Homer

Iliad, Book 3 (Γ)

1
αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ’ἡγεμόνεσσιν ἕκαστοι,
2
Τρῶες μὲν κλαγγῇτ’ἐνοπῇτ’ἴσαν ὄρνιθες ὣς
3
ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό ·
4
αἵτ’ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον
5
κλαγγῇ ταί γε πέτονται ἐπ’ὠκεανοῖο ῥοάων
6
ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι ·
7
ἠέριαι δ’ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.
8
οἳ δ’ἄρ’ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ
9
ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.
10
εὖτ’ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην
11
ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέτε νυκτὸς ἀμείνω,
12
τόσσόν τίςτ’ἐπιλεύσσει ὅσοντ’ἐπὶ λᾶαν ἵησιν ·
13
ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτ’ἀελλὴς
14
ἐρχομένων · μάλα δ’ὦκα διέπρησσον πεδίοιο.
15
οἳ δ’ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ἀλλήλοισιν ἰόντες,
16
Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς
17
παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα
18
καὶ ξίφος · αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ
19
πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους
20
ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.
21
τὸν δ’ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος
22
ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα,
23
ὥςτε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας
24
εὑρὼν ἔλαφον κεραὸν ἄγριον αἶγα
25
πεινάων · μάλα γάρτε κατεσθίει, εἴ περ ἂν αὐτὸν
26
σεύωνται ταχέεςτε κύνες θαλεροίτ’αἰζηοί ·
27
ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα
28
ὀφθαλμοῖσιν ἰδών · φάτο γὰρ τίσεσθαι ἀλείτην ·
29
αὐτίκα δ’ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
30
τὸν δ’ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
31
ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ,
32
ἂψ δ’ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ἀλεείνων.
33
ὡς δ’ὅτε τίςτε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη
34
οὔρεος ἐν βήσσῃς, ὑπότε τρόμος ἔλλαβε γυῖα,
35
ἂψ δ’ἀνεχώρησεν, ὦχρόςτέ μιν εἷλε παρειάς,
36
ὣς αὖτις καθ’ὅμιλον ἔδυ Τρώων ἀγερώχων
37
δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής.
38
τὸν δ’Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν ·
39
Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
40
αἴθ’ὄφελες ἄγονόςτ’ἔμεναι ἄγαμόςτ’ἀπολέσθαι ·
41
καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν
42
οὕτω λώβηντ’ἔμεναι καὶ ὑπόψιον ἄλλων.
43
που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ
44
φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν
45
εἶδος ἔπ’, ἀλλ’οὐκ ἔστι βίη φρεσὶν οὐ δέ τις ἀλκή.
46
τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι
47
πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,
48
μιχθεὶς ἀλλοδαποῖσι γυναῖκ’εὐειδέ’ἀνῆγες
49
ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων
50
πατρίτε σῷ μέγα πῆμα πόληΐτε παντίτε δήμῳ,
51
δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ;
52
οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;
53
γνοίης χ’οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν ·
54
οὐκ ἄν τοι χραίσμῃ κίθαρις τάτε δῶρ’Ἀφροδίτης
55
τε κόμη τότε εἶδος ὅτ’ἐν κονίῃσι μιγείης.
56
ἀλλὰ μάλα Τρῶες δειδήμονες · τέ κεν ἤδη
57
λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχ’ὅσσα ἔοργας.
58
τὸν δ’αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής ·
59
Ἕκτορ ἐπεί με κατ’αἶσαν ἐνείκεσας οὐ δ’ὑπὲρ αἶσαν ·
60
αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς
61
ὅςτ’εἶσιν διὰ δουρὸς ὑπ’ἀνέρος ὅς ῥάτε τέχνῃ
62
νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δ’ἀνδρὸς ἐρωήν ·
63
ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί ·
64
μή μοι δῶρ’ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης ·
65
οὔ τοι ἀπόβλητ’ἐστὶ θεῶν ἐρικυδέα δῶρα
66
ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δ’οὐκ ἄν τις ἕλοιτο ·
67
νῦν αὖτ’εἴ μ’ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,
68
ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
69
αὐτὰρ ἔμ’ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον
70
συμβάλετ’ἀμφ’Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι ·
71
ὁππότερος δέ κε νικήσῃ κρείσσωντε γένηται,
72
κτήμαθ’ἑλὼν εὖ πάντα γυναῖκάτε οἴκαδ’ἀγέσθω ·
73
οἳ δ’ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
74
ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων
75
Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.
