Iliad, Book 19 (Τ)
Ἠὼς μὲν κροκόπεπλος ἀπ’Ὠκεανοῖο ῥοάων
2ὄρνυθ’, ἵν’ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν ·
3ἣ δ’ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα.
4εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν
5κλαίοντα λιγέως · πολέες δ’ἀμφ’αὐτὸν ἑταῖροι
6μύρονθ’· ἣ δ’ἐν τοῖσι παρίστατο δῖα θεάων,
7ἔντ’ἄρα οἱ φῦ χειρὶ ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζε ·
812τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ9κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη ·10τύνη δ’Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο11καλὰ μάλ’, οἷ’οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν.
ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχε’ἔθηκε
13πρόσθεν Ἀχιλλῆος · τὰ δ’ἀνέβραχε δαίδαλα πάντα.
14Μυρμιδόνας δ’ἄρα πάντας ἕλε τρόμος, οὐ δέ τις ἔτλη
15ἄντην εἰσιδέειν, ἀλλ’ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς
16ὡς εἶδ’, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε
17δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν ·
18τέρπετο δ’ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα.
19αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων
20αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα ·
2128μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷ’ἐπιεικὲς22ἔργ’ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι.23νῦν δ’ἤτοι μὲν ἐγὼ θωρήξομαι · ἀλλὰ μάλ’αἰνῶς24δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν25μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς26εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν,27ἐκ δ’αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ.
τὸν δ’ἠμείβετ’ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα ·
2937τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.30τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα31μυίας, αἵ ῥάτε φῶτας ἀρηϊφάτους κατέδουσιν ·32ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν,33αἰεὶ τῷ γ’ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων.34ἀλλὰ σύ γ’εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς35μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν36αἶψα μάλ’ἐς πόλεμον θωρήσσεο, δύσεο δ’ἀλκήν.
ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε,
38Πατρόκλῳ δ’αὖτ’ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν
39στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη.
40αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς
41σμερδαλέα ἰάχων, ὦρσεν δ’ἥρωας Ἀχαιούς.
42καί ῥ’οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον
43οἵτε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν
44καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες,
45καὶ μὴν οἳ τότε γ’εἰς ἀγορὴν ἴσαν, οὕνεκ’Ἀχιλλεὺς
46ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ’ἀλεγεινῆς.
47τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε
48Τυδεΐδηςτε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς
49ἔγχει ἐρειδομένω · ἔτι γὰρ ἔχον ἕλκεα λυγρά ·
50κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες.
51αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
52ἕλκος ἔχων · καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ
53οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί.
54αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί,
55τοῖσι δ’ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
5674Ἀτρεΐδη ἦ ἄρ τι τόδ’ἀμφοτέροισιν ἄρειον57ἔπλετο σοὶ καὶ ἐμοί, ὅτε νῶΐ περ ἀχνυμένω κῆρ58θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης;59τὴν ὄφελ’ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ60ἤματι τῷ ὅτ’ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας ·61τώ κ’οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας62δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος.63Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον · αὐτὰρ Ἀχαιοὺς64δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω.65ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ66θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ ·67νῦν δ’ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐ δέ τί με χρὴ68ἀσκελέως αἰεὶ μενεαινέμεν · ἀλλ’ἄγε θᾶσσον69ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς,70ὄφρ’ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν71αἴ κ’ἐθέλωσ’ἐπὶ νηυσὶν ἰαύειν · ἀλλά τιν’οἴω72ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι73δηΐου ἐκ πολέμοιο ὑπ’ἔγχεος ἡμετέροιο.
ὣς ἔφαθ’, οἳ δ’ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ
75μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος.
76τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
77αὐτόθεν ἐξ ἕδρης, οὐ δ’ἐν μέσσοισιν ἀναστάς ·
78145ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος79ἑσταότος μὲν καλὸν ἀκούειν, οὐ δὲ ἔοικεν80ὑββάλλειν · χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι.81ἀνδρῶν δ’ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι82ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.83Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι · αὐτὰρ οἱ ἄλλοι84σύνθεσθ’Ἀργεῖοι, μῦθόντ’εὖ γνῶτε ἕκαστος.85πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον86καίτέ με νεικείεσκον · ἐγὼ δ’οὐκ αἴτιός εἰμι,87ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς,88οἵτέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην,89ἤματι τῷ ὅτ’Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων.90ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ.91πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται,92οὐλομένη · τῇ μένθ’ἁπαλοὶ πόδες · οὐ γὰρ ἐπ’οὔδει93πίλναται, ἀλλ’ἄρα ἥ γε κατ’ἀνδρῶν κράατα βαίνει94βλάπτουσ’ἀνθρώπους · κατὰ δ’οὖν ἕτερόν γε πέδησε.95καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον96ἀνδρῶν ἠδὲ θεῶν φασ’ἔμμεναι · ἀλλ’ἄρα καὶ τὸν97Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν,98ἤματι τῷ ὅτ’ἔμελλε βίην Ἡρακληείην99Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ.100ἤτοι ὅ γ’εὐχόμενος μετέφη πάντεσσι θεοῖσι ·106τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη ·112ὣς ἔφατο · Ζεὺς δ’οὔ τι δολοφροσύνην ἐνόησεν,113ἀλλ’ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.114Ἥρη δ’ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,115καρπαλίμως δ’ἵκετ’Ἄργος Ἀχαιικόν, ἔνθ’ἄρα ᾔδη116ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.117ἣ δ’ἐκύει φίλον υἱόν, ὃ δ’ἕβδομος ἑστήκει μείς ·118ἐκ δ’ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα,119Ἀλκμήνης δ’ἀπέπαυσε τόκον, σχέθε δ’Εἰλειθυίας.120αὐτὴ δ’ἀγγελέουσα Δία Κρονίωνα προσηύδα ·125ὣς φάτο, τὸν δ’ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν ·126αὐτίκα δ’εἷλ’Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο127χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον128μή ποτ’ἐς Οὔλυμπόντε καὶ οὐρανὸν ἀστερόεντα129αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται.130ὣς εἰπὼν ἔρριψεν ἀπ’οὐρανοῦ ἀστερόεντος131χειρὶ περιστρέψας · τάχα δ’ἵκετο ἔργ’ἀνθρώπων.132τὴν αἰεὶ στενάχεσχ’ὅθ’ἑὸν φίλον υἱὸν ὁρῷτο133ἔργον ἀεικὲς ἔχοντα ὑπ’Εὐρυσθῆος ἀέθλων.134ὣς καὶ ἐγών, ὅτε δ’αὖτε μέγας κορυθαίολος Ἕκτωρ135Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν,136οὐ δυνάμην λελαθέσθ’Ἄτης ᾗ πρῶτον ἀάσθην.137ἀλλ’ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς,138ἂψ ἐθέλω ἀρέσαι, δόμεναίτ’ἀπερείσι’ἄποινα ·139ἀλλ’ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς.140δῶρα δ’ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν141χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς.142εἰ δ’ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος,143δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες144οἴσουσ’, ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω.
τὸν δ’ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
146154Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον147δῶρα μὲν αἴ κ’ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές,148ἤτ’ἐχέμεν παρὰ σοί · νῦν δὲ μνησώμεθα χάρμης149αἶψα μάλ’· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδ’ἐόντας150οὐ δὲ διατρίβειν · ἔτι γὰρ μέγα ἔργον ἄρεκτον ·151ὥς κέ τις αὖτ’Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται152ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας.153ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
155184μὴ δ’οὕτως, ἀγαθός περ ἐών, θεοείκελ’Ἀχιλλεῦ156νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν157Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται158φύλοπις, εὖτ’ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες159ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν.160ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς161σίτου καὶ οἴνοιο · τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.162οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα163ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι ·164εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν,165ἀλλάτε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει166δίψάτε καὶ λιμός, βλάβεται δέτε γούνατ’ἰόντι.167ὃς δέ κ’ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς168ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ,169θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐ δέ τι γυῖα170πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο.171ἀλλ’ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι172ὅπλεσθαι · τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων173οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ174ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς.175ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς176μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι ·177ἣ θέμις ἐστὶν ἄναξ ἤτ’ἀνδρῶν ἤτε γυναικῶν ·178καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω.179αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω180πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα.181Ἀτρεΐδη σὺ δ’ἔπειτα δικαιότερος καὶ ἐπ’ἄλλῳ182ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα183ἄνδρ’ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ.
