, οἵτε νέφεα σκιόεντα
526πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες ·
527ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐ δὲ φέβοντο.
528Ἀτρεΐδης δ’ἀν’ὅμιλον ἐφοίτα πολλὰ κελεύων ·
529533ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε,530ἀλλήλουςτ’αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας ·531αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται ·532φευγόντων δ’οὔτ’ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.
ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα
534Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα
535Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι
536τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.
537τόν ῥα κατ’ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων ·
538ἣ δ’οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,
539νειαίρῃ δ’ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε ·
540δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ἐπ’αὐτῷ.
541ἔνθ’αὖτ’Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους
542υἷε Διοκλῆος Κρήθωνάτε Ὀρσίλοχόντε,
543τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ
544ἀφνειὸς βιότοιο, γένος δ’ἦν ἐκ ποταμοῖο
545Ἀλφειοῦ, ὅςτ’εὐρὺ ῥέει Πυλίων διὰ γαίης,
546ὃς τέκετ’Ὀρτίλοχον πολέεσσ’ἄνδρεσσιν ἄνακτα ·
547Ὀρτίλοχος δ’ἄρ’ἔτικτε Διοκλῆα μεγάθυμον,
548ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,
549Κρήθων Ὀρσίλοχόςτε μάχης εὖ εἰδότε πάσης.
550τὼ μὲν ἄρ’ἡβήσαντε μελαινάων ἐπὶ νηῶν
551Ἴλιον εἰς εὔπωλον ἅμ’Ἀργείοισιν ἑπέσθην,
552τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
553ἀρνυμένω · τὼ δ’αὖθι τέλος θανάτοιο κάλυψεν.
554οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν
555ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης ·
556τὼ μὲν ἄρ’ἁρπάζοντε βόας καὶ ἴφια μῆλα
557σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ
558ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ ·
559τοίω τὼ χείρεσσιν ὑπ’Αἰνείαο δαμέντε
560καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι.
561τὼ δὲ πεσόντ’ἐλέησεν ἀρηΐφιλος Μενέλαος,
562βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
563σείων ἐγχείην · τοῦ δ’ὄτρυνεν μένος Ἄρης,
564τὰ φρονέων ἵνα χερσὶν ὑπ’Αἰνείαο δαμείη.
565τὸν δ’ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός,
566βῆ δὲ διὰ προμάχων · περὶ γὰρ δίε ποιμένι λαῶν
567μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.
568τὼ μὲν δὴ χεῖράςτε καὶ ἔγχεα ὀξυόεντα
569ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι ·
570Ἀντίλοχος δὲ μάλ’ἄγχι παρίστατο ποιμένι λαῶν.
571Αἰνείας δ’οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς
572ὡς εἶδεν δύο φῶτε παρ’ἀλλήλοισι μένοντε.
573οἳ δ’ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,
574τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,
575αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην.
576ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ
577ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.
578τὸν μὲν ἄρ’Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
579ἑσταότ’ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας ·
580Ἀντίλοχος δὲ Μύδωνα βάλ’ἡνίοχον θεράποντα
581ἐσθλὸν Ἀτυμνιάδην · ὃ δ’ὑπέστρεφε μώνυχας ἵππους ·
582χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον · ἐκ δ’ἄρα χειρῶν
583ἡνία λεύκ’ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.
584Ἀντίλοχος δ’ἄρ’ἐπαΐξας ξίφει ἤλασε κόρσην ·
585αὐτὰρ ὅ γ’ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου
586κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόντε καὶ ὤμους.
587δηθὰ μάλ’ἑστήκει · τύχε γάρ ῥ’ἀμάθοιο βαθείης ·
588ὄφρ’ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι ·
589τοὺς ἵμασ’Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασ’Ἀχαιῶν.
590τοὺς δ’Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δ’ἐπ’αὐτοὺς
591κεκλήγων · ἅμα δὲ Τρώων εἵποντο φάλαγγες
592καρτεραί · ἦρχε δ’ἄρα σφιν Ἄρης καὶ πότνι’Ἐνυώ,
593ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,
594Ἄρης δ’ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,
595φοίτα δ’ἄλλοτε μὲν πρόσθ’Ἕκτορος, ἄλλοτ’ὄπισθε.
596τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης ·
597ὡς δ’ὅτ’ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο
598στήῃ ἐπ’ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι
599ἀφρῷ μορμύροντα ἰδών, ἀνάτ’ἔδραμ’ὀπίσσω,
600ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέτε λαῷ ·
601607ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον602αἰχμητήντ’ἔμεναι καὶ θαρσαλέον πολεμιστήν ·603τῷ δ’αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει ·604καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς.605ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω606εἴκετε, μη δὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.
ὣς ἄρ’ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.
608ἔνθ’Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης
609εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόντε.
610τὼ δὲ πεσόντ’ἐλέησε μέγας Τελαμώνιος Αἴας ·
611στῆ δὲ μάλ’ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
612καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥ’ἐνὶ Παισῷ
613ναῖε πολυκτήμων πολυλήϊος · ἀλλά ἑ μοῖρα
614ἦγ’ἐπικουρήσοντα μετὰ Πρίαμόντε καὶ υἷας.
615τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας,
616νειαίρῃ δ’ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,
617δούπησεν δὲ πεσών · ὃ δ’ἐπέδραμε φαίδιμος Αἴας
618τεύχεα συλήσων · Τρῶες δ’ἐπὶ δούρατ’ἔχευαν
619ὀξέα παμφανόωντα · σάκος δ’ἀνεδέξατο πολλά.
620αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος
621ἐσπάσατ’· οὐ δ’ἄρ’ἔτ’ἄλλα δυνήσατο τεύχεα καλὰ
622ὤμοιιν ἀφελέσθαι · ἐπείγετο γὰρ βελέεσσι.
623δεῖσε δ’ὅ γ’ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,
624οἳ πολλοίτε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχε’ἔχοντες,
625οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
626ὦσαν ἀπὸ σφείων · ὃ δὲ χασσάμενος πελεμίχθη.
627ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην ·
628Τληπόλεμον δ’Ἡρακλεΐδην ἠΰντε μέγαντε
629ὦρσεν ἐπ’ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.
630οἳ δ’ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ἀλλήλοισιν ἰόντες
631υἱόςθ’υἱωνόςτε Διὸς νεφεληγερέταο,
632τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε ·
633647Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη634πτώσσειν ἐνθάδ’ἐόντι μάχης ἀδαήμονι φωτί;635ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο636εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν637οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων ·638ἀλλ’οἷόν τινά φασι βίην Ἡρακληείην639εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα ·640ὅς ποτε δεῦρ’ἐλθὼν ἕνεχ’ἵππων Λαομέδοντος641ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν642Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δ’ἀγυιάς ·643σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.644οὐ δέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι645ἐλθόντ’ἐκ Λυκίης, οὐ δ’εἰ μάλα καρτερός ἐσσι,646ἀλλ’ὑπ’ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.
τὸν δ’αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα ·
648655Τληπόλεμ’ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν649ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,650ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ,651οὐ δ’ἀπέδωχ’ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.652σοὶ δ’ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν653ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δ’ὑπὸ δουρὶ δαμέντα654εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ’Ἄϊδι κλυτοπώλῳ.
ὣς φάτο Σαρπηδών, ὃ δ’ἀνέσχετο μείλινον ἔγχος
656Τληπόλεμος · καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ
657ἐκ χειρῶν ἤϊξαν · ὃ μὲν βάλεν αὐχένα μέσσον
658Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθ’ἀλεγεινή ·
659τὸν δὲ κατ’ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.
660Τληπόλεμος δ’ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ
661βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα
662ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δ’ἔτι λοιγὸν ἄμυνεν.
663οἳ μὲν ἄρ’ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
664ἐξέφερον πολέμοιο · βάρυνε δέ μιν δόρυ μακρὸν
665ἑλκόμενον · τὸ μὲν οὔ τις ἐπεφράσατ’οὐ δὲ νόησε
666μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρ’ἐπιβαίη
667σπευδόντων · τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.
668Τληπόλεμον δ’ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
669ἐξέφερον πολέμοιο · νόησε δὲ δῖος Ὀδυσσεὺς
670τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ ·
671μερμήριξε δ’ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
672ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,
673ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.
674οὐ δ’ἄρ’Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν
675ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ ·
676τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.
677ἔνθ’ὅ γε Κοίρανον εἷλεν Ἀλάστοράτε Χρομίοντε
678Ἄλκανδρόνθ’Ἅλιόντε Νοήμονάτε Πρύτανίντε.
679καί νύ κ’ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς
680εἰ μὴ ἄρ’ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ ·
681βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
682δεῖμα φέρων Δαναοῖσι · χάρη δ’ἄρα οἱ προσιόντι
683Σαρπηδὼν Διὸς υἱός, ἔπος δ’ὀλοφυδνὸν ἔειπε ·
684689Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς685κεῖσθαι, ἀλλ’ἐπάμυνον · ἔπειτά με καὶ λίποι αἰὼν686ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρ’ἔμελλον ἔγωγε687νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν688εὐφρανέειν ἄλοχόντε φίλην καὶ νήπιον υἱόν.
ὣς φάτο, τὸν δ’οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,
690ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα
691ὤσαιτ’Ἀργείους, πολέων δ’ἀπὸ θυμὸν ἕλοιτο.
692οἳ μὲν ἄρ’ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
693εἷσαν ὑπ’αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ ·
694ἐκ δ’ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε
695ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.
696τὸν δ’ἔλιπε ψυχή, κατὰ δ’ὀφθαλμῶν κέχυτ’ἀχλύς ·
697αὖτις δ’ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο
698ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.
699Ἀργεῖοι δ’ὑπ’Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ
700οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν
701οὔτε ποτ’ἀντεφέροντο μάχῃ, ἀλλ’αἰὲν ὀπίσσω
702χάζονθ’, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.
703ἔνθα τίνα πρῶτον τίνα δ’ὕστατον ἐξενάριξαν
704Ἕκτωρτε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;
705ἀντίθεον Τεύθραντ’, ἐπὶ δὲ πλήξιππον Ὀρέστην,
706Τρῆχόντ’αἰχμητὴν Αἰτώλιον Οἰνόμαόντε,
707Οἰνοπίδηνθ’Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,
708ὅς ῥ’ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,
709λίμνῃ κεκλιμένος Κηφισίδι · πὰρ δέ οἱ ἄλλοι
710ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.
711τοὺς δ’ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη
712Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
713αὐτίκ’Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα ·
714719ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,715ἦ ῥ’ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ716Ἴλιον ἐκπέρσαντ’εὐτείχεον ἀπονέεσθαι,717εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.718ἀλλ’ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
ὣς ἔφατ’, οὐ δ’ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
720ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
721Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο ·
722Ἥβη δ’ἀμφ’ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα
723χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.
724τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε
725χάλκε’ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι ·
726πλῆμναι δ’ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν ·
727δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν
728ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.
729τοῦ δ’ἐξ ἀργύρεος ῥυμὸς πέλεν · αὐτὰρ ἐπ’ἄκρῳ
730δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα
731κάλ’ἔβαλε χρύσει’· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη
732ἵππους ὠκύποδας, μεμαυῖ’ἔριδος καὶ ἀϋτῆς.
733αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
734πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ’οὔδει
735ποικίλον, ὅν ῥ’αὐτὴ ποιήσατο καὶ κάμε χερσίν ·
736ἣ δὲ χιτῶν’ἐνδῦσα Διὸς νεφεληγερέταο
737τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
738ἀμφὶ δ’ἄρ’ὤμοισιν βάλετ’αἰγίδα θυσσανόεσσαν
739δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,
740ἐν δ’Ἔρις, ἐν δ’Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή,
741ἐν δέτε Γοργείη κεφαλὴ δεινοῖο πελώρου
742δεινήτε σμερδνήτε, Διὸς τέρας αἰγιόχοιο.
743κρατὶ δ’ἐπ’ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
744χρυσείην, ἑκατὸν πολίων πρυλέεσσ’ἀραρυῖαν ·
745ἐς δ’ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ’ἔγχος
746βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
747ἡρώων, οἷσίντε κοτέσσεται ὀβριμοπάτρη.
748Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ’ἄρ’ἵππους ·
749αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
750τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπόςτε
751ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ’ἐπιθεῖναι.
752τῇ ῥα δι’αὐτάων κεντρηνεκέας ἔχον ἵππους ·
753εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων
754ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.
755ἔνθ’ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη
756Ζῆν’ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε ·
757764Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα758ὁσσάτιόντε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν759μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δ’ἄχος, οἳ δὲ ἕκηλοι760τέρπονται Κύπρίςτε καὶ ἀργυρότοξος Ἀπόλλων761ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;762Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα763λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;
τὴν δ’ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
765767ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,766ἥ ἑ μάλιστ’εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.
ὣς ἔφατ’, οὐ δ’ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
768μάστιξεν δ’ἵππους · τὼ δ’οὐκ ἀέκοντε πετέσθην
769μεσσηγὺς γαίηςτε καὶ οὐρανοῦ ἀστερόεντος.
770ὅσσον δ’ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
771ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,
772τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.
773ἀλλ’ὅτε δὴ Τροίην ἷξον ποταμώτε ῥέοντε,
774ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,
775ἔνθ’ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη
776λύσασ’ἐξ ὀχέων, περὶ δ’ἠέρα πουλὺν ἔχευε ·
777τοῖσιν δ’ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.
778αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ’ὁμοῖαι
779ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι ·
780ἀλλ’ὅτε δή ῥ’ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι
781ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο
782εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν
783ἢ συσὶ κάπροισιν, τῶντε σθένος οὐκ ἀλαπαδνόν,
784ἔνθα στᾶσ’ἤϋσε θεὰ λευκώλενος Ἥρη
785Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,
786ὃς τόσον αὐδήσασχ’ὅσον ἄλλοι πεντήκοντα ·
787792αἰδὼς Ἀργεῖοι κάκ’ἐλέγχεα εἶδος ἀγητοί ·788ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,789οὐ δέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων790οἴχνεσκον · κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος ·791νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.
ὣς εἰποῦσ’ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
793Τυδεΐδῃ δ’ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη ·
794εὗρε δὲ τόν γε ἄνακτα παρ’ἵπποισιν καὶ ὄχεσφιν
795ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ.
796ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος
797ἀσπίδος εὐκύκλου · τῷ τείρετο, κάμνε δὲ χεῖρα,
798ἂν δ’ἴσχων τελαμῶνα κελαινεφὲς αἷμ’ἀπομόργνυ.
799ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέντε ·
800814ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.801Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής ·802καί ῥ’ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον803οὐ δ’ἐκπαιφάσσειν, ὅτετ’ἤλυθε νόσφιν Ἀχαιῶν804ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας ·805δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον ·806αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ807κούρους Καδμείων προκαλίζετο, πάντα δ’ἐνίκα808ῥηϊδίως · τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.809σοὶ δ’ἤτοι μὲν ἐγὼ παράθ’ἵσταμαι ἠδὲ φυλάσσω,810καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι ·811ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν812ἤ νύ σέ που δέος ἴσχει ἀκήριον · οὐ σύ γ’ἔπειτα813Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.
τὴν δ’ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης ·
815825γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο ·816τώ τοι προφρονέως ἐρέω ἔπος οὐ δ’ἐπικεύσω.817οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,818ἀλλ’ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας ·819οὔ μ’εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι820τοῖς ἄλλοις · ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη821ἔλθῃσ’ἐς πόλεμον, τήν γ’οὐτάμεν ὀξέϊ χαλκῷ.822το- τοὔνεκα νῦν αὐτόςτ’ἀναχάζομαι ἠδὲ καὶ ἄλλους823Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας ·824γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.
τὸν δ’ἠμείβετ’ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη ·
826835Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ827μήτε σύ γ’Ἄρηα τό γε δείδιθι μήτε τιν’ἄλλον828ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι ·829ἀλλ’ἄγ’ἐπ’Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,830τύψον δὲ σχεδίην μη δ’ἅζεο θοῦρον Ἄρηα831τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,832ὃς πρῴην μὲν ἐμοίτε καὶ Ἥρῃ στεῦτ’ἀγορεύων833Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,834νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.
ὣς φαμένη Σθένελον μὲν ἀφ’ἵππων ὦσε χαμᾶζε,
836χειρὶ πάλιν ἐρύσασ’, ὃ δ’ἄρ’ἐμμαπέως ἀπόρουσεν ·
837ἣ δ’ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον
838ἐμμεμαυῖα θεά · μέγα δ’ἔβραχε φήγινος ἄξων
839βριθοσύνῃ · δεινὴν γὰρ ἄγεν θεὸν ἄνδράτ’ἄριστον.
840λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη ·
841αὐτίκ’ἐπ’Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.
842ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν
843Αἰτωλῶν ὄχ’ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν ·
844τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος · αὐτὰρ Ἀθήνη
845δῦν’Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.
846ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,
847ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθ’ἔασε
848κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,
849αὐτὰρ ὃ βῆ ῥ’ἰθὺς Διομήδεος ἱπποδάμοιο.
850οἳ δ’ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ἀλλήλοισιν ἰόντες,
851πρόσθεν Ἄρης ὠρέξαθ’ὑπὲρ ζυγὸν ἡνίαθ’ἵππων
852ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι ·
853καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη
854ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.
855δεύτερος αὖθ’ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης
856ἔγχεϊ χαλκείῳ · ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη
857νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ ·
858τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,
859ἐκ δὲ δόρυ σπάσεν αὖτις · ὃ δ’ἔβραχε χάλκεος Ἄρης
860ὅσσόντ’ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
861ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.
862τοὺς δ’ἄρ’ὑπὸ τρόμος εἷλεν Ἀχαιούςτε Τρῶάςτε
863δείσαντας · τόσον ἔβραχ’Ἄρης ἆτος πολέμοιο.
864οἵη δ’ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ
865καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,
866τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης
867φαίνεθ’ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.
868καρπαλίμως δ’ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον,
869πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,
870δεῖξεν δ’ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς,
871καί ῥ’ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα ·
872888Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;873αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν874ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.875σοὶ πάντες μαχόμεσθα · σὺ γὰρ τέκες ἄφρονα κούρην876οὐλομένην, ᾗτ’αἰὲν ἀήσυλα ἔργα μέμηλεν.877ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσ’ἐν Ὀλύμπῳ878σοίτ’ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος ·879ταύτην δ’οὔτ’ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,880ἀλλ’ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδ’ἀΐδηλον ·881ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα882μαργαίνειν ἀνέηκεν ἐπ’ἀθανάτοισι θεοῖσι.883Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρ’ἐπὶ καρπῷ,884αὐτὰρ ἔπειτ’αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος ·885ἀλλά μ’ὑπήνεικαν ταχέες πόδες · ἦτέ κε δηρὸν886αὐτοῦ πήματ’ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,887ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.
τὸν δ’ἄρ’ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.
889899μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.890ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν ·891αἰεὶ γάρ τοι ἔριςτε φίλη πόλεμοίτε μάχαιτε.892μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν893Ἥρης · τὴν μὲν ἐγὼ σπουδῇ δάμνημ’ἐπέεσσι ·894τώ σ’ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.895ἀλλ’οὐ μάν σ’ἔτι δηρὸν ἀνέξομαι ἄλγε’ἔχοντα ·896ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ ·897εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδ’ἀΐδηλος898καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.
ὣς φάτο, καὶ Παιήον’ἀνώγειν ἰήσασθαι.
900τῷ δ’ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
901ἠκέσατ’· οὐ μὲν γάρ τι καταθνητός γ’ἐτέτυκτο.
902ὡς δ’ὅτ’ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν
903ὑγρὸν ἐόν, μάλα δ’ὦκα περιτρέφεται κυκόωντι,
904ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.
905τὸν δ’Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε ·
906πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.
907αἳ δ’αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο
908Ἥρητ’Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη
909παύσασαι βροτολοιγὸν Ἄρη’ἀνδροκτασιάων.