76
ὣς ἔφαθ’, Ἕκτωρ δ’αὖτ’ἐχάρη μέγα μῦθον ἀκούσας,
77
καί ῥ’ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας
78
μέσσου δουρὸς ἑλών · τοὶ δ’ἱδρύνθησαν ἅπαντες.
79
τῷ δ’ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ
80
ἰοῖσίντε τιτυσκόμενοι λάεσσίτ’ἔβαλλον ·
81
αὐτὰρ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
82
ἴσχεσθ’Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν ·
83
στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.
84
ὣς ἔφαθ’, οἳ δ’ἔσχοντο μάχης ἄνεῴτ’ἐγένοντο
85
ἐσσυμένως · Ἕκτωρ δὲ μετ’ἀμφοτέροισιν ἔειπε ·
86
κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
87
μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.
88
ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς
89
τεύχεα κάλ’ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,
90
αὐτὸν δ’ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον
91
οἴους ἀμφ’Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.
92
ὁππότερος δέ κε νικήσῃ κρείσσωντε γένηται
93
κτήμαθ’ἑλὼν εὖ πάντα γυναῖκάτε οἴκαδ’ἀγέσθω ·
94
οἳ δ’ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.
95
ὣς ἔφαθ’, οἳ δ’ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ ·
96
τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος ·
97
κέκλυτε νῦν καὶ ἐμεῖο · μάλιστα γὰρ ἄλγος ἱκάνει
98
θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη
99
Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε
100
εἵνεκ’ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκ’ἀρχῆς ·
101
ἡμέων δ’ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται
102
τεθναίη · ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.
103
οἴσετε ἄρν’, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,
104
Γῇτε καὶ Ἠελίῳ · Διὶ δ’ἡμεῖς οἴσομεν ἄλλον ·
105
ἄξετε δὲ Πριάμοιο βίην, ὄφρ’ὅρκια τάμνῃ
106
αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,
107
μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.
108
αἰεὶ δ’ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται ·
109
οἷς δ’ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω
110
λεύσσει, ὅπως ὄχ’ἄριστα μετ’ἀμφοτέροισι γένηται.
111
ὣς ἔφαθ’, οἳ δ’ἐχάρησαν Ἀχαιοίτε Τρῶέςτε
112
ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο.
113
καί ῥ’ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δ’ἔβαν αὐτοί,
114
τεύχεάτ’ἐξεδύοντο · τὰ μὲν κατέθεντ’ἐπὶ γαίῃ
115
πλησίον ἀλλήλων, ὀλίγη δ’ἦν ἀμφὶς ἄρουρα ·
116
Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε
117
καρπαλίμως ἄρνάςτε φέρειν Πρίαμόντε καλέσσαι ·
118
αὐτὰρ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων
119
νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδ’ἄρν’ἐκέλευεν
120
οἰσέμεναι · δ’ἄρ’οὐκ ἀπίθησ’Ἀγαμέμνονι δίῳ.
121
Ἶρις δ’αὖθ’Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν
122
εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι,
123
τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων
124
Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.
125
τὴν δ’εὗρ’ἐν μεγάρῳ · δὲ μέγαν ἱστὸν ὕφαινε
126
δίπλακα πορφυρέην, πολέας δ’ἐνέπασσεν ἀέθλους
127
Τρώωνθ’ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
128
οὕς ἑθεν εἵνεκ’ἔπασχον ὑπ’Ἄρηος παλαμάων ·
129
ἀγχοῦ δ’ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις ·
130
δεῦρ’ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι
131
Τρώωνθ’ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
132
οἳ πρὶν ἐπ’ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα
133
ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο ·
134
οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται,
135
ἀσπίσι κεκλιμένοι, παρὰ δ’ἔγχεα μακρὰ πέπηγεν.
136
αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
137
μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο ·
138
τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις.
139
ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
140
ἀνδρόςτε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων ·
141
αὐτίκα δ’ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν
142
ὁρμᾶτ’ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα
143
οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ’ἕποντο,
144
Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένητε βοῶπις ·
145
αἶψα δ’ἔπειθ’ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν.
146
οἳ δ’ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην
147
Λάμπόντε Κλυτίονθ’Ἱκετάονάτ’ὄζον Ἄρηος
148
Οὐκαλέγωντε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω
149
ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι,
150
γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλ’ἀγορηταὶ
151
ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵτε καθ’ὕλην
152
δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι ·
153
τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντ’ἐπὶ πύργῳ.
