Homer

Iliad, Book 1 (Α)

1
μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος
2
οὐλομένην, μυρί’Ἀχαιοῖς ἄλγε’ἔθηκε,
3
πολλὰς δ’ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
4
ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
5
οἰωνοῖσίτε πᾶσι, Διὸς δ’ἐτελείετο βουλή,
6
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
7
Ἀτρεΐδηςτε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.
8
τίςτ’ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;
9
Λητοῦς καὶ Διὸς υἱός · γὰρ βασιλῆϊ χολωθεὶς
10
νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί,
11
οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
12
Ἀτρεΐδης · γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
13
λυσόμενόςτε θύγατρα φέρωντ’ἀπερείσι’ἄποινα,
14
στέμματ’ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
15
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,
16
Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν ·
17
Ἀτρεΐδαιτε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,
18
ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ’ἔχοντες
19
ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ’οἴκαδ’ἱκέσθαι ·
20
παῖδα δ’ἐμοὶ λύσαιτε φίλην, τὰ δ’ἄποινα δέχεσθαι,
21
ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.
22
ἔνθ’ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
23
αἰδεῖσθαίθ’ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα ·
24
ἀλλ’οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
25
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ’ἐπὶ μῦθον ἔτελλε ·
26
μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω
27
νῦν δηθύνοντ’ ὕστερον αὖτις ἰόντα,
28
μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο ·
29
τὴν δ’ἐγὼ οὐ λύσω · πρίν μιν καὶ γῆρας ἔπεισιν
30
ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης
31
ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν ·
32
ἀλλ’ἴθι μή μ’ἐρέθιζε σαώτερος ὥς κε νέηαι.
33
ὣς ἔφατ’, ἔδεισεν δ’ γέρων καὶ ἐπείθετο μύθῳ ·
34
βῆ δ’ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης ·
35
πολλὰ δ’ἔπειτ’ἀπάνευθε κιὼν ἠρᾶθ’ γεραιὸς
36
Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ ·
37
κλῦθί μευ ἀργυρότοξ’, ὃς Χρύσην ἀμφιβέβηκας
38
Κίλλάντε ζαθέην Τενέδοιότε ἶφι ἀνάσσεις,
39
Σμινθεῦ εἴ ποτέ τοι χαρίεντ’ἐπὶ νηὸν ἔρεψα,
40
εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ἔκηα
41
ταύρων ἠδ’αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ ·
42
τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.
43
ὣς ἔφατ’εὐχόμενος, τοῦ δ’ἔκλυε Φοῖβος Ἀπόλλων,
44
βῆ δὲ κατ’Οὐλύμποιο καρήνων χωόμενος κῆρ,
45
τόξ’ὤμοισιν ἔχων ἀμφηρεφέατε φαρέτρην ·
46
ἔκλαγξαν δ’ἄρ’ὀϊστοὶ ἐπ’ὤμων χωομένοιο,
47
αὐτοῦ κινηθέντος · δ’ἤϊε νυκτὶ ἐοικώς.
48
ἕζετ’ἔπειτ’ἀπάνευθε νεῶν, μετὰ δ’ἰὸν ἕηκε ·
49
δεινὴ δὲ κλαγγὴ γένετ’ἀργυρέοιο βιοῖο ·
50
οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,
51
αὐτὰρ ἔπειτ’αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς
52
βάλλ’· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.
53
ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,
54
τῇ δεκάτῃ δ’ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς ·
55
τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη ·
56
κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο.
57
οἳ δ’ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέεςτε γένοντο,
58
τοῖσι δ’ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
59
Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω
60
ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,
61
εἰ δὴ ὁμοῦ πόλεμόςτε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς ·
62
ἀλλ’ἄγε δή τινα μάντιν ἐρείομεν ἱερῆα
63
καὶ ὀνειροπόλον, καὶ γάρτ’ὄναρ ἐκ Διός ἐστιν,
64
ὅς κ’εἴποι τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,
65
εἴτ’ἄρ’ γ’εὐχωλῆς ἐπιμέμφεται ἠδ’ἑκατόμβης,
66
αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶντε τελείων
67
βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.
68
ἤτοι γ’ὣς εἰπὼν κατ’ἄρ’ἕζετο · τοῖσι δ’ἀνέστη
69
Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχ’ἄριστος,
70
ὃς ᾔδη τάτ’ἐόντα τάτ’ἐσσόμενα πρότ’ἐόντα,
71
καὶ νήεσσ’ἡγήσατ’Ἀχαιῶν Ἴλιον εἴσω
72
ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων ·
73
σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν ·
74
Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι
75
μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος ·
76
τοὶ γὰρ ἐγὼν ἐρέω · σὺ δὲ σύνθεο καί μοι ὄμοσσον
77
μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν ·
78
γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων
79
Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί ·
80
κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ ·
81
εἴ περ γάρτε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,
82
ἀλλάτε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,
83
ἐν στήθεσσιν ἑοῖσι · σὺ δὲ φράσαι εἴ με σαώσεις.
84
τὸν δ’ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
85
θαρσήσας μάλα εἰπὲ θεοπρόπιον τι οἶσθα ·
86
οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, τε σὺ Κάλχαν
87
εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,
88
οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο
89
σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει
90
συμπάντων Δαναῶν, οὐ δ’ἢν Ἀγαμέμνονα εἴπῃς,
91
ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.
92
καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων ·
93
οὔτ’ἄρ γ’εὐχωλῆς ἐπιμέμφεται οὐ δ’ἑκατόμβης,
94
ἀλλ’ἕνεκ’ἀρητῆρος ὃν ἠτίμησ’Ἀγαμέμνων,
95
οὐ δ’ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ’ἄποινα,
96
τοὔνεκ’ἄρ’ἄλγε’ἔδωκεν ἑκηβόλος ἠδ’ἔτι δώσει ·
97
οὐ δ’ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει
98
πρίν γ’ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην
99
ἀπριάτην ἀνάποινον, ἄγεινθ’ἱερὴν ἑκατόμβην
100
ἐς Χρύσην · τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.
101
ἤτοι γ’ὣς εἰπὼν κατ’ἄρ’ἕζετο · τοῖσι δ’ἀνέστη
102
ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
103
ἀχνύμενος · μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
104
πίμπλαντ’, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην ·
105
Κάλχαντα πρώτιστα κάκ’ὀσσόμενος προσέειπε ·
106
μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας ·
107
αἰεί τοι τὰ κάκ’ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,
108
ἐσθλὸν δ’οὔτέ τί πω εἶπας ἔπος οὔτ’ἐτέλεσσας ·
109
καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις
110
ὡς δὴ τοῦδ’ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,
111
οὕνεκ’ἐγὼ κούρης Χρυσηΐδος ἀγλά’ἄποινα
112
οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν
113
οἴκοι ἔχειν · καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα
114
κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,
115
οὐ δέμας οὐ δὲ φυήν, οὔτ’ἂρ φρένας οὔτέ τι ἔργα.
116
ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γ’ἄμεινον ·
117
βούλομ’ἐγὼ λαὸν σῶν ἔμμεναι ἀπολέσθαι ·
118
αὐτὰρ ἐμοὶ γέρας αὐτίχ’ἑτοιμάσατ’ὄφρα μὴ οἶος
119
Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐ δὲ ἔοικε ·
120
λεύσσετε γὰρ τό γε πάντες μοι γέρας ἔρχεται ἄλλῃ.
121
τὸν δ’ἠμείβετ’ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς ·
122
Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων,
123
πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;
124
οὐ δέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά ·
125
ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται,
126
λαοὺς δ’οὐκ ἐπέοικε παλίλλογα ταῦτ’ἐπαγείρειν.
127
ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες · αὐτὰρ Ἀχαιοὶ
128
τριπλῇ τετραπλῇτ’ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς
129
δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.
130
τὸν δ’ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων ·
131
μὴ δ’οὕτως ἀγαθός περ ἐὼν θεοείκελ’Ἀχιλλεῦ
132
κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐ δέ με πείσεις.
133
ἐθέλεις ὄφρ’αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ’αὔτως
134
ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ’ἀποδοῦναι;
135
ἀλλ’εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ
136
ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται ·
137
εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
138
τεὸν Αἴαντος ἰὼν γέρας, Ὀδυσῆος
139
ἄξω ἑλών · δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.
140
ἀλλ’ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις,
141
νῦν δ’ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν,
142
ἐν δ’ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ’ἑκατόμβην
143
θείομεν, ἂν δ’αὐτὴν Χρυσηΐδα καλλιπάρῃον
144
βήσομεν · εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,
145
Αἴας Ἰδομενεὺς δῖος Ὀδυσσεὺς
146
ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατ’ἀνδρῶν,
147
ὄφρ’ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.
148
τὸν δ’ἄρ’ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
149
μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον
150
πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν
151
ὁδὸν ἐλθέμεναι ἀνδράσιν ἶφι μάχεσθαι;
152
οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ’ἤλυθον αἰχμητάων
153
δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν ·
154
οὐ γὰρ πώποτ’ἐμὰς βοῦς ἤλασαν οὐ δὲ μὲν ἵππους,
155
οὐ δέ ποτ’ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ
156
καρπὸν ἐδηλήσαντ’, ἐπεὶ μάλα πολλὰ μεταξὺ
157
οὔρεάτε σκιόεντα θάλασσάτε ἠχήεσσα ·
158
ἀλλὰ σοὶ μέγ’ἀναιδὲς ἅμ’ἑσπόμεθ’ὄφρα σὺ χαίρῃς,
159
τιμὴν ἀρνύμενοι Μενελάῳ σοίτε κυνῶπα
160
πρὸς Τρώων · τῶν οὔ τι μετατρέπῃ οὐ δ’ἀλεγίζεις ·
161
καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,
162
ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.
163
οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότ’Ἀχαιοὶ
164
Τρώων ἐκπέρσωσ’εὖ ναιόμενον πτολίεθρον ·
165
ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο
166
χεῖρες ἐμαὶ διέπουσ’· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,
167
σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ’ὀλίγοντε φίλοντε
168
ἔρχομ’ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων.
169
νῦν δ’εἶμι Φθίην δ’, ἐπεὶ πολὺ φέρτερόν ἐστιν
170
οἴκαδ’ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐ δέ σ’ὀΐω
171
ἐνθάδ’ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.
172
τὸν δ’ἠμείβετ’ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
173
φεῦγε μάλ’εἴ τοι θυμὸς ἐπέσσυται, οὐ δέ σ’ἔγωγε
174
λίσσομαι εἵνεκ’ἐμεῖο μένειν · πάρ’ἔμοιγε καὶ ἄλλοι
175
οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς.
176
ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων ·
177
αἰεὶ γάρ τοι ἔριςτε φίλη πόλεμοίτε μάχαιτε ·
178
εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ’ἔδωκεν ·
179
οἴκαδ’ἰὼν σὺν νηυσίτε σῇς καὶ σοῖς ἑτάροισι
180
Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ’ἐγὼ οὐκ ἀλεγίζω,
181
οὐ δ’ὄθομαι κοτέοντος · ἀπειλήσω δέ τοι ὧδε ·
182
ὡς ἔμ’ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων,
183
τὴν μὲν ἐγὼ σὺν νηΐτ’ἐμῇ καὶ ἐμοῖς ἑτάροισι
184
πέμψω, ἐγὼ δέ κ’ἄγω Βρισηΐδα καλλιπάρῃον
185
αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρ’ἐῢ εἰδῇς
186
ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος
187
ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.
188
ὣς φάτο · Πηλεΐωνι δ’ἄχος γένετ’, ἐν δέ οἱ ἦτορ
189
στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,
190
γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
191
τοὺς μὲν ἀναστήσειεν, δ’Ἀτρεΐδην ἐναρίζοι,
192
ἦε χόλον παύσειεν ἐρητύσειέτε θυμόν.
193
ἧος ταῦθ’ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
194
ἕλκετο δ’ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ’Ἀθήνη
195
οὐρανόθεν · πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη
196
ἄμφω ὁμῶς θυμῷ φιλέουσάτε κηδομένητε ·
197
στῆ δ’ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα
198
οἴῳ φαινομένη · τῶν δ’ἄλλων οὔ τις ὁρᾶτο ·
199
θάμβησεν δ’Ἀχιλεύς, μετὰ δ’ἐτράπετ’, αὐτίκα δ’ἔγνω
200
Παλλάδ’Ἀθηναίην · δεινὼ δέ οἱ ὄσσε φάανθεν ·
201
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
202
τίπτ’αὖτ’αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας;
203
ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο;
204
ἀλλ’ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω ·
205
ᾗς ὑπεροπλίῃσι τάχ’ἄν ποτε θυμὸν ὀλέσσῃ.
206
τὸν δ’αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη ·
207
ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι,
208
οὐρανόθεν · πρὸ δέ μ’ἧκε θεὰ λευκώλενος Ἥρη
209
ἄμφω ὁμῶς θυμῷ φιλέουσάτε κηδομένητε ·
210
ἀλλ’ἄγε λῆγ’ἔριδος, μη δὲ ξίφος ἕλκεο χειρί ·
211
ἀλλ’ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ ·
212
ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται ·
213
καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα
214
ὕβριος εἵνεκα τῆσδε · σὺ δ’ἴσχεο, πείθεο δ’ἡμῖν.
215
τὴν δ’ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
216
χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι
217
καὶ μάλα περ θυμῷ κεχολωμένον · ὧς γὰρ ἄμεινον ·
218
ὅς κε θεοῖς ἐπιπείθηται μάλατ’ἔκλυον αὐτοῦ.
219
καὶ ἐπ’ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,
220
ἂψ δ’ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐ δ’ἀπίθησε
221
μύθῳ Ἀθηναίης · δ’Οὔλυμπον δὲ βεβήκει
222
δώματ’ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.
223
Πηλεΐδης δ’ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν
224
Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο ·
225
οἰνοβαρές, κυνὸς ὄμματ’ἔχων, κραδίην δ’ἐλάφοιο,
226
οὔτέ ποτ’ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι
227
οὔτε λόχον δ’ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν
228
τέτληκας θυμῷ · τὸ δέ τοι κὴρ εἴδεται εἶναι.
229
πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
230
δῶρ’ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ ·
231
δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις ·
232
γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο.
233
ἀλλ’ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι ·
234
ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους
235
φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν,
236
οὐ δ’ἀναθηλήσει · περὶ γάρ ῥά χαλκὸς ἔλεψε
237
φύλλάτε καὶ φλοιόν · νῦν αὖτέ μιν υἷες Ἀχαιῶν
238
ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵτε θέμιστας
239
πρὸς Διὸς εἰρύαται · δέ τοι μέγας ἔσσεται ὅρκος ·
240
ποτ’Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν
241
σύμπαντας · τότε δ’οὔ τι δυνήσεαι ἀχνύμενός περ
242
χραισμεῖν, εὖτ’ἂν πολλοὶ ὑφ’Ἕκτορος ἀνδροφόνοιο
243
θνήσκοντες πίπτωσι · σὺ δ’ἔνδοθι θυμὸν ἀμύξεις
244
χωόμενος τ’ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.
245
ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
246
χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ’αὐτός ·
247
Ἀτρεΐδης δ’ἑτέρωθεν ἐμήνιε · τοῖσι δὲ Νέστωρ
248
ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής,
249
τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή ·
250
τῷ δ’ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων
251
ἐφθίαθ’, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ’ἐγένοντο
252
ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν ·
253
σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν ·
254
πόποι μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει ·
255
κεν γηθήσαι Πρίαμος Πριάμοιότε παῖδες
256
ἄλλοιτε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ
257
εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,
258
οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δ’ἐστὲ μάχεσθαι.
259
ἀλλὰ πίθεσθ’· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο ·
260
ἤδη γάρ ποτ’ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν
261
ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μ’οἵ γ’ἀθέριζον.
262
οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐ δὲ ἴδωμαι,
263
οἷον Πειρίθοόντε Δρύαντάτε ποιμένα λαῶν
264
Καινέατ’Ἐξάδιόντε καὶ ἀντίθεον Πολύφημον
265
Θησέατ’Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν ·
266
κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν ·
267
κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο
268
φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν.
269
καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν
270
τηλόθεν ἐξ ἀπίης γαίης · καλέσαντο γὰρ αὐτοί ·
271
καὶ μαχόμην κατ’ἔμ’αὐτὸν ἐγώ · κείνοισι δ’ἂν οὔ τις
272
τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο ·
273
καὶ μέν μευ βουλέων ξύνιεν πείθοντότε μύθῳ ·
274
ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον ·
275
μήτε σὺ τόνδ’ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην,
276
ἀλλ’ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν ·
277
μήτε σὺ Πηλείδη ἔθελ’ἐριζέμεναι βασιλῆϊ
278
ἀντιβίην, ἐπεὶ οὔ ποθ’ὁμοίης ἔμμορε τιμῆς
279
σκηπτοῦχος βασιλεύς, τε Ζεὺς κῦδος ἔδωκεν.
280
εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ,
281
ἀλλ’ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει.
282
Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος · αὐτὰρ ἔγωγε
283
λίσσομ’Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν
284
ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.
285
τὸν δ’ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων ·
286
ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες ·
287
ἀλλ’ὅδ’ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,
288
πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ’ἀνάσσειν,
289
πᾶσι δὲ σημαίνειν, τιν’οὐ πείσεσθαι ὀΐω ·
290
εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες
291
τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;
292
τὸν δ’ἄρ’ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς ·
293
γάρ κεν δειλόςτε καὶ οὐτιδανὸς καλεοίμην
294
εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς ·
295
ἄλλοισιν δὴ ταῦτ’ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε
296
σήμαιν’· οὐ γὰρ ἔγωγ’ἔτι σοὶ πείσεσθαι ὀΐω.
297
ἄλλο δέ τοι ἐρέω, σὺ δ’ἐνὶ φρεσὶ βάλλεο σῇσι ·
298
χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης
299
οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μ’ἀφέλεσθέ γε δόντες ·
300
τῶν δ’ἄλλων μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ
301
τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο ·
302
εἰ δ’ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε ·
303
αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.
304
ὣς τώ γ’ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν
305
ἀνστήτην, λῦσαν δ’ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν ·
306
Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας
307
ἤϊε σύντε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν ·
308
Ἀτρεΐδης δ’ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν,
309
ἐν δ’ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ’ἑκατόμβην
310
βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον
311
εἷσεν ἄγων · ἐν δ’ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.
312
οἳ μὲν ἔπειτ’ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
313
λαοὺς δ’Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν ·
314
οἳ δ’ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,
315
ἕρδον δ’Ἀπόλλωνι τεληέσσας ἑκατόμβας
316
ταύρων ἠδ’αἰγῶν παρὰ θῖν’ἁλὸς ἀτρυγέτοιο ·
317
κνίση δ’οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.
318
ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν · οὐ δ’Ἀγαμέμνων
319
λῆγ’ἔριδος τὴν πρῶτον ἐπηπείλησ’Ἀχιλῆϊ,
320
ἀλλ’ γε Ταλθύβιόντε καὶ Εὐρυβάτην προσέειπε,
321
τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε ·
322
ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος ·
323
χειρὸς ἑλόντ’ἀγέμεν Βρισηΐδα καλλιπάρῃον ·
324
εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
325
ἐλθὼν σὺν πλεόνεσσι · τό οἱ καὶ ῥίγιον ἔσται.
326
ὣς εἰπὼν προΐει, κρατερὸν δ’ἐπὶ μῦθον ἔτελλε ·
327
τὼ δ’ἀέκοντε βάτην παρὰ θῖν’ἁλὸς ἀτρυγέτοιο,
328
Μυρμιδόνων δ’ἐπίτε κλισίας καὶ νῆας ἱκέσθην,
329
τὸν δ’εὗρον παράτε κλισίῃ καὶ νηῒ μελαίνῃ
330
ἥμενον · οὐ δ’ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς.
331
τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα
332
στήτην, οὐ δέ τί μιν προσεφώνεον οὐ δ’ἐρέοντο ·
333
αὐτὰρ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέντε ·
334
χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,
335
ἆσσον ἴτ’· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλ’Ἀγαμέμνων,
336
σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.
337
ἀλλ’ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην
338
καί σφωϊν δὸς ἄγειν · τὼ δ’αὐτὼ μάρτυροι ἔστων
339
πρόςτε θεῶν μακάρων πρόςτε θνητῶν ἀνθρώπων
340
καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δ’αὖτε
341
χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι
342
τοῖς ἄλλοις · γὰρ γ’ὀλοιῇσι φρεσὶ θύει,
343
οὐ δέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,
344
ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.
345
ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ’ἑταίρῳ,
346
ἐκ δ’ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,
347
δῶκε δ’ἄγειν · τὼ δ’αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν ·
348
δ’ἀέκουσ’ἅμα τοῖσι γυνὴ κίεν · αὐτὰρ Ἀχιλλεὺς
349
δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,
350
θῖν’ἔφ’ἁλὸς πολιῆς, ὁρόων ἐπ’ἀπείρονα πόντον ·
351
πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς ·
352
μῆτερ ἐπεί μ’ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,
353
τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι
354
Ζεὺς ὑψιβρεμέτης · νῦν δ’οὐ δέ με τυτθὸν ἔτισεν ·
355
γάρ μ’Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
356
ἠτίμησεν · ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
357
ὣς φάτο δάκρυ χέων, τοῦ δ’ἔκλυε πότνια μήτηρ
358
ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι ·
359
καρπαλίμως δ’ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ’ὀμίχλη,
360
καί ῥα πάροιθ’αὐτοῖο καθέζετο δάκρυ χέοντος,
361
χειρίτέ μιν κατέρεξεν ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζε ·
362
τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;
363
ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
364
τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
365
οἶσθα · τί τοι ταῦτα ἰδυίῃ πάντ’ἀγορεύω;
366
ᾠχόμεθ’ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος,
367
τὴν δὲ διεπράθομέντε καὶ ἤγομεν ἐνθάδε πάντα ·
368
καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,
369
ἐκ δ’ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον.
370
Χρύσης δ’αὖθ’ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος
371
ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων
372
λυσόμενόςτε θύγατρα φέρωντ’ἀπερείσι’ἄποινα,
373
στέμματ’ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
374
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,
375
Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν.
376
ἔνθ’ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
377
αἰδεῖσθαίθ’ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα ·
378
ἀλλ’οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
379
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ’ἐπὶ μῦθον ἔτελλε ·
380
χωόμενος δ’ γέρων πάλιν ᾤχετο · τοῖο δ’Ἀπόλλων
381
εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν,
382
ἧκε δ’ἐπ’Ἀργείοισι κακὸν βέλος · οἳ δέ νυ λαοὶ
383
θνῇσκον ἐπασσύτεροι, τὰ δ’ἐπῴχετο κῆλα θεοῖο
384
πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν · ἄμμι δὲ μάντις
385
εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.
386
αὐτίκ’ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι ·
387
Ἀτρεΐωνα δ’ἔπειτα χόλος λάβεν, αἶψα δ’ἀναστὰς
388
ἠπείλησεν μῦθον δὴ τετελεσμένος ἐστί ·
389
τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ
390
ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι ·
391
τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες
392
κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν.
393
ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος ·
394
ἐλθοῦσ’Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι
395
ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ.
396
πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα
397
εὐχομένης ὅτ’ἔφησθα κελαινεφέϊ Κρονίωνι
398
οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,
399
ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι
400
Ἥρητ’ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη ·
401
ἀλλὰ σὺ τόν γ’ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν,
402
ὦχ’ἑκατόγχειρον καλέσασ’ἐς μακρὸν Ὄλυμπον,
403
ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέτε πάντες
404
Αἰγαίων’, γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων ·
405
ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων ·
406
τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐ δ’ἔτ’ἔδησαν.
407
τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων
408
αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι,
409
τοὺς δὲ κατὰ πρύμναςτε καὶ ἀμφ’ἅλα ἔλσαι Ἀχαιοὺς
410
κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος,
411
γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
412
ἣν ἄτην τ’ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.
413
τὸν δ’ἠμείβετ’ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα ·
414
μοι τέκνον ἐμόν, τί νύ σ’ἔτρεφον αἰνὰ τεκοῦσα;
415
αἴθ’ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων
416
ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν ·
417
νῦν δ’ἅματ’ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων
418
ἔπλεο · τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι.
419
τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ
420
εἶμ’αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται.
421
ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι
422
μήνι’Ἀχαιοῖσιν, πολέμου δ’ἀποπαύεο πάμπαν ·
423
Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ’ἀμύμονας Αἰθιοπῆας
424
χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δ’ἅμα πάντες ἕποντο ·
425
δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ,
426
καὶ τότ’ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ,
427
καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω.
428
ὣς ἄρα φωνήσασ’ἀπεβήσετο, τὸν δὲ λίπ’αὐτοῦ
429
χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς
430
τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων · αὐτὰρ Ὀδυσσεὺς
431
ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.
432
οἳ δ’ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο
433
ἱστία μὲν στείλαντο, θέσαν δ’ἐν νηῒ μελαίνῃ,
434
ἱστὸν δ’ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες
435
καρπαλίμως, τὴν δ’εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.
436
ἐκ δ’εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι’ἔδησαν ·
437
ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,
438
ἐκ δ’ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι ·
439
ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο.
440
τὴν μὲν ἔπειτ’ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς
441
πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν ·
442
Χρύση, πρό μ’ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
443
παῖδάτε σοὶ ἀγέμεν, Φοίβῳθ’ἱερὴν ἑκατόμβην
444
ῥέξαι ὑπὲρ Δαναῶν ὄφρ’ἱλασόμεσθα ἄνακτα,
445
ὃς νῦν Ἀργείοισι πολύστονα κήδε’ἐφῆκεν.
446
ὣς εἰπὼν ἐν χερσὶ τίθει, δὲ δέξατο χαίρων
447
παῖδα φίλην · τοὶ δ’ὦκα θεῷ ἱερὴν ἑκατόμβην
448
ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν,
449
χερνίψαντο δ’ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.
450
τοῖσιν δὲ Χρύσης μεγάλ’εὔχετο χεῖρας ἀνασχών ·
451
κλῦθί μευ ἀργυρότοξ’, ὃς Χρύσην ἀμφιβέβηκας
452
Κίλλαντε ζαθέην Τενέδοιότε ἶφι ἀνάσσεις ·
453
μὲν δή ποτ’ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο,
454
τίμησας μὲν ἐμέ, μέγα δ’ἴψαο λαὸν Ἀχαιῶν ·
455
ἠδ’ἔτι καὶ νῦν μοι τόδ’ἐπικρήηνον ἐέλδωρ ·
456
ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.
457
ὣς ἔφατ’εὐχόμενος, τοῦ δ’ἔκλυε Φοῖβος Ἀπόλλων.
458
αὐτὰρ ἐπεί ῥ’εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
459
αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
460
μηρούςτ’ἐξέταμον κατάτε κνίσῃ ἐκάλυψαν
461
δίπτυχα ποιήσαντες, ἐπ’αὐτῶν δ’ὠμοθέτησαν ·
462
καῖε δ’ἐπὶ σχίζῃς γέρων, ἐπὶ δ’αἴθοπα οἶνον
463
λεῖβε · νέοι δὲ παρ’αὐτὸν ἔχον πεμπώβολα χερσίν.
464
αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
465
μίστυλλόντ’ἄρα τἆλλα καὶ ἀμφ’ὀβελοῖσιν ἔπειραν,
466
ὤπτησάντε περιφραδέως, ἐρύσαντότε πάντα.
467
αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντότε δαῖτα
468
δαίνυντ’, οὐ δέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
469
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
470
κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,
471
νώμησαν δ’ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν ·
472
οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο
473
καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
474
μέλποντες ἑκάεργον · δὲ φρένα τέρπετ’ἀκούων.
475
ἦμος δ’ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
476
δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός ·
477
ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
478
καὶ τότ’ἔπειτ’ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν ·
479
τοῖσιν δ’ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων ·
480
οἳ δ’ἱστὸν στήσαντ’ἀνάθ’ἱστία λευκὰ πέτασσαν,
481
ἐν δ’ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
482
στείρῃ πορφύρεον μεγάλ’ἴαχε νηὸς ἰούσης ·
483
δ’ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
484
αὐτὰρ ἐπεί ῥ’ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν,
485
νῆα μὲν οἵ γε μέλαιναν ἐπ’ἠπείροιο ἔρυσσαν
486
ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ’ἕρματα μακρὰ τάνυσσαν ·
487
αὐτοὶ δ’ἐσκίδναντο κατὰ κλισίαςτε νέαςτε.
488
αὐτὰρ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι
489
διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς ·
490
οὔτέ ποτ’εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν
491
οὔτέ ποτ’ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ
492
αὖθι μένων, ποθέεσκε δ’ἀϋτήντε πτόλεμόντε.
493
ἀλλ’ὅτε δή ῥ’ἐκ τοῖο δυωδεκάτη γένετ’ἠώς,
494
καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες
495
πάντες ἅμα, Ζεὺς δ’ἦρχε · Θέτις δ’οὐ λήθετ’ἐφετμέων
496
παιδὸς ἑοῦ, ἀλλ’ γ’ἀνεδύσετο κῦμα θαλάσσης.
497
ἠερίη δ’ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόντε.
498
εὗρεν δ’εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων
499
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο ·
500
καί ῥα πάροιθ’αὐτοῖο καθέζετο, καὶ λάβε γούνων
501
σκαιῇ, δεξιτερῇ δ’ἄρ’ὑπ’ἀνθερεῶνος ἑλοῦσα
502
λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα ·
503
Ζεῦ πάτερ εἴ ποτε δή σε μετ’ἀθανάτοισιν ὄνησα
504
ἔπει ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ ·
505
τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων
506
ἔπλετ’· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
507
ἠτίμησεν · ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
508
ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ ·
509
τόφρα δ’ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρ’ἂν Ἀχαιοὶ
510
υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίντέ τιμῇ.
511
ὣς φάτο · τὴν δ’οὔ τι προσέφη νεφεληγερέτα Ζεύς,
512
ἀλλ’ἀκέων δὴν ἧστο · Θέτις δ’ὡς ἥψατο γούνων
513
ὣς ἔχετ’ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις ·
514
νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον
515
ἀπόειπ’, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ’ἐῢ εἰδέω
516
ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.
517
τὴν δὲ μέγ’ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς ·
518
δὴ λοίγια ἔργ’τέ μ’ἐχθοδοπῆσαι ἐφήσεις
519
Ἥρῃ ὅτ’ἄν μ’ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν ·
520
δὲ καὶ αὔτως μ’αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι
521
νεικεῖ, καίτέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.
522
ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ
523
Ἥρη · ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω ·
524
εἰ δ’ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς ·
525
τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ’ἀθανάτοισι μέγιστον
526
τέκμωρ · οὐ γὰρ ἐμὸν παλινάγρετον οὐ δ’ἀπατηλὸν
527
οὐ δ’ἀτελεύτητον τί κεν κεφαλῇ κατανεύσω.
528
καὶ κυανέῃσιν ἐπ’ὀφρύσι νεῦσε Κρονίων ·
529
ἀμβρόσιαι δ’ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
530
κρατὸς ἀπ’ἀθανάτοιο · μέγαν δ’ἐλέλιξεν Ὄλυμπον.
531
τώ γ’ὣς βουλεύσαντε διέτμαγεν · μὲν ἔπειτα
532
εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ’αἰγλήεντος Ὀλύμπου,
533
Ζεὺς δὲ ἑὸν πρὸς δῶμα · θεοὶ δ’ἅμα πάντες ἀνέσταν
534
ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον · οὐ δέ τις ἔτλη
535
μεῖναι ἐπερχόμενον, ἀλλ’ἀντίοι ἔσταν ἅπαντες.
536
ὣς μὲν ἔνθα καθέζετ’ἐπὶ θρόνου · οὐ δέ μιν Ἥρη
537
ἠγνοίησεν ἰδοῦσ’ὅτι οἱ συμφράσσατο βουλὰς
538
ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.
539
αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα ·
540
τίς δ’αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;
541
αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα
542
κρυπτάδια φρονέοντα δικαζέμεν · οὐ δέ τί πώ μοι
543
πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.
544
τὴν δ’ἠμείβετ’ἔπειτα πατὴρ ἀνδρῶντε θεῶντε ·
545
Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους
546
εἰδήσειν · χαλεποί τοι ἔσοντ’ἀλόχῳ περ ἐούσῃ ·
547
ἀλλ’ὃν μέν κ’ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα
548
οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτ’ἀνθρώπων ·
549
ὃν δέ κ’ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι
550
μή τι σὺ ταῦτα ἕκαστα διείρεο μη δὲ μετάλλα.
551
τὸν δ’ἠμείβετ’ἔπειτα βοῶπις πότνια Ἥρη ·
552
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;
553
καὶ λίην σε πάρος γ’οὔτ’εἴρομαι οὔτε μεταλλῶ,
554
ἀλλὰ μάλ’εὔκηλος τὰ φράζεαι ἅσσ’ἐθέλῃσθα.
555
νῦν δ’αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ
556
ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος ·
557
ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων ·
558
τῇ σ’ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα
559
τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
560
τὴν δ’ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
561
δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐ δέ σε λήθω ·
562
πρῆξαι δ’ἔμπης οὔ τι δυνήσεαι, ἀλλ’ἀπὸ θυμοῦ
563
μᾶλλον ἐμοὶ ἔσεαι · τὸ δέ τοι καὶ ῥίγιον ἔσται.
564
εἰ δ’οὕτω τοῦτ’ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι ·
565
ἀλλ’ἀκέουσα κάθησο, ἐμῷ δ’ἐπιπείθεο μύθῳ,
566
μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ’ἐν Ὀλύμπῳ
567
ἆσσον ἰόνθ’, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.
568
ὣς ἔφατ’ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,
569
καί ῥ’ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ ·
570
ὄχθησαν δ’ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες ·
571
τοῖσιν δ’Ἥφαιστος κλυτοτέχνης ἦρχ’ἀγορεύειν
572
μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ ·
573
δὴ λοίγια ἔργα τάδ’ἔσσεται οὐ δ’ἔτ’ἀνεκτά,
574
εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,
575
ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον · οὐ δέ τι δαιτὸς
576
ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
577
μητρὶ δ’ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ
578
πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε
579
νεικείῃσι πατήρ, σὺν δ’ἡμῖν δαῖτα ταράξῃ.
580
εἴ περ γάρ κ’ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς
581
ἐξ ἑδέων στυφελίξαι · γὰρ πολὺ φέρτατός ἐστιν.
582
ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν ·
583
αὐτίκ’ἔπειθ’ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.
584
ὣς ἄρ’ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον
585
μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε ·
586
τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,
587
μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι
588
θεινομένην, τότε δ’οὔ τι δυνήσομαι ἀχνύμενός περ
589
χραισμεῖν · ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι ·
590
ἤδη γάρ με καὶ ἄλλοτ’ἀλεξέμεναι μεμαῶτα
591
ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,
592
πᾶν δ’ἦμαρ φερόμην, ἅμα δ’ἠελίῳ καταδύντι
593
κάππεσον ἐν Λήμνῳ, ὀλίγος δ’ἔτι θυμὸς ἐνῆεν ·
594
ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.
595
ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,
596
μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον ·
597
αὐτὰρ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
598
οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων ·
599
ἄσβεστος δ’ἄρ’ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν
600
ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.
601
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
602
δαίνυντ’, οὐ δέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης,
603
οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχ’Ἀπόλλων,
604
Μουσάωνθ’αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.
605
αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,
606
οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,
607
ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις
608
Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι ·
609
Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ’Ὀλύμπιος ἀστεροπητής,
610
ἔνθα πάρος κοιμᾶθ’ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι ·
611
ἔνθα καθεῦδ’ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη.