Iliad, Book 4 (Δ)
οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο
2χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη
3νέκταρ ἐοινοχόει · τοὶ δὲ χρυσέοις δεπάεσσι
4δειδέχατ’ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες ·
5αὐτίκ’ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην
6κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων ·
720δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων8Ἥρητ’Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη.9ἀλλ’ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι10τέρπεσθον · τῷ δ’αὖτε φιλομειδὴς Ἀφροδίτη11αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει ·12καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.13ἀλλ’ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου ·14ἡμεῖς δὲ φραζώμεθ’ὅπως ἔσται τάδε ἔργα,15ἤ ῥ’αὖτις πόλεμόντε κακὸν καὶ φύλοπιν αἰνὴν16ὄρσομεν, ἦ φιλότητα μετ’ἀμφοτέροισι βάλωμεν.17εἰ δ’αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο,18ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,19αὖτις δ’Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.
ὣς ἔφαθ’, αἳ δ’ἐπέμυξαν Ἀθηναίητε καὶ Ἥρη ·
21πλησίαι αἵ γ’ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
22ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐ δέ τι εἶπε
23σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει ·
24Ἥρῃ δ’οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα ·
2530αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες ·26πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδ’ἀτέλεστον,27ἱδρῶθ’ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι28λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖότε παισίν.29ἕρδ’· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
τὴν δὲ μέγ’ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς ·
3150δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιότε παῖδες32τόσσα κακὰ ῥέζουσιν, ὅτ’ἀσπερχὲς μενεαίνεις33Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;34εἰ δὲ σύ γ’εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ35ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιότε παῖδας36ἄλλουςτε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.37ἕρξον ὅπως ἐθέλεις · μὴ τοῦτό γε νεῖκος ὀπίσσω38σοὶ καὶ ἐμοὶ μέγ’ἔρισμα μετ’ἀμφοτέροισι γένηται.39ἄλλο δέ τοι ἐρέω, σὺ δ’ἐνὶ φρεσὶ βάλλεο σῇσιν ·40ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι41τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,42μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ’ἐᾶσαι ·43καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ ·44αἳ γὰρ ὑπ’ἠελίῳτε καὶ οὐρανῷ ἀστερόεντι45ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,46τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ47καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.48οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης49λοιβῆςτε κνίσηςτε · τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
τὸν δ’ἠμείβετ’ἔπειτα βοῶπις πότνια Ἥρη ·
5168ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες52Ἄργόςτε Σπάρτητε καὶ εὐρυάγυια Μυκήνη ·53τὰς διαπέρσαι ὅτ’ἄν τοι ἀπέχθωνται περὶ κῆρι ·54τάων οὔ τοι ἐγὼ πρόσθ’ἵσταμαι οὐ δὲ μεγαίρω.55εἴ περ γὰρ φθονέωτε καὶ οὐκ εἰῶ διαπέρσαι,56οὐκ ἀνύω φθονέουσ’ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.57ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον ·58καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί,59καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,60ἀμφότερον γενεῇτε καὶ οὕνεκα σὴ παράκοιτις61κέκλημαι, σὺ δὲ πᾶσι μετ’ἀθανάτοισιν ἀνάσσεις.62ἀλλ’ἤτοι μὲν ταῦθ’ὑποείξομεν ἀλλήλοισι,63σοὶ μὲν ἐγώ, σὺ δ’ἐμοί · ἐπὶ δ’ἕψονται θεοὶ ἄλλοι64ἀθάνατοι · σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι65ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν,66πειρᾶν δ’ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς67ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
ὣς ἔφατ’, οὐ δ’ἀπίθησε πατὴρ ἀνδρῶντε θεῶντε ·
69αὐτίκ’Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα ·
7073αἶψα μάλ’ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς,71πειρᾶν δ’ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς72ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
74βῆ δὲ κατ’Οὐλύμποιο καρήνων ἀΐξασα.