154
οἳ δ’ὡς οὖν εἴδονθ’Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,
155
ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ’ἀγόρευον ·
156
οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς
157
τοιῇδ’ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν ·
158
αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν ·
159
ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσ’ἐν νηυσὶ νεέσθω,
160
μη δ’ἡμῖν τεκέεσσίτ’ὀπίσσω πῆμα λίποιτο.
161
ὣς ἄρ’ἔφαν, Πρίαμος δ’Ἑλένην ἐκαλέσσατο φωνῇ ·
162
δεῦρο πάροιθ’ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο,
163
ὄφρα ἴδῃ πρότερόντε πόσιν πηούςτε φίλουςτε ·
164
οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν
165
οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν ·
166
ὥς μοι καὶ τόνδ’ἄνδρα πελώριον ἐξονομήνῃς
167
ὅς τις ὅδ’ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰςτε μέγαςτε.
168
ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι,
169
καλὸν δ’οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν,
170
οὐ δ’οὕτω γεραρόν · βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε.
171
τὸν δ’Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν ·
172
αἰδοῖόςτέ μοί ἐσσι φίλε ἑκυρὲ δεινόςτε ·
173
ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο
174
υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούςτε λιποῦσα
175
παῖδάτε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν.
176
ἀλλὰ τά γ’οὐκ ἐγένοντο · τὸ καὶ κλαίουσα τέτηκα.
177
τοῦτο δέ τοι ἐρέω μ’ἀνείρεαι ἠδὲ μεταλλᾷς ·
178
οὗτός γ’Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,
179
ἀμφότερον βασιλεύςτ’ἀγαθὸς κρατερόςτ’αἰχμητής ·
180
δαὴρ αὖτ’ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτ’ἔην γε.
181
ὣς φάτο, τὸν δ’ γέρων ἠγάσσατο φώνησέντε ·
182
μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον,
183
ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν.
184
ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,
185
ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους
186
λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο,
187
οἵ ῥα τότ’ἐστρατόωντο παρ’ὄχθας Σαγγαρίοιο ·
188
καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην
189
ἤματι τῷ ὅτετ’ἦλθον Ἀμαζόνες ἀντιάνειραι ·
190
ἀλλ’οὐ δ’οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί.
191
δεύτερον αὖτ’Ὀδυσῆα ἰδὼν ἐρέειν’ γεραιός ·
192
εἴπ’ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδ’ἐστί ·
193
μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο,
194
εὐρύτερος δ’ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι.
195
τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ,
196
αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν ·
197
ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ,
198
ὅςτ’οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.
199
τὸν δ’ἠμείβετ’ἔπειθ’Ἑλένη Διὸς ἐκγεγαυῖα ·
200
οὗτος δ’αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς,
201
ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης
202
εἰδὼς παντοίουςτε δόλους καὶ μήδεα πυκνά.
203
τὴν δ’αὖτ’Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα ·
204
γύναι μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες ·
205
ἤδη γὰρ καὶ δεῦρό ποτ’ἤλυθε δῖος Ὀδυσσεὺς
206
σεῦ ἕνεκ’ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ ·
207
τοὺς δ’ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα,
208
ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά.
209
ἀλλ’ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν
210
στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους,
211
ἄμφω δ’ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς ·
212
ἀλλ’ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον
213
ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,
214
παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος
215
οὐ δ’ἀφαμαρτοεπής · καὶ γένει ὕστερος ἦεν.
216
ἀλλ’ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς
217
στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας,
218
σκῆπτρον δ’οὔτ’ὀπίσω οὔτε προπρηνὲς ἐνώμα,
219
ἀλλ’ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς ·
220
φαίης κε ζάκοτόντέ τιν’ἔμμεναι ἄφρονάτ’αὔτως.
221
ἀλλ’ὅτε δὴ ὄπατε μεγάλην ἐκ στήθεος εἵη
222
καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν,
223
οὐκ ἂν ἔπειτ’Ὀδυσῆΐ γ’ἐρίσσειε βροτὸς ἄλλος ·
224
οὐ τότε γ’ὧδ’Ὀδυσῆος ἀγασσάμεθ’εἶδος ἰδόντες.
225
τὸ τρίτον αὖτ’Αἴαντα ἰδὼν ἐρέειν’ γεραιός ·
226
τίς τὰρ ὅδ’ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰςτε μέγαςτε
227
ἔξοχος Ἀργείων κεφαλήντε καὶ εὐρέας ὤμους;
228
τὸν δ’Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν ·
229
οὗτος δ’Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν ·
230
Ἰδομενεὺς δ’ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς
231
ἕστηκ’, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.