τὸν δ’αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
185198χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας ·186ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας.187ταῦτα δ’ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός,188οὐ δ’ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺς189μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος ·190μίμνετε δ’ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶρα191ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν.192σοὶ δ’αὐτῷ τόδ’ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω ·193κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν194δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσ’Ἀχιλῆϊ195χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεντε γυναῖκας.196Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν197κάπρον ἑτοιμασάτω ταμέειν Διίτ’Ἠελίῳτε.
τὸν δ’ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
199215Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον200ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι,201ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται202καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι.203νῦν δ’οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν204Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν,205ὑμεῖς δ’ἐς βρωτὺν ὀτρύνετον · ἦτ’ἂν ἔγωγε206νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν207νήστιας ἀκμήνους, ἅμα δ’ἠελίῳ καταδύντι208τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην.209πρὶν δ’οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη210οὐ πόσις οὐ δὲ βρῶσις ἑταίρου τεθνηῶτος211ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ212κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δ’ἑταῖροι213μύρονται · τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν,214ἀλλὰ φόνοςτε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν.
τὸν δ’ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
216238ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ’Ἀχαιῶν,217κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ218ἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην219πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.220τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν.221αἶψάτε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,222ἧςτε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,223ἄμητος δ’ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα224Ζεύς, ὅςτ’ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.225γαστέρι δ’οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς ·226λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα227πίπτουσιν · πότε κέν τις ἀναπνεύσειε πόνοιο;228ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι229νηλέα θυμὸν ἔχοντας ἐπ’ἤματι δακρύσαντας ·230ὅσσοι δ’ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται231μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρ’ἔτι μᾶλλον232ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ233ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα. μη δέ τις ἄλλην234λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω ·235ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται236νηυσὶν ἐπ’Ἀργείων · ἀλλ’ἀθρόοι ὁρμηθέντες237Τρωσὶν ἐφ’ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.
ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο
239Φυλεΐδηντε Μέγητα Θόαντάτε Μηριόνηντε
240καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον ·
241βὰν δ’ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο.
242αὐτίκ’ἔπειθ’ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον ·
243ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη,
244αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ’ἵππους ·
245ἐκ δ’ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
246ἕπτ’, ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον.
247χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα
248ἦρχ’, ἅμα δ’ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν.
249καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δ’Ἀγαμέμνων
250ἵστατο · Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν
251κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.
252Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
253ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,
254κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν
255εὔχετο · τοὶ δ’ἄρα πάντες ἐπ’αὐτόφιν εἵατο σιγῇ
256Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος.
257εὐξάμενος δ’ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν ·
258266ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος259Γῆτε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵθ’ὑπὸ γαῖαν260ἀνθρώπους τίνυνται, ὅτις κ’ἐπίορκον ὀμόσσῃ,261μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρ’ἐπένεικα,262οὔτ’εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου.263ἀλλ’ἔμεν’ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν.264εἰ δέ τι τῶνδ’ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν265πολλὰ μάλ’, ὅσσα διδοῦσιν ὅτίς σφ’ἀλίτηται ὀμόσσας.
ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ.
267τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα
268ῥῖψ’ἐπιδινήσας βόσιν ἰχθύσιν · αὐτὰρ Ἀχιλλεὺς
269ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα ·
270276Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα ·271οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν272Ἀτρεΐδης ὤρινε διαμπερές, οὐ δέ κε κούρην273ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος · ἀλλά ποθι Ζεὺς274ἤθελ’Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι.275νῦν δ’ἔρχεσθ’ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.
ὣς ἄρ’ἐφώνησεν, λῦσεν δ’ἀγορὴν αἰψηρήν.
277οἳ μὲν ἄρ’ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
278δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο,
279βὰν δ’ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο.
280καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας,
281ἵππους δ’εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί.
282Βρισηῒς δ’ἄρ’ἔπειτ’ἰκέλη χρυσέῃ Ἀφροδίτῃ
283ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ,
284ἀμφ’αὐτῷ χυμένη λίγ’ἐκώκυε, χερσὶ δ’ἄμυσσε
285στήθεάτ’ἠδ’ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα.