75οἷον δ’ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω
76ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν
77λαμπρόν · τοῦ δέτε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται ·
78τῷ ἐϊκυῖ’ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη,
79κὰδ δ’ἔθορ’ἐς μέσσον · θάμβος δ’ἔχεν εἰσορόωντας
80Τρῶάςθ’ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς ·
81ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον ·
8285ἦ ῥ’αὖτις πόλεμόςτε κακὸς καὶ φύλοπις αἰνὴ83ἔσσεται, ἢ φιλότητα μετ’ἀμφοτέροισι τίθησι84Ζεύς, ὅςτ’ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶντε Τρώωντε.
86ἣ δ’ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθ’ὅμιλον
87Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ,
88Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι.
89εὗρε Λυκάονος υἱὸν ἀμύμονάτε κρατερόντε
90ἑσταότ’· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
91λαῶν, οἵ οἱ ἕποντο ἀπ’Αἰσήποιο ῥοάων ·
92ἀγχοῦ δ’ἱσταμένη ἔπεα πτερόεντα προσηύδα ·
93104ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον.94τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν,95πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο,96ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ.97τοῦ κεν δὴ πάμπρωτα παρ’ἀγλαὰ δῶρα φέροιο,98αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν99σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντ’ἀλεγεινῆς.100ἀλλ’ἄγ’ὀΐστευσον Μενελάου κυδαλίμοιο,101εὔχεο δ’Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ102ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην103οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
ὣς φάτ’Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν ·
105αὐτίκ’ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς
106ἀγρίου, ὅν ῥά ποτ’αὐτὸς ὑπὸ στέρνοιο τυχήσας
107πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι
108βεβλήκει πρὸς στῆθος · ὃ δ’ὕπτιος ἔμπεσε πέτρῃ.
109τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει ·
110καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων,
111πᾶν δ’εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.
112καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ
113ἀγκλίνας · πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι
114μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν
115πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν.
116αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δ’ἕλετ’ἰὸν
117ἀβλῆτα πτερόεντα μελαινέων ἕρμ’ὀδυνάων ·
118αἶψα δ’ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν,
119εὔχετο δ’Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
120ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
121οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
122ἕλκε δ’ὁμοῦ γλυφίδαςτε λαβὼν καὶ νεῦρα βόεια ·
123νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.
124αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,
125λίγξε βιός, νευρὴ δὲ μέγ’ἴαχεν, ἆλτο δ’ὀϊστὸς
126ὀξυβελὴς καθ’ὅμιλον ἐπιπτέσθαι μενεαίνων.
127οὐ δὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο
128ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,
129ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.
130ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ
131παιδὸς ἐέργῃ μυῖαν ὅθ’ἡδέϊ λέξεται ὕπνῳ,
132αὐτὴ δ’αὖτ’ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες
133χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ.
134ἐν δ’ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός ·
135διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο,
136καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο
137μίτρηςθ’, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων,
138ἥ οἱ πλεῖστον ἔρυτο · διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.
139ἀκρότατον δ’ἄρ’ὀϊστὸς ἐπέγραψε χρόα φωτός ·
140αὐτίκα δ’ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.
141ὡς δ’ὅτε τίςτ’ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ
142Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων ·
143κεῖται δ’ἐν θαλάμῳ, πολέεςτέ μιν ἠρήσαντο
144ἱππῆες φορέειν · βασιλῆϊ δὲ κεῖται ἄγαλμα,
145ἀμφότερον κόσμόςθ’ἵππῳ ἐλατῆρίτε κῦδος ·
146τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ
147εὐφυέες κνῆμαίτε ἰδὲ σφυρὰ κάλ’ὑπένερθε.
148ῥίγησεν δ’ἄρ’ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
149ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς ·
150ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος.
151ὡς δὲ ἴδεν νεῦρόντε καὶ ὄγκους ἐκτὸς ἐόντας
152ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη.
153τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων
154χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δ’ἑταῖροι ·
155183φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκι’ἔταμνον156οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι,157ὥς σ’ἔβαλον Τρῶες, κατὰ δ’ὅρκια πιστὰ πάτησαν.158οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμάτε ἀρνῶν159σπονδαίτ’ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν.160εἴ περ γάρτε καὶ αὐτίκ’Ὀλύμπιος οὐκ ἐτέλεσσεν,161ἔκτε καὶ ὀψὲ τελεῖ, σύντε μεγάλῳ ἀπέτισαν162σὺν σφῇσιν κεφαλῇσι γυναιξίτε καὶ τεκέεσσιν.163εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν ·164ἔσσεται ἦμαρ ὅτ’ἄν ποτ’ὀλώλῃ Ἴλιος ἱρὴ165καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο,166Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων167αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι168τῆσδ’ἀπάτης κοτέων · τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα ·169ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε170αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο.171καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην ·172αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης ·173κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν174Ἀργείην Ἑλένην · σέο δ’ὀστέα πύσει ἄρουρα175κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ.176καί κέ τις ὧδ’ἐρέει Τρώων ὑπερηνορεόντων177τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο ·182ὥς ποτέ τις ἐρέει · τότε μοι χάνοι εὐρεῖα χθών.
τὸν δ’ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος ·
184188θάρσει, μη δέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν ·185οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν186εἰρύσατο ζωστήρτε παναίολος ἠδ’ὑπένερθε187ζῶμάτε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.
τὸν δ’ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων ·
189192αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε ·190ἕλκος δ’ἰητὴρ ἐπιμάσσεται ἠδ’ἐπιθήσει191φάρμαχ’ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.
ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα ·
193198Ταλθύβι’ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον194φῶτ’Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,195ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν,196ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς197Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.
ὣς ἔφατ’, οὐ δ’ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
199βῆ δ’ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
200παπταίνων ἥρωα Μαχάονα · τὸν δὲ νόησεν
201ἑσταότ’· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
202λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.
203ἀγχοῦ δ’ἱστάμενος ἔπεα πτερόεντα προσηύδα ·
204208ὄρσ’Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων,205ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν,206ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς207Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.
ὣς φάτο, τῷ δ’ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε ·
209βὰν δ’ἰέναι καθ’ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.
210ἀλλ’ὅτε δή ῥ’ἵκανον ὅθι ξανθὸς Μενέλαος
211βλήμενος ἦν, περὶ δ’αὐτὸν ἀγηγέραθ’ὅσσοι ἄριστοι
212κυκλόσ’, ὃ δ’ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς,
213αὐτίκα δ’ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν ·
214τοῦ δ’ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.
215λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδ’ὑπένερθε
216ζῶμάτε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες.
217αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθ’ἔμπεσε πικρὸς ὀϊστός,
218αἷμ’ἐκμυζήσας ἐπ’ἄρ’ἤπια φάρμακα εἰδὼς
219πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.
220ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον,
221τόφρα δ’ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων ·
222οἳ δ’αὖτις κατὰ τεύχε’ἔδυν, μνήσαντο δὲ χάρμης.
223ἔνθ’οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον
224οὐ δὲ καταπτώσσοντ’οὐ δ’οὐκ ἐθέλοντα μάχεσθαι,
225ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν.
226ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ ·
227καὶ τοὺς μὲν θεράπων ἀπάνευθ’ἔχε φυσιόωντας
228Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο ·
229τῷ μάλα πόλλ’ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν
230γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα ·
231αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν ·
232καί ῥ’οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων,
233τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν ·
234240Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς ·235οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετ’ἀρωγός,236ἀλλ’οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο237τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται,238ἡμεῖς αὖτ’ἀλόχουςτε φίλας καὶ νήπια τέκνα239ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.
οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο,
241τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν ·
242250Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε;243τίφθ’οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί,244αἵτ’ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι245ἑστᾶσ’, οὐ δ’ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή ·246ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐ δὲ μάχεσθε.247ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθάτε νῆες248εἰρύατ’εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης,249ὄφρα ἴδητ’αἴ κ’ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;
ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν ·
251ἦλθε δ’ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.
252οἳ δ’ἀμφ’Ἰδομενῆα δαΐφρονα θωρήσσοντο ·
253Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν,
254Μηριόνης δ’ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας.
255τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
256αὐτίκα δ’Ἰδομενῆα προσηύδα μειλιχίοισιν ·
257265Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων258ἠμὲν ἐνὶ πτολέμῳ ἠδ’ἀλλοίῳ ἐπὶ ἔργῳ259ἠδ’ἐν δαίθ’, ὅτε πέρτε γερούσιον αἴθοπα οἶνον260Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται.261εἴ περ γάρτ’ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ262δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ263ἕστηχ’, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.264ἀλλ’ὄρσευ πόλεμον δ’οἷος πάρος εὔχεαι εἶναι.
τὸν δ’αὖτ’Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα ·
266272Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος267ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα ·268ἀλλ’ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς269ὄφρα τάχιστα μαχώμεθ’, ἐπεὶ σύν γ’ὅρκι’ἔχευαν270Τρῶες · τοῖσιν δ’αὖ θάνατος καὶ κήδε’ὀπίσσω271ἔσσετ’ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.
ὣς ἔφατ’, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ ·
273ἦλθε δ’ἐπ’Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν ·
274τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.
275ὡς δ’ὅτ’ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ
276ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς ·
277τῷ δέτ’ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα
278φαίνετ’ἰὸν κατὰ πόντον, ἄγει δέτε λαίλαπα πολλήν,
279ῥίγησέντε ἰδών, ὑπότε σπέος ἤλασε μῆλα ·
280τοῖαι ἅμ’Αἰάντεσσι διοτρεφέων αἰζηῶν
281δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες
282κυάνεαι, σάκεσίντε καὶ ἔγχεσι πεφρικυῖαι.
283καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
284καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
285292Αἴαντ’Ἀργείων ἡγήτορε χαλκοχιτώνων,286σφῶϊ μέν · οὐ γὰρ ἔοικ’ὀτρυνέμεν · οὔ τι κελεύω ·287αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.288αἲ γὰρ Ζεῦτε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον289τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο ·290τώ κε τάχ’ἠμύσειε πόλις Πριάμοιο ἄνακτος291χερσὶν ὑφ’ἡμετέρῃσιν ἁλοῦσάτε περθομένητε.
ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετ’ἄλλους ·
293ἔνθ’ὅ γε Νέστορ’ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν
294οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι
295ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστοράτε Χρομίοντε
296Αἵμονάτε κρείοντα Βίαντάτε ποιμένα λαῶν ·
297ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,
298πεζοὺς δ’ἐξόπιθε στῆσεν πολέαςτε καὶ ἐσθλοὺς
299ἕρκος ἔμεν πολέμοιο · κακοὺς δ’ἐς μέσσον ἔλασσεν,
300ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.
301ἱππεῦσιν μὲν πρῶτ’ἐπετέλλετο · τοὺς γὰρ ἀνώγει
302σφοὺς ἵππους ἐχέμεν μη δὲ κλονέεσθαι ὁμίλῳ ·
303310μη δέ τις ἱπποσύνῃτε καὶ ἠνορέηφι πεποιθὼς304οἶος πρόσθ’ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,305μη δ’ἀναχωρείτω · ἀλαπαδνότεροι γὰρ ἔσεσθε.306ὃς δέ κ’ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ’ἅρμαθ’ἵκηται307ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.308ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχε’ἐπόρθεον309τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.
ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς ·
311καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
312καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
313317ὦ γέρον εἴθ’ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν314ὥς τοι γούναθ’ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη ·315ἀλλά σε γῆρας τείρει ὁμοίϊον · ὡς ὄφελέν τις316ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.
τὸν δ’ἠμείβετ’ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
318326Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς319ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.320ἀλλ’οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν ·321εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει.322ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω323βουλῇ καὶ μύθοισι · τὸ γὰρ γέρας ἐστὶ γερόντων.324αἰχμὰς δ’αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο325ὁπλότεροι γεγάασι πεποίθασίντε βίηφιν.
ὣς ἔφατ’, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ.
327εὗρ’υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον
328ἑσταότ’· ἀμφὶ δ’Ἀθηναῖοι μήστωρες ἀϋτῆς ·
329αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,
330πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ
331ἕστασαν · οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς,
332ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες
333Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν · οἳ δὲ μένοντες
334ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν
335Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.
336τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
337καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
338349ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,339καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον340τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δ’ἄλλους;341σφῶϊν μέντ’ἐπέοικε μετὰ πρώτοισιν ἐόντας342ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι ·343πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,344ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.345ἔνθα φίλ’ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα346οἴνου πινέμεναι μελιηδέος ὄφρ’ἐθέλητον ·347νῦν δὲ φίλως χ’ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν348ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.
τὸν δ’ἄρ’ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς ·
350356Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;351πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότ’Ἀχαιοὶ352Τρωσὶν ἐφ’ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;353ὄψεαι αἴ κ’ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ354Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα355Τρώων ἱπποδάμων · σὺ δὲ ταῦτ’ἀνεμώλια βάζεις.
τὸν δ’ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων
357ὡς γνῶ χωομένοιο · πάλιν δ’ὅ γε λάζετο μῦθον ·
358364διογενὲς Λαερτιάδη πολυμήχαν’Ὀδυσσεῦ359οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω ·360οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν361ἤπια δήνεα οἶδε · τὰ γὰρ φρονέεις ἅτ’ἐγώ περ.362ἀλλ’ἴθι ταῦτα δ’ὄπισθεν ἀρεσσόμεθ’εἴ τι κακὸν νῦν363εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.
ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετ’ἄλλους.
365εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα
366ἑσταότ’ἔνθ’ἵπποισι καὶ ἅρμασι κολλητοῖσι ·
367πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.
368καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,
369καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
370401ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο371τί πτώσσεις, τί δ’ὀπιπεύεις πολέμοιο γεφύρας;372οὐ μὲν Τυδέϊ γ’ὧδε φίλον πτωσκαζέμεν ἦεν,373ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,374ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον · οὐ γὰρ ἔγωγε375ἤντησ’οὐ δὲ ἴδον · περὶ δ’ἄλλων φασὶ γενέσθαι.376ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας377ξεῖνος ἅμ’ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων ·378οἳ δὲ τότ’ἐστρατόωνθ’ἱερὰ πρὸς τείχεα Θήβης,379καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους ·380οἳ δ’ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον ·381ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.382οἳ δ’ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,383Ἀσωπὸν δ’ἵκοντο βαθύσχοινον λεχεποίην,384ἔνθ’αὖτ’ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.385αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας386δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.387ἔνθ’οὐ δὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς388τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,389ἀλλ’ὅ γ’ἀεθλεύειν προκαλίζετο, πάντα δ’ἐνίκα390ῥηϊδίως · τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη.391οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων392ἂψ ἄρ’ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες393κούρους πεντήκοντα · δύω δ’ἡγήτορες ἦσαν,394Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,395υἱόςτ’Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης.396Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε ·397πάντας ἔπεφν’, ἕνα δ’οἶον ἵει οἶκον δὲ νέεσθαι ·398Μαίον’ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας.399τοῖος ἔην Τυδεὺς Αἰτώλιος · ἀλλὰ τὸν υἱὸν400γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέτ’ἀμείνω.
ὣς φάτο, τὸν δ’οὔ τι προσέφη κρατερὸς Διομήδης
402αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο ·
403τὸν δ’υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο ·
404411Ἀτρεΐδη μὴ ψεύδε’ἐπιστάμενος σάφα εἰπεῖν ·405ἡμεῖς τοι πατέρων μέγ’ἀμείνονες εὐχόμεθ’εἶναι ·406ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο407παυρότερον λαὸν ἀγαγόνθ’ὑπὸ τεῖχος ἄρειον,408πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ ·409κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο ·410τὼ μή μοι πατέρας ποθ’ὁμοίῃ ἔνθεο τιμῇ.
τὸν δ’ἄρ’ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης ·
412419τέττα, σιωπῇ ἧσο, ἐμῷ δ’ἐπιπείθεο μύθῳ ·413οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν414ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς ·415τούτῳ μὲν γὰρ κῦδος ἅμ’ἕψεται εἴ κεν Ἀχαιοὶ416Τρῶας δῃώσωσιν ἕλωσίτε Ἴλιον ἱρήν,417τούτῳ δ’αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων.418ἀλλ’ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε ·
420δεινὸν δ’ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος
421ὀρνυμένου · ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.
422ὡς δ’ὅτ’ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης
423ὄρνυτ’ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος ·
424πόντῳ μέντε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
425χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέτ’ἄκρας
426κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δ’ἁλὸς ἄχνην ·
427ὣς τότ’ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες
428νωλεμέως πόλεμον δέ · κέλευε δὲ οἷσιν ἕκαστος
429ἡγεμόνων · οἳ δ’ἄλλοι ἀκὴν ἴσαν, οὐ δέ κε φαίης
430τόσσον λαὸν ἕπεσθαι ἔχοντ’ἐν στήθεσιν αὐδήν,
431σιγῇ δειδιότες σημάντορας · ἀμφὶ δὲ πᾶσι
432τεύχεα ποικίλ’ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.
433Τρῶες δ’, ὥςτ’ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ
434μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν
435ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν,
436ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει ·
437οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐ δ’ἴα γῆρυς,
438ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δ’ἔσαν ἄνδρες.
439ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη
440Δεῖμόςτ’ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα,
441Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρητε,
442ἥτ’ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
443οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει ·
444ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ
445ἐρχομένη καθ’ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν.
446οἳ δ’ὅτε δή ῥ’ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,
447σύν ῥ’ἔβαλον ῥινούς, σὺν δ’ἔγχεα καὶ μένε’ἀνδρῶν
448χαλκεοθωρήκων · ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
449ἔπληντ’ἀλλήλῃσι, πολὺς δ’ὀρυμαγδὸς ὀρώρει.
450ἔνθα δ’ἅμ’οἰμωγήτε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
451ὀλλύντωντε καὶ ὀλλυμένων, ῥέε δ’αἵματι γαῖα.
452ὡς δ’ὅτε χείμαρροι ποταμοὶ κατ’ὄρεσφι ῥέοντες
453ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ
454κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,
455τῶν δέτε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν ·
456ὣς τῶν μισγομένων γένετο ἰαχήτε πόνοςτε.
457πρῶτος δ’Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν
458ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον ·
459τόν ῥ’ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
460ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ’ἄρ’ὀστέον εἴσω
461αἰχμὴ χαλκείη · τὸν δὲ σκότος ὄσσε κάλυψεν,
462ἤριπε δ’ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.
463τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ
464Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,
465ἕλκε δ’ὑπ’ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα
466τεύχεα συλήσειε · μίνυνθα δέ οἱ γένεθ’ὁρμή.
467νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ
468πλευρά, τά οἱ κύψαντι παρ’ἀσπίδος ἐξεφαάνθη,
469οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.
470ὣς τὸν μὲν λίπε θυμός, ἐπ’αὐτῷ δ’ἔργον ἐτύχθη
471ἀργαλέον Τρώων καὶ Ἀχαιῶν · οἳ δὲ λύκοι ὣς
472ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δ’ἄνδρ’ἐδνοπάλιζεν.
473ἔνθ’ἔβαλ’Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας
474ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ
475Ἴδηθεν κατιοῦσα παρ’ὄχθῃσιν Σιμόεντος
476γείνατ’, ἐπεί ῥα τοκεῦσιν ἅμ’ἕσπετο μῆλα ἰδέσθαι ·
477το- τοὔνεκά μιν κάλεον Σιμοείσιον · οὐ δὲ τοκεῦσι
478θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
479ἔπλεθ’ὑπ’Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
480πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν
481δεξιόν · ἀντικρὺ δὲ δι’ὤμου χάλκεον ἔγχος
482ἦλθεν · ὃ δ’ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς
483ἥ ῥάτ’ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει
484λείη, ἀτάρτέ οἱ ὄζοι ἐπ’ἀκροτάτῃ πεφύασι ·
485τὴν μένθ’ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ
486ἐξέταμ’, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ ·
487ἣ μέντ’ἀζομένη κεῖται ποταμοῖο παρ’ὄχθας.
488τοῖον ἄρ’Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν
489Αἴας διογενής · τοῦ δ’Ἄντιφος αἰολοθώρηξ
490Πριαμίδης καθ’ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.
491τοῦ μὲν ἅμαρθ’, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον
492βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσ’ἐρύοντα ·
493ἤριπε δ’ἀμφ’αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.
494τοῦ δ’Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,
495βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
496στῆ δὲ μάλ’ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ
497ἀμφὶ ἓ παπτήνας · ὑπὸ δὲ Τρῶες κεκάδοντο
498ἀνδρὸς ἀκοντίσσαντος · ὃ δ’οὐχ ἅλιον βέλος ἧκεν,
499ἀλλ’υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα
500ὅς οἱ Ἀβυδόθεν ἦλθε παρ’ἵππων ὠκειάων.
501τόν ῥ’Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ
502κόρσην · ἣ δ’ἑτέροιο διὰ κροτάφοιο πέρησεν
503αἰχμὴ χαλκείη · τὸν δὲ σκότος ὄσσε κάλυψε,
504δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ἐπ’αὐτῷ.
505χώρησαν δ’ὑπότε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ ·
506Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,
507ἴθυσαν δὲ πολὺ προτέρω · νεμέσησε δ’Ἀπόλλων
508Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετ’ἀΰσας ·
509514ὄρνυσθ’ἱππόδαμοι Τρῶες μη δ’εἴκετε χάρμης510Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐ δὲ σίδηρος511χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν ·512οὐ μὰν οὐ δ’Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο513μάρναται, ἀλλ’ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.
ὣς φάτ’ἀπὸ πτόλιος δεινὸς θεός · αὐτὰρ Ἀχαιοὺς
515ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια
516ἐρχομένη καθ’ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.
517ἔνθ’Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε ·
518χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι
519κνήμην δεξιτερήν · βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν
520Πείρως Ἰμβρασίδης ὃς ἄρ’Αἰνόθεν εἰληλούθει.
521ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς
522ἄχρις ἀπηλοίησεν · ὃ δ’ὕπτιος ἐν κονίῃσι
523κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας
524θυμὸν ἀποπνείων · ὃ δ’ἐπέδραμεν ὅς ῥ’ἔβαλέν περ
525Πείροος, οὖτα δὲ δουρὶ παρ’ὀμφαλόν · ἐκ δ’ἄρα πᾶσαι
526χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.
527τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ
528στέρνον ὑπὲρ μαζοῖο, πάγη δ’ἐν πνεύμονι χαλκός ·
529ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δ’ὄβριμον ἔγχος
530ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,
531τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δ’αἴνυτο θυμόν.
532τεύχεα δ’οὐκ ἀπέδυσε · περίστησαν γὰρ ἑταῖροι
533Θρήϊκες ἀκρόκομοι δολίχ’ἔγχεα χερσὶν ἔχοντες,
534οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
535ὦσαν ἀπὸ σφείων · ὃ δὲ χασσάμενος πελεμίχθη.
536ὣς τώ γ’ἐν κονίῃσι παρ’ἀλλήλοισι τετάσθην,
537ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δ’Ἐπειῶν χαλκοχιτώνων
538ἡγεμόνες · πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.
539ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,
540ὅς τις ἔτ’ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ
541δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη
542χειρὸς ἑλοῦσ’, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν ·
543πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ
544πρηνέες ἐν κονίῃσι παρ’ἀλλήλοισι τέταντο.