232
πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος
233
οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο.
234
νῦν δ’ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς,
235
οὕς κεν ἐῢ γνοίην καίτ’οὔνομα μυθησαίμην ·
236
δοιὼ δ’οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν
237
Κάστοράθ’ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα
238
αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.
239
οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς,
240
δεύρω μὲν ἕποντο νέεσσ’ἔνι ποντοπόροισι,
241
νῦν αὖτ’οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν
242
αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλ’ μοί ἐστιν.
243
ὣς φάτο, τοὺς δ’ἤδη κάτεχεν φυσίζοος αἶα
244
ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ.
245
κήρυκες δ’ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ
246
ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης
247
ἀσκῷ ἐν αἰγείῳ · φέρε δὲ κρητῆρα φαεινὸν
248
κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα ·
249
ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν ·
250
ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι
251
Τρώωνθ’ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων
252
ἐς πεδίον καταβῆναι ἵν’ὅρκια πιστὰ τάμητε ·
253
αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
254
μακρῇς ἐγχείῃσι μαχήσοντ’ἀμφὶ γυναικί ·
255
τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ’ἕποιτο ·
256
οἳ δ’ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
257
ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται
258
Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.
259
ὣς φάτο ῥίγησεν δ’ γέρων, ἐκέλευσε δ’ἑταίρους
260
ἵππους ζευγνύμεναι · τοὶ δ’ὀτραλέως ἐπίθοντο.
261
ἂν δ’ἄρ’ἔβη Πρίαμος, κατὰ δ’ἡνία τεῖνεν ὀπίσσω ·
262
πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον ·
263
τὼ δὲ διὰ Σκαιῶν πεδίον δ’ἔχον ὠκέας ἵππους.
264
ἀλλ’ὅτε δή ῥ’ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς,
265
ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν
266
ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο.
267
ὄρνυτο δ’αὐτίκ’ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
268
ἂν δ’Ὀδυσεὺς πολύμητις · ἀτὰρ κήρυκες ἀγαυοὶ
269
ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον
270
μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.
271
Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
272
οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο,
273
ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας · αὐτὰρ ἔπειτα
274
κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις.
275
τοῖσιν δ’Ἀτρεΐδης μεγάλ’εὔχετο χεῖρας ἀνασχών ·
276
Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε,
277
Ἠέλιόςθ’, ὃς πάντ’ἐφορᾷς καὶ πάντ’ἐπακούεις,
278
καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας
279
ἀνθρώπους τίνυσθον ὅτις κ’ἐπίορκον ὀμόσσῃ,
280
ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δ’ὅρκια πιστά ·
281
εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ
282
αὐτὸς ἔπειθ’Ἑλένην ἐχέτω καὶ κτήματα πάντα,
283
ἡμεῖς δ’ἐν νήεσσι νεώμεθα ποντοπόροισιν ·
284
εἰ δέ κ’Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,
285
Τρῶας ἔπειθ’Ἑλένην καὶ κτήματα πάντ’ἀποδοῦναι,
286
τιμὴν δ’Ἀργείοις ἀποτινέμεν ἥν τιν’ἔοικεν,
287
τε καὶ ἐσσομένοισι μετ’ἀνθρώποισι πέληται.
288
εἰ δ’ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιότε παῖδες
289
τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος,
290
αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς
291
αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω.
292
, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ ·
293
καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας
294
θυμοῦ δευομένους · ἀπὸ γὰρ μένος εἵλετο χαλκός.
295
οἶνον δ’ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν
296
ἔκχεον, ἠδ’εὔχοντο θεοῖς αἰειγενέτῃσιν.
297
ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶντε Τρώωντε ·
298
Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι
299
ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν
300
ὧδέ σφ’ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος
301
αὐτῶν καὶ τεκέων, ἄλοχοι δ’ἄλλοισι δαμεῖεν.
302
ὣς ἔφαν, οὐ δ’ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.
303
τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε ·
304
κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί ·
305
ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν
306
ἄψ, ἐπεὶ οὔ πω τλήσομ’ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι
307
μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ ·
308
Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι
309
ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν.
310
ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς,
311
ἂν δ’ἄρ’ἔβαιν’αὐτός, κατὰ δ’ἡνία τεῖνεν ὀπίσσω ·
312
πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον.