286εἶπε δ’ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι ·
287301Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ288ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα,289νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν290ἂψ ἀνιοῦσ’· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.291ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ292εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ,293τρεῖςτε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ,294κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.295οὐ δὲ μὲν οὐ δέ μ’ἔασκες, ὅτ’ἄνδρ’ἐμὸν ὠκὺς Ἀχιλλεὺς296ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,297κλαίειν, ἀλλά μ’ἔφασκες Ἀχιλλῆος θείοιο298κουριδίην ἄλοχον θήσειν, ἄξειντ’ἐνὶ νηυσὶν299ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.300τώ σ’ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί.
ὣς ἔφατο κλαίουσ’, ἐπὶ δὲ στενάχοντο γυναῖκες
302Πάτροκλον πρόφασιν, σφῶν δ’αὐτῶν κήδε’ἑκάστη.
303αὐτὸν δ’ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο
304λισσόμενοι δειπνῆσαι · ὃ δ’ἠρνεῖτο στεναχίζων ·
305309λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθ’ἑταίρων,306μή με πρὶν σίτοιο κελεύετε μη δὲ ποτῆτος307ἄσασθαι φίλον ἦτορ, ἐπεί μ’ἄχος αἰνὸν ἱκάνει ·308δύντα δ’ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης.
ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας,
310δοιὼ δ’Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς
311Νέστωρ Ἰδομενεύςτε γέρωνθ’ἱππηλάτα Φοῖνιξ
312τέρποντες πυκινῶς ἀκαχήμενον · οὐ δέ τι θυμῷ
313τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος.
314μνησάμενος δ’ἁδινῶς ἀνενείκατο φώνησέντε ·
315338ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθ’ἑταίρων316αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας317αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατ’Ἀχαιοὶ318Τρωσὶν ἐφ’ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.319νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ320ἄκμηνον πόσιος καὶ ἐδητύος ἔνδον ἐόντων321σῇ ποθῇ · οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι,322οὐ δ’εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην,323ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει324χήτεϊ τοιοῦδ’υἷος · ὃ δ’ἀλλοδαπῷ ἐνὶ δήμῳ325εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω ·326ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός,327εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής.328πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει329οἶον ἐμὲ φθίσεσθαι ἀπ’Ἄργεος ἱπποβότοιο330αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέτε Φθίην δὲ νέεσθαι,331ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ332Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα333κτῆσιν ἐμὴν δμῶάςτε καὶ ὑψερεφὲς μέγα δῶμα.334ἤδη γὰρ Πηλῆά γ’ὀΐομαι ἢ κατὰ πάμπαν335τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντ’ἀκάχησθαι336γήραΐτε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ337λυγρὴν ἀγγελίην, ὅτ’ἀποφθιμένοιο πύθηται.
ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες,
339μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον ·
340μυρομένους δ’ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων,
341αἶψα δ’Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα ·
342349τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος.343ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετ’Ἀχιλλεύς;344κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων345ἧσται ὀδυρόμενος ἕταρον φίλον · οἳ δὲ δὴ ἄλλοι346οἴχονται μετὰ δεῖπνον, ὃ δ’ἄκμηνος καὶ ἄπαστος.347ἀλλ’ἴθι οἱ νέκτάρτε καὶ ἀμβροσίην ἐρατεινὴν348στάξον ἐνὶ στήθεσσ’, ἵνα μή μιν λιμὸς ἵκηται.
ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην ·
350ἣ δ’ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ
351οὐρανοῦ ἐκκατεπᾶλτο δι’αἰθέρος. αὐτὰρ Ἀχαιοὶ
352αὐτίκα θωρήσσοντο κατὰ στρατόν · ἣ δ’Ἀχιλῆϊ
353νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν
354στάξ’, ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθ’ἵκοιτο ·
355αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ
356ᾤχετο, τοὶ δ’ἀπάνευθε νεῶν ἐχέοντο θοάων.
357ὡς δ’ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται
358ψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,
359ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι
360νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι
361θώρηκέςτε κραταιγύαλοι καὶ μείλινα δοῦρα.
362αἴγλη δ’οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν
363χαλκοῦ ὑπὸ στεροπῆς · ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν
364ἀνδρῶν · ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς.
365τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε
366λαμπέσθην ὡς εἴτε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ
367δῦν’ἄχος ἄτλητον · ὃ δ’ἄρα Τρωσὶν μενεαίνων
368δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων.
369κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
370καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας ·
371δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν.
372ἀμφὶ δ’ἄρ’ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
373χάλκεον · αὐτὰρ ἔπειτα σάκος μέγατε στιβαρόντε
374εἵλετο, τοῦ δ’ἀπάνευθε σέλας γένετ’ἠΰτε μήνης.
375ὡς δ’ὅτ’ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ
376καιομένοιο πυρός, τότε καίεται ὑψόθ’ὄρεσφι
377σταθμῷ ἐν οἰοπόλῳ · τοὺς δ’οὐκ ἐθέλοντας ἄελλαι
378πόντον ἐπ’ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν ·
379ὣς ἀπ’Ἀχιλλῆος σάκεος σέλας αἰθέρ’ἵκανε
380καλοῦ δαιδαλέου · περὶ δὲ τρυφάλειαν ἀείρας
381κρατὶ θέτο βριαρήν · ἣ δ’ἀστὴρ ὣς ἀπέλαμπεν
382ἵππουρις τρυφάλεια, περισσείοντο δ’ἔθειραι
383χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
384πειρήθη δ’ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς,
385εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα ·
386τῷ δ’εὖτε πτερὰ γίγνετ’, ἄειρε δὲ ποιμένα λαῶν.
387ἐκ δ’ἄρα σύριγγος πατρώϊον ἐσπάσατ’ἔγχος
388βριθὺ μέγα στιβαρόν · τὸ μὲν οὐ δύνατ’ἄλλος Ἀχαιῶν
389πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς ·
390Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων
391Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν ·
392ἵππους δ’Αὐτομέδωντε καὶ Ἄλκιμος ἀμφιέποντες
393ζεύγνυον · ἀμφὶ δὲ καλὰ λέπαδν’ἕσαν, ἐν δὲ χαλινοὺς
394γαμφηλῇς ἔβαλον, κατὰ δ’ἡνία τεῖναν ὀπίσσω
395κολλητὸν ποτὶ δίφρον. ὃ δὲ μάστιγα φαεινὴν
396χειρὶ λαβὼν ἀραρυῖαν ἐφ’ἵπποιιν ἀνόρουσεν
397Αὐτομέδων · ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς
398τεύχεσι παμφαίνων ὥςτ’ἠλέκτωρ Ὑπερίων,
399σμερδαλέον δ’ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο ·
400404Ξάνθέτε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης401ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα402ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χ’ἕωμεν πολέμοιο,403μη δ’ὡς Πάτροκλον λίπετ’αὐτόθι τεθνηῶτα.
τὸν δ’ἄρ’ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος
405Ξάνθος, ἄφαρ δ’ἤμυσε καρήατι · πᾶσα δὲ χαίτη
406ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν ·
407αὐδήεντα δ’ἔθηκε θεὰ λευκώλενος Ἥρη ·
408418καὶ λίην σ’ἔτι νῦν γε σαώσομεν ὄβριμ’Ἀχιλλεῦ ·409ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον · οὐ δέ τοι ἡμεῖς410αἴτιοι, ἀλλὰ θεόςτε μέγας καὶ Μοῖρα κραταιή.411οὐ δὲ γὰρ ἡμετέρῃ βραδυτῆτίτε νωχελίῃτε412Τρῶες ἀπ’ὤμοιιν Πατρόκλου τεύχε’ἕλοντο ·413ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ,414ἔκταν’ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.415νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν,416ἥν περ ἐλαφροτάτην φάσ’ἔμμεναι · ἀλλὰ σοὶ αὐτῷ417μόρσιμόν ἐστι θεῷτε καὶ ἀνέρι ἶφι δαμῆναι.
ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν.
419τὸν δὲ μέγ’ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
420424Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐ δέ τί σε χρή.421εὖ νυ τὸ οἶδα καὶ αὐτὸς ὅ μοι μόρος ἐνθάδ’ὀλέσθαι422νόσφι φίλου πατρὸς καὶ μητέρος · ἀλλὰ καὶ ἔμπης423οὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο.
ἦ ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους.