Iliad, Book 2 (Β)
ἄλλοι μέν ῥα θεοίτε καὶ ἀνέρες ἱπποκορυσταὶ
2εὗδον παννύχιοι, Δία δ’οὐκ ἔχε νήδυμος ὕπνος,
3ἀλλ’ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα
4τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
5ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,
6πέμψαι ἐπ’Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον ·
7καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
816βάσκ’ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν ·9ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο10πάντα μάλ’ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω ·11θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς12πανσυδίῃ · νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν13Τρώων · οὐ γὰρ ἔτ’ἀμφὶς Ὀλύμπια δώματ’ἔχοντες14ἀθάνατοι φράζονται · ἐπέγναμψεν γὰρ ἅπαντας15Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε’ἐφῆπται.
ὣς φάτο, βῆ δ’ἄρ’ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε ·
17καρπαλίμως δ’ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,
18βῆ δ’ἄρ’ἐπ’Ἀτρεΐδην Ἀγαμέμνονα · τὸν δὲ κίχανεν
19εὕδοντ’ἐν κλισίῃ, περὶ δ’ἀμβρόσιος κέχυθ’ὕπνος.
20στῆ δ’ἄρ’ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς
21Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖ’Ἀγαμέμνων ·
22τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος ·
2335εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο ·24οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα25ᾧ λαοίτ’ἐπιτετράφαται καὶ τόσσα μέμηλε ·26νῦν δ’ἐμέθεν ξύνες ὦκα · Διὸς δέ τοι ἄγγελός εἰμι,27ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ’ἐλεαίρει.28θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς29πανσυδίῃ · νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν30Τρώων · οὐ γὰρ ἔτ’ἀμφὶς Ὀλύμπια δώματ’ἔχοντες31ἀθάνατοι φράζονται · ἐπέγναμψεν γὰρ ἅπαντας32Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε’ἐφῆπται33ἐκ Διός · ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μη δέ σε λήθη34αἱρείτω εὖτ’ἄν σε μελίφρων ὕπνος ἀνήῃ.
ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπ’αὐτοῦ
36τὰ φρονέοντ’ἀνὰ θυμὸν ἅ ῥ’οὐ τελέεσθαι ἔμελλον ·
37φῆ γὰρ ὅ γ’αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ
38νήπιος, οὐ δὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα ·
39θήσειν γὰρ ἔτ’ἔμελλεν ἐπ’ἄλγεάτε στοναχάςτε
40Τρωσίτε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.
41ἔγρετο δ’ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτ’ὀμφή ·
42ἕζετο δ’ὀρθωθείς, μαλακὸν δ’ἔνδυνε χιτῶνα
43καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος ·
44ποσσὶ δ’ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
45ἀμφὶ δ’ἄρ’ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον ·
46εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ
47σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων ·
48ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον
49Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν ·
50αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
51κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς ·
52οἳ μὲν ἐκήρυσσον, τοὶ δ’ἠγείροντο μάλ’ὦκα ·
53βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων
54Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος ·
55τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν ·
5676κλῦτε φίλοι · θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος57ἀμβροσίην διὰ νύκτα · μάλιστα δὲ Νέστορι δίῳ58εἶδόςτε μέγεθόςτε φυήντ’ἄγχιστα ἐῴκει ·59στῆ δ’ἄρ’ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν ·
ἤτοι ὅ γ’ὣς εἰπὼν κατ’ἄρ’ἕζετο, τοῖσι δ’ἀνέστη
77Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,
78ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν ·
7984ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες80εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε81ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον ·82νῦν δ’ἴδεν ὃς μέγ’ἄριστος Ἀχαιῶν εὔχεται εἶναι ·83ἀλλ’ἄγετ’αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.
ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,
85οἳ δ’ἐπανέστησαν πείθοντότε ποιμένι λαῶν
86σκηπτοῦχοι βασιλῆες · ἐπεσσεύοντο δὲ λαοί.
87ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων
88πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,
89βοτρυδὸν δὲ πέτονται ἐπ’ἄνθεσιν εἰαρινοῖσιν ·
90αἳ μέντ’ἔνθα ἅλις πεποτήαται, αἳ δέτε ἔνθα ·
91ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
92ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο
93ἰλαδὸν εἰς ἀγορήν · μετὰ δέ σφισιν ὄσσα δεδήει
94ὀτρύνουσ’ἰέναι Διὸς ἄγγελος · οἳ δ’ἀγέροντο.
95τετρήχει δ’ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα
96λαῶν ἱζόντων, ὅμαδος δ’ἦν · ἐννέα δέ σφεας
97κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτ’ἀϋτῆς
98σχοίατ’, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.
99σπουδῇ δ’ἕζετο λαός, ἐρήτυθεν δὲ καθ’ἕδρας
100παυσάμενοι κλαγγῆς · ἀνὰ δὲ κρείων Ἀγαμέμνων
101ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.
102Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι,
103αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ ·
104Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ,
105αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκ’Ἀτρέϊ ποιμένι λαῶν,
106Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,
107αὐτὰρ ὃ αὖτε Θυέστ’Ἀγαμέμνονι λεῖπε φορῆναι,
108πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.
109τῷ ὅ γ’ἐρεισάμενος ἔπε’Ἀργείοισι μετηύδα ·
110142ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος111Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,112σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν113Ἴλιον ἐκπέρσαντ’εὐτείχεον ἀπονέεσθαι,114νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει115δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.116οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,117ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα118ἠδ’ἔτι καὶ λύσει · τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.119αἰσχρὸν γὰρ τόδε γ’ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι120μὰψ οὕτω τοιόνδε τοσόνδετε λαὸν Ἀχαιῶν121ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι122ἀνδράσι παυροτέροισι, τέλος δ’οὔ πώ τι πέφανται ·123εἴ περ γάρ κ’ἐθέλοιμεν Ἀχαιοίτε Τρῶέςτε124ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,125Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν,126ἡμεῖς δ’ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί,127Τρώων δ’ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν,128πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.129τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν130Τρώων, οἳ ναίουσι κατὰ πτόλιν · ἀλλ’ἐπίκουροι131πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν,132οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσ’ἐθέλοντα133Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.134ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,135καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται ·136αἳ δέ που ἡμέτεραίτ’ἄλοχοι καὶ νήπια τέκνα137εἵατ’ἐνὶ μεγάροις ποτιδέγμεναι · ἄμμι δὲ ἔργον138αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρ’ἱκόμεσθα.139ἀλλ’ἄγεθ’ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες ·140φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν ·141οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε
143πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν ·
144κινήθη δ’ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης
145πόντου Ἰκαρίοιο, τὰ μέντ’Εὖρόςτε Νότοςτε
146ὤρορ’ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.
147ὡς δ’ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν
148λάβρος ἐπαιγίζων, ἐπίτ’ἠμύει ἀσταχύεσσιν,
149ὣς τῶν πᾶσ’ἀγορὴ κινήθη · τοὶ δ’ἀλαλητῷ
150νῆας ἔπ’ἐσσεύοντο, ποδῶν δ’ὑπένερθε κονίη
151ἵστατ’ἀειρομένη · τοὶ δ’ἀλλήλοισι κέλευον
152ἅπτεσθαι νηῶν ἠδ’ἑλκέμεν εἰς ἅλα δῖαν,
153οὐρούςτ’ἐξεκάθαιρον · ἀϋτὴ δ’οὐρανὸν ἷκεν
154οἴκαδε ἱεμένων · ὑπὸ δ’ᾕρεον ἕρματα νηῶν.
155ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη
156εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν ·
157166ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,158οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν159Ἀργεῖοι φεύξονται ἐπ’εὐρέα νῶτα θαλάσσης,160κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν161Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν162ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης ·163ἀλλ’ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων ·164σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,165μη δὲ ἔα νῆας ἅλα δ’ἑλκέμεν ἀμφιελίσσας.
ὣς ἔφατ’, οὐ δ’ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη,
167βῆ δὲ κατ’Οὐλύμποιο καρήνων ἀΐξασα ·
168καρπαλίμως δ’ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
169εὗρεν ἔπειτ’Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
170ἑσταότ’· οὐ δ’ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης
171ἅπτετ’, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν ·
172ἀγχοῦ δ’ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη ·
173182διογενὲς Λαερτιάδη πολυμήχαν’Ὀδυσσεῦ,174οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν175φεύξεσθ’ἐν νήεσσι πολυκλήϊσι πεσόντες,176κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε177Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν178ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης;179ἀλλ’ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μη δ’ἔτ’ἐρώει,180σοῖς δ’ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,181μη δὲ ἔα νῆας ἅλα δ’ἑλκέμεν ἀμφιελίσσας.
ὣς φάθ’, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
183βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε · τὴν δὲ κόμισσε
184κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει ·
185αὐτὸς δ’Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν
186δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί ·
187σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
188ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη
189τὸν δ’ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς ·
190198δαιμόνι’οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι,191ἀλλ’αὐτόςτε κάθησο καὶ ἄλλους ἵδρυε λαούς ·192οὐ γάρ πω σάφα οἶσθ’οἷος νόος Ἀτρεΐωνος ·193νῦν μὲν πειρᾶται, τάχα δ’ἴψεται υἷας Ἀχαιῶν.194ἐν βουλῇ δ’οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε.195μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν ·196θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,197τιμὴ δ’ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς.
ὃν δ’αὖ δήμουτ’ἄνδρα ἴδοι βοόωντάτ’ἐφεύροι,
199τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέτε μύθῳ ·
200207δαιμόνι’ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε,201οἳ σέο φέρτεροί εἰσι, σὺ δ’ἀπτόλεμος καὶ ἄναλκις202οὔτέ ποτ’ἐν πολέμῳ ἐναρίθμιος οὔτ’ἐνὶ βουλῇ ·203οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ’Ἀχαιοί ·204οὐκ ἀγαθὸν πολυκοιρανίη · εἷς κοίρανος ἔστω,205εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω206σκῆπτρόντ’ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι.
ὣς ὅ γε κοιρανέων δίεπε στρατόν · οἳ δ’ἀγορὴν δὲ
208αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων
209ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης
210αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέτε πόντος.
211ἄλλοι μέν ῥ’ἕζοντο, ἐρήτυθεν δὲ καθ’ἕδρας ·
212Θερσίτης δ’ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα,
213ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμάτε πολλάτε ᾔδη
214μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν,
215ἀλλ’ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν
216ἔμμεναι · αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε ·
217φολκὸς ἔην, χωλὸς δ’ἕτερον πόδα · τὼ δέ οἱ ὤμω
218κυρτὼ ἐπὶ στῆθος συνοχωκότε · αὐτὰρ ὕπερθε
219φοξὸς ἔην κεφαλήν, ψεδνὴ δ’ἐπενήνοθε λάχνη.
220ἔχθιστος δ’Ἀχιλῆϊ μάλιστ’ἦν ἠδ’Ὀδυσῆϊ ·
221τὼ γὰρ νεικείεσκε · τότ’αὖτ’Ἀγαμέμνονι δίῳ
222ὀξέα κεκλήγων λέγ’ὀνείδεα · τῷ δ’ἄρ’Ἀχαιοὶ
223ἐκπάγλως κοτέοντο νεμέσσηθέντ’ἐνὶ θυμῷ.
224αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ ·
225243Ἀτρεΐδη τέο δ’αὖτ’ἐπιμέμφεαι ἠδὲ χατίζεις;226πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες227εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ228πρωτίστῳ δίδομεν εὖτ’ἂν πτολίεθρον ἕλωμεν.229ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει230Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα,231ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν,232ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι,233ἥντ’αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικεν234ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν.235ὦ πέπονες κάκ’ἐλέγχε’Ἀχαιΐδες οὐκέτ’Ἀχαιοὶ236οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δ’ἐῶμεν237αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται238ἤ ῥά τί οἱ κα- χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί ·239ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγ’ἀμείνονα φῶτα240ἠτίμησεν · ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.241ἀλλὰ μάλ’οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων ·242ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο ·
ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν,
244Θερσίτης · τῷ δ’ὦκα παρίστατο δῖος Ὀδυσσεύς,
245καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ ·
246265Θερσῖτ’ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής,247ἴσχεο, μη δ’ἔθελ’οἶος ἐριζέμεναι βασιλεῦσιν ·248οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον249ἔμμεναι, ὅσσοι ἅμ’Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον.250τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμ’ἔχων ἀγορεύοις,251καί σφιν ὀνείδεάτε προφέροις, νόστόντε φυλάσσοις.252οὐ δέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα,253ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν.254τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν255ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν256ἥρωες Δαναοί · σὺ δὲ κερτομέων ἀγορεύεις.257ἀλλ’ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται ·258εἴ κ’ἔτι σ’ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,259μηκέτ’ἔπειτ’Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,260μη δ’ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην,261εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω,262χλαῖνάντ’ἠδὲ χιτῶνα, τάτ’αἰδῶ ἀμφικαλύπτει,263αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω264πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.
ὣς ἄρ’ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω
266πλῆξεν · ὃ δ’ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ ·
267σμῶδιξ δ’αἱματόεσσα μεταφρένου ἐξυπανέστη
268σκήπτρου ὕπο χρυσέου · ὃ δ’ἄρ’ἕζετο τάρβησέντε,
269ἀλγήσας δ’ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ.
270οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπ’αὐτῷ ἡδὺ γέλασσαν ·
271ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον ·
272278ὢ πόποι ἦ δὴ μυρί’Ὀδυσσεὺς ἐσθλὰ ἔοργε273βουλάςτ’ἐξάρχων ἀγαθὰς πόλεμόντε κορύσσων ·274νῦν δὲ τόδε μέγ’ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν,275ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχ’ἀγοράων.276οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ277νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.
ὣς φάσαν ἣ πληθύς · ἀνὰ δ’ὃ πτολίπορθος Ὀδυσσεὺς
279ἔστη σκῆπτρον ἔχων · παρὰ δὲ γλαυκῶπις Ἀθήνη
280εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει,
281ὡς ἅμαθ’οἳ πρῶτοίτε καὶ ὕστατοι υἷες Ἀχαιῶν
282μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν ·
283ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν ·
284333Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ285πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν,286οὐ δέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν287ἐνθάδ’ἔτι στείχοντες ἀπ’Ἄργεος ἱπποβότοιο288Ἴλιον ἐκπέρσαντ’εὐτείχεον ἀπονέεσθαι.289ὥςτε γὰρ ἢ παῖδες νεαροὶ χῆραίτε γυναῖκες290ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι.291ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι ·292καὶ γάρ τίςθ’ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο293ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ, ὅν περ ἄελλαι294χειμέριαι εἰλέωσιν ὀρινομένητε θάλασσα ·295ἡμῖν δ’εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς296ἐνθάδε μιμνόντεσσι · τὼ οὐ νεμεσίζομ’Ἀχαιοὺς297ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν · ἀλλὰ καὶ ἔμπης298αἰσχρόν τοι δηρόντε μένειν κενεόντε νέεσθαι.299τλῆτε φίλοι, καὶ μείνατ’ἐπὶ χρόνον ὄφρα δαῶμεν300ἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί.301εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες302μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι ·303χθιζάτε καὶ πρωΐζ’ὅτ’ἐς Αὐλίδα νῆες Ἀχαιῶν304ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι,305ἡμεῖς δ’ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς306ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας307καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ ·308ἔνθ’ἐφάνη μέγα σῆμα · δράκων ἐπὶ νῶτα δαφοινὸς309σμερδαλέος, τόν ῥ’αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ,310βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.311ἔνθα δ’ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,312ὄζῳ ἐπ’ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες313ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα ·314ἔνθ’ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας ·315μήτηρ δ’ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα ·316τὴν δ’ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.317αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν,318τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε ·319λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω ·320ἡμεῖς δ’ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη.321ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθ’ἑκατόμβας,322Κάλχας δ’αὐτίκ’ἔπειτα θεοπροπέων ἀγόρευε ·330κεῖνος τὼς ἀγόρευε · τὰ δὴ νῦν πάντα τελεῖται.331ἀλλ’ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ332αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.
ὣς ἔφατ’, Ἀργεῖοι δὲ μέγ’ἴαχον, ἀμφὶ δὲ νῆες
334σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ’Ἀχαιῶν,
335μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο ·
336τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ ·
337369ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε338νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.339πῇ δὴ συνθεσίαιτε καὶ ὅρκια βήσεται ἥμιν;340ἐν πυρὶ δὴ βουλαίτε γενοίατο μήδεάτ’ἀνδρῶν341σπονδαίτ’ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν ·342αὔτως γὰρ ἐπέεσσ’ἐριδαίνομεν, οὐ δέ τι μῆχος343εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδ’ἐόντες.344Ἀτρεΐδη σὺ δ’ἔθ’ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν345ἄρχευ’Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,346τούσδε δ’ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν347νόσφιν βουλεύωσ’· ἄνυσις δ’οὐκ ἔσσεται αὐτῶν ·348πρὶν Ἄργος δ’ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο349γνώμεναι εἴτε ψεῦδος ὑπόσχεσις εἴτε καὶ οὐκί.350φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα351ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον352Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες353ἀστράπτων ἐπιδέξι’ἐναίσιμα σήματα φαίνων.354τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι355πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι,356τίσασθαι δ’Ἑλένης ὁρμήματάτε στοναχάςτε.357εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι358ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,359ὄφρα πρόσθ’ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.360ἀλλὰ ἄναξ αὐτόςτ’εὖ μήδεο πείθεότ’ἄλλῳ ·361οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω ·362κρῖν’ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον,363ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.364εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,365γνώσῃ ἔπειθ’ὅςθ’ἡγεμόνων κακὸς ὅςτέ νυ λαῶν366ἠδ’ὅς κ’ἐσθλὸς ἔῃσι · κατὰ σφέας γὰρ μαχέονται.367γνώσεαι δ’εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,368ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.
τὸν δ’ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων ·
370394ἦ μὰν αὖτ’ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν.371αἲ γὰρ Ζεῦτε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον372τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν ·373τώ κε τάχ’ἠμύσειε πόλις Πριάμοιο ἄνακτος374χερσὶν ὑφ’ἡμετέρῃσιν ἁλοῦσάτε περθομένητε.375ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγε’ἔδωκεν,376ὅς με μετ’ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.377καὶ γὰρ ἐγὼν Ἀχιλεύςτε μαχεσσάμεθ’εἵνεκα κούρης378ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δ’ἦρχον χαλεπαίνων ·379εἰ δέ ποτ’ἔς γε μίαν βουλεύσομεν, οὐκέτ’ἔπειτα380Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐ δ’ἠβαιόν.381νῦν δ’ἔρχεσθ’ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.382εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ’ἀσπίδα θέσθω,383εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,384εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,385ὥς κε πανημέριοι στυγερῷ κρινώμεθ’Ἄρηϊ.386οὐ γὰρ παυσωλή γε μετέσσεται οὐ δ’ἠβαιὸν387εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.388ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν389ἀσπίδος ἀμφιβρότης, περὶ δ’ἔγχεϊ χεῖρα καμεῖται ·390ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.391ὃν δέ κ’ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω392μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα393ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ’οἰωνούς.
ὣς ἔφατ’, Ἀργεῖοι δὲ μέγ’ἴαχον ὡς ὅτε κῦμα
395ἀκτῇ ἐφ’ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών,
396προβλῆτι σκοπέλῳ · τὸν δ’οὔ ποτε κύματα λείπει
397παντοίων ἀνέμων, ὅτ’ἂν ἔνθ’ἢ ἔνθα γένωνται.
398ἀνστάντες δ’ὀρέοντο κεδασθέντες κατὰ νῆας,
399κάπνισσάντε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.
400ἄλλος δ’ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων
401εὐχόμενος θάνατόντε φυγεῖν καὶ μῶλον Ἄρηος.
402αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
403πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,
404κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν,
405Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα,
406αὐτὰρ ἔπειτ’Αἴαντε δύω καὶ Τυδέος υἱόν,
407ἕκτον δ’αὖτ’Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον.
408αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος ·
409ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.
410βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο ·
411τοῖσιν δ’εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων ·
412419Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων413μὴ πρὶν ἐπ’ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν414πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον415αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα,416Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι417χαλκῷ ῥωγαλέον · πολέες δ’ἀμφ’αὐτὸν ἑταῖροι418πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.
ὣς ἔφατ’, οὐ δ’ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,
420ἀλλ’ὅ γε δέκτο μὲν ἱρά, πόνον δ’ἀμέγαρτον ὄφελλεν.
421αὐτὰρ ἐπεί ῥ’εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
422αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
423μηρούςτ’ἐξέταμον κατάτε κνίσῃ ἐκάλυψαν
424δίπτυχα ποιήσαντες, ἐπ’αὐτῶν δ’ὠμοθέτησαν.
425καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον,
426σπλάγχνα δ’ἄρ’ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.
427αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
428μίστυλλόντ’ἄρα τα- τἆλλα καὶ ἀμφ’ὀβελοῖσιν ἔπειραν,
429ὤπτησάντε περιφραδέως, ἐρύσαντότε πάντα.
430αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντότε δαῖτα
431δαίνυντ’, οὐ δέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
432αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
433τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ ·
434441Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,435μηκέτι νῦν δήθ’αὖθι λεγώμεθα, μη δ’ἔτι δηρὸν436ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει.437ἀλλ’ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων438λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας,439ἡμεῖς δ’ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν440ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.
ὣς ἔφατ’, οὐ δ’ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
442αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
443κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς ·
444οἳ μὲν ἐκήρυσσον, τοὶ δ’ἠγείροντο μάλ’ὦκα.
445οἳ δ’ἀμφ’Ἀτρεΐωνα διοτρεφέες βασιλῆες
446θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη
447αἰγίδ’ἔχουσ’ἐρίτιμον ἀγήρων ἀθανάτηντε,
448τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,
449πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος ·
450σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν
451ὀτρύνουσ’ἰέναι · ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ
452καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
453τοῖσι δ’ἄφαρ πόλεμος γλυκίων γένετ’ἠὲ νέεσθαι
454ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
455ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην
456οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέτε φαίνεται αὐγή,
457ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο
458αἴγλη παμφανόωσα δι’αἰθέρος οὐρανὸν ἷκε.
459τῶν δ’ὥςτ’ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ
460χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων
461Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα
462ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι
463κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέτε λειμών,
464ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
465ἐς πεδίον προχέοντο Σκαμάνδριον · αὐτὰρ ὑπὸ χθὼν
466σμερδαλέον κονάβιζε ποδῶν αὐτῶντε καὶ ἵππων.
467ἔσταν δ’ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι
468μυρίοι, ὅσσάτε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.
469ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ
470αἵτε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν
471ὥρῃ ἐν εἰαρινῇ ὅτετε γλάγος ἄγγεα δεύει,
472τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ
473ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.
474τοὺς δ’ὥςτ’αἰπόλια πλατέ’αἰγῶν αἰπόλοι ἄνδρες
475ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν,
476ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα
477ὑσμίνην δ’ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων
478ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ,
479Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.
480ἠΰτε βοῦς ἀγέληφι μέγ’ἔξοχος ἔπλετο πάντων
481ταῦρος · ὃ γάρτε βόεσσι μεταπρέπει ἀγρομένῃσι ·
482τοῖον ἄρ’Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ
483ἐκπρεπέ’ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.
484ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ἔχουσαι ·
485ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέτε ἴστέτε πάντα,
486ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐ δέ τι ἴδμεν ·
487οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν ·
488πληθὺν δ’οὐκ ἂν ἐγὼ μυθήσομαι οὐ δ’ὀνομήνω,
489οὐ δ’εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ’εἶεν,
490φωνὴ δ’ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη,
491εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο
492θυγατέρες μνησαίαθ’ὅσοι ὑπὸ Ἴλιον ἦλθον ·
493ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάςτε προπάσας.
494Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον
495Ἀρκεσίλαόςτε Προθοήνωρτε Κλονίοςτε,
496οἵθ’Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν
497Σχοῖνόντε Σκῶλόντε πολύκνημόντ’Ἐτεωνόν,
498Θέσπειαν Γραῖάντε καὶ εὐρύχορον Μυκαλησσόν,
499οἵτ’ἀμφ’Ἅρμ’ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς,
500οἵτ’Ἐλεῶν’εἶχον ἠδ’Ὕλην καὶ Πετεῶνα,
501Ὠκαλέην Μεδεῶνάτ’ἐϋκτίμενον πτολίεθρον,
502Κώπας Εὔτρησίντε πολυτρήρωνάτε Θίσβην,
503οἵτε Κορώνειαν καὶ ποιήενθ’Ἁλίαρτον,
504οἵτε Πλάταιαν ἔχον ἠδ’οἳ Γλισᾶντ’ἐνέμοντο,
505οἵθ’Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον,
506Ὀγχηστόνθ’ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,
507οἵτε πολυστάφυλον Ἄρνην ἔχον, οἵτε Μίδειαν
508Νῖσάντε ζαθέην Ἀνθηδόνατ’ἐσχατόωσαν ·
509τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ
510κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.
511οἳ δ’Ἀσπληδόνα ναῖον ἰδ’Ὀρχομενὸν Μινύειον,
512τῶν ἦρχ’Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος
513οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο,
514παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα
515Ἄρηϊ κρατερῷ · ὃ δέ οἱ παρελέξατο λάθρῃ ·
516τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
517αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον
518υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο,
519οἳ Κυπάρισσον ἔχον Πυθῶνάτε πετρήεσσαν
520Κρῖσάντε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα,
521οἵτ’Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο,
522οἵτ’ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,
523οἵτε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο ·
524τοῖς δ’ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
525οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες,
526Βοιωτῶν δ’ἔμπλην ἐπ’ἀριστερὰ θωρήσσοντο.
527Λοκρῶν δ’ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας
528μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας
529ἀλλὰ πολὺ μείων · ὀλίγος μὲν ἔην λινοθώρηξ,
530ἐγχείῃ δ’ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς ·
531οἳ Κῦνόντ’ἐνέμοντ’Ὀπόεντάτε Καλλίαρόντε
532Βῆσσάντε Σκάρφηντε καὶ Αὐγειὰς ἐρατεινὰς
533Τάρφηντε Θρόνιοντε Βοαγρίου ἀμφὶ ῥέεθρα ·
534τῷ δ’ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο
535Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.
536οἳ δ’Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες
537Χαλκίδατ’Εἰρέτριάντε πολυστάφυλόνθ’Ἱστίαιαν
538Κήρινθόντ’ἔφαλον Δίουτ’αἰπὺ πτολίεθρον,
539οἵτε Κάρυστον ἔχον ἠδ’οἳ Στύρα ναιετάασκον,
540τῶν αὖθ’ἡγεμόνευ’Ἐλεφήνωρ ὄζος Ἄρηος
541Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.
542τῷ δ’ἅμ’Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες
543αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι
544θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι ·
545τῷ δ’ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
546οἳ δ’ἄρ’Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
547δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτ’Ἀθήνη
548θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,
549κὰδ δ’ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ ·
550ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται
551κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν ·
552τῶν αὖθ’ἡγεμόνευ’υἱὸς Πετεῶο Μενεσθεύς.
553τῷ δ’οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετ’ἀνὴρ
554κοσμῆσαι ἵππουςτε καὶ ἀνέρας ἀσπιδιώτας ·
555Νέστωρ οἶος ἔριζεν · ὃ γὰρ προγενέστερος ἦεν ·
556τῷ δ’ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.
557Αἴας δ’ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,
558στῆσε δ’ἄγων ἵν’Ἀθηναίων ἵσταντο φάλαγγες.
559οἳ δ’Ἄργόςτ’εἶχον Τίρυνθάτε τειχιόεσσαν
560Ἑρμιόνην Ἀσίνηντε, βαθὺν κατὰ κόλπον ἐχούσας,
561Τροιζῆν’Ἠϊόναςτε καὶ ἀμπελόεντ’Ἐπίδαυρον,
562οἵτ’ἔχον Αἴγιναν Μάσητάτε κοῦροι Ἀχαιῶν,
563τῶν αὖθ’ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης
564καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός ·
565τοῖσι δ’ἅμ’Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς
566Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος ·
567συμπάντων δ’ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης ·
568τοῖσι δ’ἅμ’ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
569οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
570ἀφνειόντε Κόρινθον ἐϋκτιμέναςτε Κλεωνάς,
571Ὀρνειάςτ’ἐνέμοντο Ἀραιθυρέηντ’ἐρατεινὴν
572καὶ Σικυῶν’, ὅθ’ἄρ’Ἄδρηστος πρῶτ’ἐμβασίλευεν,
573οἵθ’Ὑπερησίηντε καὶ αἰπεινὴν Γονόεσσαν
574Πελλήνηντ’εἶχον ἠδ’Αἴγιον ἀμφενέμοντο
575Αἰγιαλόντ’ἀνὰ πάντα καὶ ἀμφ’Ἑλίκην εὐρεῖαν,
576τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων
577Ἀτρεΐδης · ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
578λαοὶ ἕποντ’· ἐν δ’αὐτὸς ἐδύσετο νώροπα χαλκὸν
579κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν
580οὕνεκ’ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς.
581οἳ δ’εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν,
582Φᾶρίντε Σπάρτηντε πολυτρήρωνάτε Μέσσην,
583Βρυσειάςτ’ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς,
584οἵτ’ἄρ’Ἀμύκλας εἶχον Ἕλοςτ’ἔφαλον πτολίεθρον,
585οἵτε Λάαν εἶχον ἠδ’Οἴτυλον ἀμφενέμοντο,
586τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος
587ἑξήκοντα νεῶν · ἀπάτερθε δὲ θωρήσσοντο ·
588ἐν δ’αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς
589ὀτρύνων πόλεμον δέ · μάλιστα δὲ ἵετο θυμῷ
590τίσασθαι Ἑλένης ὁρμήματάτε στοναχάςτε.
591οἳ δὲ Πύλοντ’ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν
592καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ
593καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον
594καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθάτε Μοῦσαι
595ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς
596Οἰχαλίηθεν ἰόντα παρ’Εὐρύτου Οἰχαλιῆος ·
597στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ
598Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο ·
599αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν
600θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν ·
601τῶν αὖθ’ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ ·
602τῷ δ’ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
603οἳ δ’ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ
604Αἰπύτιον παρὰ τύμβον ἵν’ἀνέρες ἀγχιμαχηταί,
605οἳ Φενεόντ’ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον
606Ῥίπηντε Στρατίηντε καὶ ἠνεμόεσσαν Ἐνίσπην
607καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν
608Στύμφηλόντ’εἶχον καὶ Παρρασίην ἐνέμοντο,
609τῶν ἦρχ’Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ
610ἑξήκοντα νεῶν · πολέες δ’ἐν νηῒ ἑκάστῃ
611Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.
612αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
613νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον
614Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.
615οἳ δ’ἄρα Βουπράσιόντε καὶ Ἤλιδα δῖαν ἔναιον
616ὅσσον ἐφ’Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα
617πέτρητ’Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,
618τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δ’ἀνδρὶ ἑκάστῳ
619νῆες ἕποντο θοαί, πολέες δ’ἔμβαινον Ἐπειοί.
620τῶν μὲν ἄρ’Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην
621υἷες ὃ μὲν Κτεάτου, ὃ δ’ἄρ’Εὐρύτου, Ἀκτορίωνε ·
622τῶν δ’Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης ·
623τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς
624υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.
625οἳ δ’ἐκ Δουλιχίοιο Ἐχινάωνθ’ἱεράων
626νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,
627τῶν αὖθ’ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ
628Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς,
629ὅς ποτε Δουλίχιον δ’ἀπενάσσατο πατρὶ χολωθείς ·
630τῷ δ’ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
631αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους,
632οἵ ῥ’Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον
633καὶ Κροκύλει’ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,
634οἵτε Ζάκυνθον ἔχον ἠδ’οἳ Σάμον ἀμφενέμοντο,
635οἵτ’ἤπειρον ἔχον ἠδ’ἀντιπέραι’ἐνέμοντο ·
636τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος ·
637τῷ δ’ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.
638Αἰτωλῶν δ’ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός,
639οἳ Πλευρῶν’ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην
640Χαλκίδατ’ἀγχίαλον Καλυδῶνάτε πετρήεσσαν ·
641οὐ γὰρ ἔτ’Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,
642οὐ δ’ἄρ’ἔτ’αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος ·
643τῷ δ’ἐπὶ πάντ’ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι ·
644τῷ δ’ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
645Κρητῶν δ’Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν,
646οἳ Κνωσόντ’εἶχον Γόρτυνάτε τειχιόεσσαν,
647Λύκτον Μίλητόντε καὶ ἀργινόεντα Λύκαστον
648Φαιστόντε Ῥύτιόντε, πόλεις εὖ ναιετοώσας,
649ἄλλοιθ’οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.
650τῶν μὲν ἄρ’Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε
651Μηριόνηςτ’ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ ·
652τοῖσι δ’ἅμ’ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
653Τληπόλεμος δ’Ἡρακλεΐδης ἠΰςτε μέγαςτε
654ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων,
655οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες
656Λίνδον Ἰηλυσόντε καὶ ἀργινόεντα Κάμειρον.
657τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν,
658ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ,
659τὴν ἄγετ’ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος
660πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν.
661Τληπόλεμος δ’ἐπεὶ οὖν τράφ’ἐνὶ μεγάρῳ εὐπήκτῳ,
662αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα
663ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος ·
664αἶψα δὲ νῆας ἔπηξε, πολὺν δ’ὅ γε λαὸν ἀγείρας
665βῆ φεύγων ἐπὶ πόντον · ἀπείλησαν γάρ οἱ ἄλλοι
666υἱέες υἱωνοίτε βίης Ἡρακληείης.
667αὐτὰρ ὅ γ’ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων ·
668τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν
669ἐκ Διός, ὅςτε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει,
670καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.
671Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας
672Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιότ’ἄνακτος
673Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε
674τῶν ἄλλων Δαναῶν μετ’ἀμύμονα Πηλεΐωνα ·
675ἀλλ’ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός.
676οἳ δ’ἄρα Νίσυρόντ’εἶχον Κράπαθόντε Κάσοντε
677καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσουςτε Καλύδνας,
678τῶν αὖ Φείδιππόςτε καὶ Ἄντιφος ἡγησάσθην
679Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος ·
680τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
681νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,
682οἵτ’Ἄλον οἵτ’Ἀλόπην οἵτε Τρηχῖνα νέμοντο,
683οἵτ’εἶχον Φθίην ἠδ’Ἑλλάδα καλλιγύναικα,
684Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί,
685τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς.
686ἀλλ’οἵ γ’οὐ πολέμοιο δυσηχέος ἐμνώοντο ·
687οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο ·
688κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς
689κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο,
690τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας
691Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης,
692κὰδ δὲ Μύνητ’ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,
693υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος ·
694τῆς ὅ γε κεῖτ’ἀχέων, τάχα δ’ἀνστήσεσθαι ἔμελλεν.
695οἳ δ’εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα
696Δήμητρος τέμενος, Ἴτωνάτε μητέρα μήλων,
697ἀγχίαλόντ’Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,
698τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε
699ζωὸς ἐών · τότε δ’ἤδη ἔχεν κάτα γαῖα μέλαινα.
700τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο
701καὶ δόμος ἡμιτελής · τὸν δ’ἔκτανε Δάρδανος ἀνὴρ
702νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.
703οὐ δὲ μὲν οὐ δ’οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν ·
704ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος
705Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο
706αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου
707ὁπλότερος γενεῇ · ὁ δ’ἅμα πρότερος καὶ ἀρείων
708ἥρως Πρωτεσίλαος ἀρήϊος · οὐ δέ τι λαοὶ
709δεύονθ’ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα ·
710τῷ δ’ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
711οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην
712Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,
713τῶν ἦρχ’Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν
714Εὔμηλος, τὸν ὑπ’Ἀδμήτῳ τέκε δῖα γυναικῶν
715Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.
716οἳ δ’ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο
717καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,
718τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς
719ἑπτὰ νεῶν · ἐρέται δ’ἐν ἑκάστῃ πεντήκοντα
720ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.
721ἀλλ’ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρ’ἄλγεα πάσχων
722Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν
723ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου ·
724ἔνθ’ὅ γε κεῖτ’ἀχέων · τάχα δὲ μνήσεσθαι ἔμελλον
725Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.
726οὐ δὲ μὲν οὐ δ’οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν ·
727ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,
728τόν ῥ’ἔτεκεν Ῥήνη ὑπ’Ὀϊλῆϊ πτολιπόρθῳ.
729οἳ δ’εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,
730οἵτ’ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος,
731τῶν αὖθ’ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε
732ἰητῆρ’ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων ·
733τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
734οἳ δ’ἔχον Ὀρμένιον, οἵτε κρήνην Ὑπέρειαν,
735οἵτ’ἔχον Ἀστέριον Τιτάνοιότε λευκὰ κάρηνα,
736τῶν ἦρχ’Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός ·
737τῷ δ’ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
738οἳ δ’Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,
739Ὄρθην Ἠλώνηντε πόλιντ’Ὀλοοσσόνα λευκήν,
740τῶν αὖθ’ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης
741υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς ·
742τόν ῥ’ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια
743ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,
744τοὺς δ’ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν ·
745οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος
746υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο ·
747τοῖς δ’ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
748Γουνεὺς δ’ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας ·
749τῷ δ’Ἐνιῆνες ἕποντο μενεπτόλεμοίτε Περαιβοὶ
750οἳ περὶ Δωδώνην δυσχείμερον οἰκί’ἔθεντο,
751οἵτ’ἀμφ’ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο
752ὅς ῥ’ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ,
753οὐ δ’ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ,
754ἀλλάτέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτ’ἔλαιον ·
755ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.
756Μαγνήτων δ’ἦρχε Πρόθοος Τενθρηδόνος υἱός,
757οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον
758ναίεσκον · τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε,
759τῷ δ’ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
760οὗτοι ἄρ’ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν ·
761τίς τὰρ τῶν ὄχ’ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα
762αὐτῶν ἠδ’ἵππων, οἳ ἅμ’Ἀτρεΐδῃσιν ἕποντο.
763ἵπποι μὲν μέγ’ἄρισται ἔσαν Φηρητιάδαο,
764τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς
765ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας ·
766τὰς ἐν Πηρείῃ θρέψ’ἀργυρότοξος Ἀπόλλων
767ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.
768ἀνδρῶν αὖ μέγ’ἄριστος ἔην Τελαμώνιος Αἴας
769ὄφρ’Ἀχιλεὺς μήνιεν · ὃ γὰρ πολὺ φέρτατος ἦεν,
770ἵπποιθ’οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα.
771ἀλλ’ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
772κεῖτ’ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν
773Ἀτρεΐδῃ · λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης
774δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
775τόξοισίνθ’· ἵπποι δὲ παρ’ἅρμασιν οἷσιν ἕκαστος
776λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόντε σέλινον
777ἕστασαν · ἅρματα δ’εὖ πεπυκασμένα κεῖτο ἀνάκτων
778ἐν κλισίῃς · οἳ δ’ἀρχὸν ἀρηΐφιλον ποθέοντες
779φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐ δὲ μάχοντο.
780οἳ δ’ἄρ’ἴσαν ὡς εἴτε πυρὶ χθὼν πᾶσα νέμοιτο ·
781γαῖα δ’ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ
782χωομένῳ ὅτετ’ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ
783εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς ·
784ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα
785ἐρχομένων · μάλα δ’ὦκα διέπρησσον πεδίοιο.
786Τρωσὶν δ’ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις
787πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ ·
788οἳ δ’ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι
789πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες ·
790ἀγχοῦ δ’ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις ·
791εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,
792ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς
793τύμβῳ ἐπ’ἀκροτάτῳ Αἰσυήταο γέροντος,
794δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί ·
795τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις ·
796807ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,797ὥς ποτ’ἐπ’εἰρήνης · πόλεμος δ’ἀλίαστος ὄρωρεν.798ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,799ἀλλ’οὔ πω τοιόνδε τοσόνδέτε λαὸν ὄπωπα ·800λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν801ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ.802Ἕκτορ σοὶ δὲ μάλιστ’ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι ·803πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,804ἄλλη δ’ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων ·805τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει,806τῶν δ’ἐξηγείσθω κοσμησάμενος πολιήτας.
ὣς ἔφαθ’, Ἕκτωρ δ’οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,
808αἶψα δ’ἔλυσ’ἀγορήν · ἐπὶ τεύχεα δ’ἐσσεύοντο ·
809πᾶσαι δ’ὠΐγνυντο πύλαι, ἐκ δ’ἔσσυτο λαὸς
810πεζοίθ’ἱππῆέςτε · πολὺς δ’ὀρυμαγδὸς ὀρώρει.
811ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη
812ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα,
813τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,
814ἀθάνατοι δέτε σῆμα πολυσκάρθμοιο Μυρίνης ·
815ἔνθα τότε Τρῶέςτε διέκριθεν ἠδ’ἐπίκουροι.
816Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ
817Πριαμίδης · ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
818λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.
819Δαρδανίων αὖτ’ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
820Αἰνείας, τὸν ὑπ’Ἀγχίσῃ τέκε δῖ’Ἀφροδίτη
821Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,
822οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
823Ἀρχέλοχόςτ’Ἀκάμαςτε μάχης εὖ εἰδότε πάσης.
824οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης
825ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο
826Τρῶες, τῶν αὖτ’ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς
827Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.
828οἳ δ’Ἀδρήστειάντ’εἶχον καὶ δῆμον Ἀπαισοῦ
829καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,
830τῶν ἦρχ’Ἄδρηστόςτε καὶ Ἄμφιος λινοθώρηξ
831υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
832ᾔδεε μαντοσύνας, οὐ δὲ οὓς παῖδας ἔασκε
833στείχειν ἐς πόλεμον φθισήνορα · τὼ δέ οἱ οὔ τι
834πειθέσθην · κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
835οἳ δ’ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο
836καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,
837τῶν αὖθ’Ὑρτακίδης ἦρχ’Ἄσιος ὄρχαμος ἀνδρῶν,
838Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι
839αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
840Ἱππόθοος δ’ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων
841τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον ·
842τῶν ἦρχ’Ἱππόθοόςτε Πύλαιόςτ’ὄζος Ἄρηος,
843υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.
844αὐτὰρ Θρήϊκας ἦγ’Ἀκάμας καὶ Πείροος ἥρως
845ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.
846Εὔφημος δ’ἀρχὸς Κικόνων ἦν αἰχμητάων
847υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.
848αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους
849τηλόθεν ἐξ Ἀμυδῶνος ἀπ’Ἀξιοῦ εὐρὺ ῥέοντος,
850Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.
851Παφλαγόνων δ’ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ
852ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων,
853οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο
854ἀμφίτε Παρθένιον ποταμὸν κλυτὰ δώματ’ἔναιον
855Κρῶμνάντ’Αἰγιαλόντε καὶ ὑψηλοὺς Ἐρυθίνους.
856αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον
857τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.
858Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής ·
859ἀλλ’οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,
860ἀλλ’ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
861ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.
862Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς
863τῆλ’ἐξ Ἀσκανίης · μέμασαν δ’ὑσμῖνι μάχεσθαι.
864Μῄοσιν αὖ Μέσθληςτε καὶ Ἄντιφος ἡγησάσθην
865υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη,
866οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.
867Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,
868οἳ Μίλητον ἔχον Φθιρῶντ’ὄρος ἀκριτόφυλλον
869Μαιάνδρουτε ῥοὰς Μυκάληςτ’αἰπεινὰ κάρηνα ·
870τῶν μὲν ἄρ’Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,
871Νάστης Ἀμφίμαχόςτε Νομίονος ἀγλαὰ τέκνα,
872ὃς καὶ χρυσὸν ἔχων πόλεμον δ’ἴεν ἠΰτε κούρη
873νήπιος, οὐ δέ τί οἱ τό γ’ἐπήρκεσε λυγρὸν ὄλεθρον,
874ἀλλ’ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
875ἐν ποταμῷ, χρυσὸν δ’Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.
876Σαρπηδὼν δ’ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων
877τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.