313
τὼ μὲν ἄρ’ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο ·
314
Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς
315
χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα
316
κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,
317
ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.
318
λαοὶ δ’ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον,
319
ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶντε Τρώωντε ·
320
Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
321
ὁππότερος τάδε ἔργα μετ’ἀμφοτέροισιν ἔθηκε,
322
τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω,
323
ἡμῖν δ’αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.
324
ὣς ἄρ’ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ
325
ἂψ ὁρόων · Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν.
326
οἳ μὲν ἔπειθ’ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ
327
ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχε’ἔκειτο ·
328
αὐτὰρ γ’ἀμφ’ὤμοισιν ἐδύσετο τεύχεα καλὰ
329
δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο.
330
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
331
καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας ·
332
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν
333
οἷο κασιγνήτοιο Λυκάονος · ἥρμοσε δ’αὐτῷ.
334
ἀμφὶ δ’ἄρ’ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
335
χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγατε στιβαρόντε ·
336
κρατὶ δ’ἐπ’ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
337
ἵππουριν · δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν ·
338
εἵλετο δ’ἄλκιμον ἔγχος, οἱ παλάμηφιν ἀρήρει.
339
ὣς δ’αὔτως Μενέλαος ἀρήϊος ἔντε’ἔδυνεν.
340
οἳ δ’ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
341
ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο
342
δεινὸν δερκόμενοι · θάμβος δ’ἔχεν εἰσορόωντας
343
Τρῶάςθ’ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.
344
καί ῥ’ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ
345
σείοντ’ἐγχείας ἀλλήλοισιν κοτέοντε.
346
πρόσθε δ’Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,
347
καὶ βάλεν Ἀτρεΐδαο κατ’ἀσπίδα πάντοσε ἴσην,
348
οὐ δ’ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
349
ἀσπίδ’ἐνὶ κρατερῇ · δὲ δεύτερον ὄρνυτο χαλκῷ
350
Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί ·
351
Ζεῦ ἄνα δὸς τίσασθαι με πρότερος κάκ’ἔοργε
352
δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον,
353
ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων
354
ξεινοδόκον κακὰ ῥέξαι, κεν φιλότητα παράσχῃ.
355
ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
356
καὶ βάλε Πριαμίδαο κατ’ἀσπίδα πάντοσε ἴσην ·
357
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
358
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο ·
359
ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
360
ἔγχος · δ’ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
361
Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
362
πλῆξεν ἀνασχόμενος κόρυθος φάλον · ἀμφὶ δ’ἄρ’αὐτῷ
363
τριχθάτε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.
364
Ἀτρεΐδης δ’ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν ·
365
Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος ·
366
τ’ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος ·
367
νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος
368
ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐ δ’ἔβαλόν μιν.
369
καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης,
370
ἕλκε δ’ἐπιστρέψας μετ’ἐϋκνήμιδας Ἀχαιούς ·
371
ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,
372
ὅς οἱ ὑπ’ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.
373
καί νύ κεν εἴρυσσέντε καὶ ἄσπετον ἤρατο κῦδος,
374
εἰ μὴ ἄρ’ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,
375
οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο ·
376
κεινὴ δὲ τρυφάλεια ἅμ’ἕσπετο χειρὶ παχείῃ.
377
τὴν μὲν ἔπειθ’ἥρως μετ’ἐϋκνήμιδας Ἀχαιοὺς
378
ῥῖψ’ἐπιδινήσας, κόμισαν δ’ἐρίηρες ἑταῖροι ·
379
αὐτὰρ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων
380
ἔγχεϊ χαλκείῳ · τὸν δ’ἐξήρπαξ’Ἀφροδίτη
381
ῥεῖα μάλ’ὥςτε θεός, ἐκάλυψε δ’ἄρ’ἠέρι πολλῇ,
382
κὰδ δ’εἷσ’ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.
383
αὐτὴ δ’αὖ Ἑλένην καλέουσ’ἴε · τὴν δὲ κίχανε
384
πύργῳ ἐφ’ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν ·
385
χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα,
386
γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν
387
εἰροκόμῳ, οἱ Λακεδαίμονι ναιετοώσῃ
388
ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε ·
389
τῇ μιν ἐεισαμένη προσεφώνεε δῖ’Ἀφροδίτη ·
390
δεῦρ’ἴθ’· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι.
391
κεῖνος γ’ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι
392
κάλλεΐτε στίλβων καὶ εἵμασιν · οὐ δέ κε φαίης
393
ἀνδρὶ μαχεσσάμενον τόν γ’ἐλθεῖν, ἀλλὰ χορὸν δὲ
394
ἔρχεσθ’, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.
395
ὣς φάτο, τῇ δ’ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε ·
396
καί ῥ’ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν
397
στήθεάθ’ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,
398
θάμβησέντ’ἄρ’ἔπειτα ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζε ·
399
δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;
400
πῄ με προτέρω πολίων εὖ ναιομενάων
401
ἄξεις, Φρυγίης Μῃονίης ἐρατεινῆς,
402
εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων ·
403
οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος
404
νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ’ἄγεσθαι,
405
τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;
406
ἧσο παρ’αὐτὸν ἰοῦσα, θεῶν δ’ἀπόεικε κελεύθου,
407
μη δ’ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,
408
ἀλλ’αἰεὶ περὶ κεῖνον ὀΐζυε καί φύλασσε,
409
εἰς κέ σ’ ἄλοχον ποιήσεται γε δούλην.
410
κεῖσε δ’ἐγὼν οὐκ εἶμι · νεμεσσητὸν δέ κεν εἴη ·
411
κείνου πορσανέουσα λέχος · Τρῳαὶ δέ μ’ὀπίσσω
412
πᾶσαι μωμήσονται · ἔχω δ’ἄχε’ἄκριτα θυμῷ.
413
τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ’Ἀφροδίτη ·
414
μή μ’ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,
415
τὼς δέ σ’ἀπεχθήρω ὡς νῦν ἔκπαγλ’ἐφίλησα,
416
μέσσῳ δ’ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ
417
Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.
418
ὣς ἔφατ’, ἔδεισεν δ’Ἑλένη Διὸς ἐκγεγαυῖα,
419
βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ
420
σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν · ἦρχε δὲ δαίμων.
421
αἳ δ’ὅτ’Ἀλεξάνδροιο δόμον περικαλλέ’ἵκοντο,
422
ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,
423
δ’εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.
424
τῇ δ’ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη
425
ἀντί’Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα ·
426
ἔνθα κάθιζ’Ἑλένη κούρη Διὸς αἰγιόχοιο
427
ὄσσε πάλιν κλίνασα, πόσιν δ’ἠνίπαπε μύθῳ ·
428
ἤλυθες ἐκ πολέμου · ὡς ὤφελες αὐτόθ’ὀλέσθαι
429
ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.
430
μὲν δὴ πρίν γ’εὔχε’ἀρηϊφίλου Μενελάου
431
σῇτε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι ·
432
ἀλλ’ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον
433
ἐξαῦτις μαχέσασθαι ἐναντίον · ἀλλά σ’ἔγωγε
434
παύεσθαι κέλομαι, μη δὲ ξανθῷ Μενελάῳ
435
ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
436
ἀφραδέως, μή πως τάχ’ὑπ’αὐτοῦ δουρὶ δαμήῃς.
437
τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε ·
438
μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε ·
439
νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,
440
κεῖνον δ’αὖτις ἐγώ · πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.
441
ἀλλ’ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε ·
442
οὐ γάρ πώ ποτέ μ’ὧδέ γ’ἔρως φρένας ἀμφεκάλυψεν,
443
οὐ δ’ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς
444
ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,
445
νήσῳ δ’ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ,
446
ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.
447
ῥα, καὶ ἄρχε λέχος δὲ κιών · ἅμα δ’εἵπετ’ἄκοιτις.
448
τὼ μὲν ἄρ’ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,
449
Ἀτρεΐδης δ’ἀν’ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς
450
εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.
451
ἀλλ’οὔ τις δύνατο Τρώων κλειτῶντ’ἐπικούρων
452
δεῖξαι Ἀλέξανδρον τότ’ἀρηϊφίλῳ Μενελάῳ ·
453
οὐ μὲν γὰρ φιλότητί γ’ἐκεύθανον εἴ τις ἴδοιτο ·
454
ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.
455
τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
456
κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ἐπίκουροι ·
457
νίκη μὲν δὴ φαίνετ’ἀρηϊφίλου Μενελάου,
458
ὑμεῖς δ’Ἀργείην Ἑλένην καὶ κτήμαθ’ἅμ’αὐτῇ
459
ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τιν’ἔοικεν,
460
τε καὶ ἐσσομένοισι μετ’ἀνθρώποισι πέληται.
461
ὣς ἔφατ’Ἀτρεΐδης, ἐπὶ δ’ᾔνεον ἄλλοι Ἀχαιοί.