Iliad, Book 15 (Ο)
αὐτὰρ ἐπεὶ διάτε σκόλοπας καὶ τάφρον ἔβησαν
2φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν,
3οἳ μὲν δὴ παρ’ὄχεσφιν ἐρητύοντο μένοντες
4χλωροὶ ὑπαὶ δείους πεφοβημένοι · ἔγρετο δὲ Ζεὺς
5Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης,
6στῆ δ’ἄρ’ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς
7τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν
8Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα ·
9Ἕκτορα δ’ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δ’ἑταῖροι
10εἵαθ’, ὃ δ’ἀργαλέῳ ἔχετ’ἄσθματι κῆρ ἀπινύσσων
11αἷμ’ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ’Ἀχαιῶν.
12τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶντε θεῶντε,
13δεινὰ δ’ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν ·
1434ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη15Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς.16οὐ μὰν οἶδ’εἰ αὖτε κακορραφίης ἀλεγεινῆς17πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω.18ἦ οὐ μέμνῃ ὅτετ’ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν19ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα20χρύσεον ἄρρηκτον; σὺ δ’ἐν αἰθέρι καὶ νεφέλῃσιν21ἐκρέμω · ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,22λῦσαι δ’οὐκ ἐδύναντο παρασταδόν · ὃν δὲ λάβοιμι23ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρ’ἂν ἵκηται24γῆν ὀλιγηπελέων · ἐμὲ δ’οὐ δ’ὧς θυμὸν ἀνίει25ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο,26τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας27πέμψας ἐπ’ἀτρύγετον πόντον κακὰ μητιόωσα,28καί μιν ἔπειτα Κόων δ’εὖ ναιομένην ἀπένεικας.29τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις30Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα.31τῶν σ’αὖτις μνήσω ἵν’ἀπολλήξῃς ἀπατάων,32ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότηςτε καὶ εὐνή,33ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μ’ἀπάτησας.
ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,
35καί μιν φωνήσασ’ἔπεα πτερόεντα προσηύδα ·
3647ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε37καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅςτε μέγιστος38ὅρκος δεινότατόςτε πέλει μακάρεσσι θεοῖσι,39σήθ’ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν40κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι ·41μὴ δι’ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων42πημαίνει Τρῶάςτε καὶ Ἕκτορα, τοῖσι δ’ἀρήγει,43ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,44τειρομένους δ’ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.45αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην46τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς.
ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶντε θεῶντε,
48καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα ·
4978εἰ μὲν δὴ σύ γ’ἔπειτα βοῶπις πότνια Ἥρη50ἶσον ἐμοὶ φρονέουσα μετ’ἀθανάτοισι καθίζοις,51τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ,52αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ.53ἀλλ’εἰ δή ῥ’ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,54ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον55Ἶρίντ’ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον,56ὄφρ’ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων57ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι58παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθ’ἱκέσθαι,59Ἕκτορα δ’ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων,60αὖτις δ’ἐμπνεύσῃσι μένος, λελάθῃ δ’ὀδυνάων61αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς62αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας,63φεύγοντες δ’ἐν νηυσὶ πολυκλήϊσι πέσωσι64Πηλεΐδεω Ἀχιλῆος · ὃ δ’ἀνστήσει ὃν ἑταῖρον65Πάτροκλον · τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ66Ἰλίου προπάροιθε πολέας ὀλέσαντ’αἰζηοὺς67τοὺς ἄλλους, μετὰ δ’υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.68τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς.69ἐκ τοῦ δ’ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν70αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κ’Ἀχαιοὶ71Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς.72τὸ πρὶν δ’οὔτ’ἄρ’ἐγὼ παύω χόλον οὔτέ τιν’ἄλλον73ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδ’ἐάσω74πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ,75ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δ’ἐπένευσα κάρητι,76ἤματι τῷ ὅτ’ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων,77λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
ὣς ἔφατ’, οὐ δ’ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
79βῆ δ’ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
80ὡς δ’ὅτ’ἂν ἀΐξῃ νόος ἀνέρος, ὅςτ’ἐπὶ πολλὴν
81γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ
82ἔνθ’εἴην ἢ ἔνθα, μενοινήῃσίτε πολλά,
83ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη ·
84ἵκετο δ’αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δ’ἐπῆλθεν
85ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ · οἳ δὲ ἰδόντες
86πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν.
87ἣ δ’ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ
88δέκτο δέπας · πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα,
89καί μιν φωνήσασ’ἔπεα πτερόεντα προσηύδα ·
9092Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας ·91ἦ μάλα δή σ’ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης.
τὴν δ’ἠμείβετ’ἔπειτα θεὰ λευκώλενος Ἥρη ·
93100μή με θεὰ Θέμι ταῦτα διείρεο · οἶσθα καὶ αὐτὴ94οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.95ἀλλὰ σύ γ’ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης ·96ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν97οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται · οὐ δέ τί φημι98πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν99οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων.
ἣ μὲν ἄρ’ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη,
101ὄχθησαν δ’ἀνὰ δῶμα Διὸς θεοί · ἣ δ’ἐγέλασσε
102χείλεσιν, οὐ δὲ μέτωπον ἐπ’ὀφρύσι κυανέῃσιν
103ἰάνθη · πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα ·
104113νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες ·105ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες106ἢ ἔπει ἠὲ βίῃ · ὃ δ’ἀφήμενος οὐκ ἀλεγίζει107οὐ δ’ὄθεται · φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι108κάρτεΐτε σθένεΐτε διακριδὸν εἶναι ἄριστος.109τὼ ἔχεθ’ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ.110ἤδη γὰρ νῦν ἔλπομ’Ἄρηΐ γε πῆμα τετύχθαι ·111υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν112Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.
ὣς ἔφατ’, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ
114χερσὶ καταπρηνέσσ’, ὀλοφυρόμενος δ’ἔπος ηὔδα ·
115119μὴ νῦν μοι νεμεσήσετ’Ὀλύμπια δώματ’ἔχοντες116τίσασθαι φόνον υἷος ἰόντ’ἐπὶ νῆας Ἀχαιῶν,117εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ118κεῖσθαι ὁμοῦ νεκύεσσι μεθ’αἵματι καὶ κονίῃσιν.
ὣς φάτο, καί ῥ’ἵππους κέλετο Δεῖμόντε Φόβοντε
120ζευγνύμεν, αὐτὸς δ’ἔντε’ἐδύσετο παμφανόωντα.
121ἔνθά κ’ἔτι μείζωντε καὶ ἀργαλεώτερος ἄλλος
122πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη,
123εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν
124ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε,
125τοῦ δ’ἀπὸ μὲν κεφαλῆς κόρυθ’εἵλετο καὶ σάκος ὤμων,
126ἔγχος δ’ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα
127χάλκεον · ἣ δ’ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα ·
128142μαινόμενε φρένας ἠλὲ διέφθορας · ἦ νύ τοι αὔτως129οὔατ’ἀκουέμεν ἐστί, νόος δ’ἀπόλωλε καὶ αἰδώς.130οὐκ ἀΐεις ἅτέ φησι θεὰ λευκώλενος Ἥρη131ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;132ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ133ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ,134αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;135αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς136λείψει, ὃ δ’ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,137μάρψει δ’ἑξείης ὅςτ’αἴτιος ὅςτε καὶ οὐκί.138τώ σ’αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος ·139ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων140ἢ πέφατ’, ἢ καὶ ἔπειτα πεφήσεται · ἀργαλέον δὲ141πάντων ἀνθρώπων ῥῦσθαι γενεήντε τόκοντε.
ὣς εἰποῦσ’ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.
143Ἥρη δ’Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς
144Ἶρίνθ’, ἥτε θεοῖσι μετάγγελος ἀθανάτοισι,
145καί σφεας φωνήσασ’ἔπεα πτερόεντα προσηύδα ·
146149Ζεὺς σφὼ εἰς Ἴδην κέλετ’ἐλθέμεν ὅττι τάχιστα ·147αὐτὰρ ἐπὴν ἔλθητε, Διόςτ’εἰς ὦπα ἴδησθε,148ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.
ἣ μὲν ἄρ’ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,
150ἕζετο δ’εἰνὶ θρόνῳ · τὼ δ’ἀΐξαντε πετέσθην.
151Ἴδην δ’ἵκανον πολυπίδακα μητέρα θηρῶν,
152εὗρον δ’εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ
153ἥμενον · ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.
154τὼ δὲ πάροιθ’ἐλθόντε Διὸς νεφεληγερέταο
155στήτην · οὐ δέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ,
156ὅττί οἱ ὦκ’ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.
157Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα ·
158168βάσκ’ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι159πάντα τάδ’ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι.160παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο161ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.162εἰ δέ μοι οὐκ ἐπέεσσ’ἐπιπείσεται, ἀλλ’ἀλογήσει,163φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν164μή μ’οὐ δὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ165μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι166καὶ γενεῇ πρότερος · τοῦ δ’οὐκ ὄθεται φίλον ἦτορ167ἶσον ἐμοὶ φάσθαι, τόντε στυγέουσι καὶ ἄλλοι.
ὣς ἔφατ’, οὐ δ’ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
169βῆ δὲ κατ’Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
170ὡς δ’ὅτ’ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα
171ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,
172ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,
173ἀγχοῦ δ’ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον ·
174184ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα175ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο.176παυσάμενόν σ’ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο177ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.178εἰ δέ οἱ οὐκ ἐπέεσσ’ἐπιπείσεαι, ἀλλ’ἀλογήσεις,179ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων180ἐνθάδ’ἐλεύσεσθαι · σὲ δ’ὑπεξαλέασθαι ἄνωγε181χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι182καὶ γενεῇ πρότερος · σὸν δ’οὐκ ὄθεται φίλον ἦτορ183ἶσόν οἱ φάσθαι, τόντε στυγέουσι καὶ ἄλλοι.
τὴν δὲ μέγ’ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος ·
185200ὢ πόποι ἦ ῥ’ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν186εἴ μ’ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.187τρεῖς γάρτ’ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα188Ζεὺς καὶ ἐγώ, τρίτατος δ’Ἀΐδης ἐνέροισιν ἀνάσσων.189τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ’ἔμμορε τιμῆς ·190ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ191παλλομένων, Ἀΐδης δ’ἔλαχε ζόφον ἠερόεντα,192Ζεὺς δ’ἔλαχ’οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι ·193γαῖα δ’ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.194τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος195καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ.196χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω ·197θυγατέρεσσιν γάρτε καὶ υἱάσι βέλτερον εἴη198ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός,199οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.
τὸν δ’ἠμείβετ’ἔπειτα ποδήνεμος ὠκέα Ἶρις ·
201205οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα202τόνδε φέρω Διὶ μῦθον ἀπηνέατε κρατερόντε,203ἦ τι μεταστρέψεις; στρεπταὶ μέντε φρένες ἐσθλῶν.204οἶσθ’ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.
τὴν δ’αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων ·
206218Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες ·207ἐσθλὸν καὶ τὸ τέτυκται ὅτ’ἄγγελος αἴσιμα εἰδῇ.208ἀλλὰ τόδ’αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει209ὁππότ’ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ210νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.211ἀλλ’ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω ·212ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ ·213αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης214Ἥρης Ἑρμείωτε καὶ Ἡφαίστοιο ἄνακτος215Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐ δ’ἐθελήσει216ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,217ἴστω τοῦθ’ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.
ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,
219δῦνε δὲ πόντον ἰών, πόθεσαν δ’ἥρωες Ἀχαιοί.
220καὶ τότ’Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς ·
221236ἔρχεο νῦν φίλε Φοῖβε μεθ’Ἕκτορα χαλκοκορυστήν ·222ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος223οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν224ἡμέτερον · μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,225οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες.226ἀλλὰ τόδ’ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ227ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε228χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γ’ἐτελέσθη.229ἀλλὰ σύ γ’ἐν χείρεσσι λάβ’αἰγίδα θυσσανόεσσαν,230τῇ μάλ’ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς ·231σοὶ δ’αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ ·232τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρ’ἂν Ἀχαιοὶ233φεύγοντες νῆάςτε καὶ Ἑλλήσποντον ἵκωνται.234κεῖθεν δ’αὐτὸς ἐγὼ φράσομαι ἔργοντε ἔποςτε,235ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο.
ὣς ἔφατ’, οὐ δ’ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,
237βῆ δὲ κατ’Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς
238ὠκέϊ φασσοφόνῳ, ὅςτ’ὤκιστος πετεηνῶν.
239εὗρ’υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
240ἥμενον, οὐ δ’ἔτι κεῖτο, νέον δ’ἐσαγείρετο θυμόν,
241ἀμφὶ ἓ γιγνώσκων ἑτάρους · ἀτὰρ ἆσθμα καὶ ἱδρὼς
242παύετ’, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.
243ἀγχοῦ δ’ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων ·
244246Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπ’ἄλλων245ἧσ’ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει;
τὸν δ’ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ ·
247253τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μ’εἴρεαι ἄντην;248οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν249οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας250χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς;251καὶ δὴ ἔγωγ’ἐφάμην νέκυας καὶ δῶμ’Ἀΐδαο252ἤματι τῷδ’ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ.
τὸν δ’αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων ·
254262θάρσει νῦν · τοῖόν τοι ἀοσσητῆρα Κρονίων255ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν256Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ257ῥύομ’, ὁμῶς αὐτόντε καὶ αἰπεινὸν πτολίεθρον.258ἀλλ’ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι259νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους ·260αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον261πᾶσαν λειανέω, τρέψω δ’ἥρωας Ἀχαιούς.
ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.
263ὡς δ’ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
264δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
265εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
266κυδιόων · ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
267ὤμοις ἀΐσσονται · ὃ δ’ἀγλαΐηφι πεποιθὼς
268ῥίμφά ἑ γοῦνα φέρει μετάτ’ἤθεα καὶ νομὸν ἵππων ·
269ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατ’ἐνώμα
270ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
271οἳ δ’ὥςτ’ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα
272ἐσσεύαντο κύνεςτε καὶ ἀνέρες ἀγροιῶται ·
273τὸν μέντ’ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη
274εἰρύσατ’, οὐ δ’ἄρατέ σφι κιχήμεναι αἴσιμον ἦεν ·
275τῶν δέθ’ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος
276εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας ·
277ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο
278νύσσοντες ξίφεσίντε καὶ ἔγχεσιν ἀμφιγύοισιν ·
279αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορ’ἐποιχόμενον στίχας ἀνδρῶν
280τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός.
281τοῖσι δ’ἔπειτ’ἀγόρευε Θόας Ἀνδραίμονος υἱός,
282Αἰτωλῶν ὄχ’ἄριστος ἐπιστάμενος μὲν ἄκοντι
283ἐσθλὸς δ’ἐν σταδίῃ · ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν
284νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων ·
285ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν ·
286300ὢ πόποι ἦ μέγα θαῦμα τόδ’ὀφθαλμοῖσιν ὁρῶμαι,287οἷον δ’αὖτ’ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας288Ἕκτωρ · ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου289χερσὶν ὑπ’Αἴαντος θανέειν Τελαμωνιάδαο.290ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν291Ἕκτορ’, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατ’ἔλυσεν,292ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι · οὐ γὰρ ἄτερ γε293Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.294ἀλλ’ἄγεθ’ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.295πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι ·296αὐτοὶ δ’, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθ’εἶναι,297στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες298δούρατ’ἀνασχόμενοι · τὸν δ’οἴω καὶ μεμαῶτα299θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.
ὣς ἔφαθ’, οἳ δ’ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο ·
301οἳ μὲν ἄρ’ἀμφ’Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα
302Τεῦκρον Μηριόνηντε Μέγηντ’ἀτάλαντον Ἄρηϊ
303ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες
304Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον · αὐτὰρ ὀπίσσω
305ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.
306Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ’ἄρ’Ἕκτωρ
307μακρὰ βιβάς · πρόσθεν δὲ κί’αὐτοῦ Φοῖβος Ἀπόλλων
308εἱμένος ὤμοιιν νεφέλην, ἔχε δ’αἰγίδα θοῦριν
309δεινὴν ἀμφιδάσειαν ἀριπρεπέ’, ἣν ἄρα χαλκεὺς
310Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν ·
311τὴν ἄρ’ὅ γ’ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν.
312Ἀργεῖοι δ’ὑπέμειναν ἀολλέες, ὦρτο δ’ἀϋτὴ
313ὀξεῖ’ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δ’ὀϊστοὶ
314θρῷσκον · πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
315ἄλλα μὲν ἐν χροῒ πήγνυτ’ἀρηϊθόων αἰζηῶν,
316πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν
317ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
318ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ’ἀτρέμα Φοῖβος Ἀπόλλων,
319τόφρα μάλ’ἀμφοτέρων βέλε’ἥπτετο, πῖπτε δὲ λαός.
320αὐτὰρ ἐπεὶ κατ’ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων
321σεῖσ’, ἐπὶ δ’αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν
322ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς.
323οἳ δ’ὥςτ’ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγ’οἰῶν
324θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ
325ἐλθόντ’ἐξαπίνης σημάντορος οὐ παρεόντος,
326ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες · ἐν γὰρ Ἀπόλλων
327ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
328ἔνθα δ’ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης.
329Ἕκτωρ μὲν Στιχίοντε καὶ Ἀρκεσίλαον ἔπεφνε,
330τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων,
331τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον ·
332Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.
333ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
334ἔσκε Μέδων Αἴαντος ἀδελφεός · αὐτὰρ ἔναιεν
335ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
336γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ’Ὀϊλεύς ·
337Ἴασος αὖτ’ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο,
338υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.
339Μηκιστῆ δ’ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης
340πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δ’ἕλε δῖος Ἀγήνωρ.
341Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε
342φεύγοντ’ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
343ὄφρ’οἳ τοὺς ἐνάριζον ἀπ’ἔντεα, τόφρα δ’Ἀχαιοὶ
344τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ
345ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ.
346Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας
347352νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δ’ἔναρα βροτόεντα ·348ὃν δ’ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,349αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐ δέ νυ τόν γε350γνωτοίτε γνωταίτε πυρὸς λελάχωσι θανόντα,351ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.
ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους
353κεκλόμενος Τρώεσσι κατὰ στίχας · οἳ δὲ σὺν αὐτῷ
354πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους
355ἠχῇ θεσπεσίῃ · προπάροιθε δὲ Φοῖβος Ἀπόλλων
356ῥεῖ’ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων
357ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον
358μακρὴν ἠδ’εὐρεῖαν, ὅσοντ’ἐπὶ δουρὸς ἐρωὴ
359γίγνεται, ὁππότ’ἀνὴρ σθένεος πειρώμενος ᾗσι.
360τῇ ῥ’οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δ’Ἀπόλλων
361αἰγίδ’ἔχων ἐρίτιμον · ἔρειπε δὲ τεῖχος Ἀχαιῶν
362ῥεῖα μάλ’, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,
363ὅςτ’ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν
364ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.
365ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν
366σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.
367ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
368ἀλλήλοισίτε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
369χεῖρας ἀνίσχοντες μεγάλ’εὐχετόωντο ἕκαστος ·
370Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν
371εὔχετο χεῖρ’ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα ·
372377Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ373ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων374εὔχετο νοστῆσαι, σὺ δ’ὑπέσχεο καὶ κατένευσας,375τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ,376μη δ’οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.
ὣς ἔφατ’εὐχόμενος, μέγα δ’ἔκτυπε μητίετα Ζεύς,
378ἀράων ἀΐων Νηληϊάδαο γέροντος.
379Τρῶες δ’ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο,
380μᾶλλον ἐπ’Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης.
381οἳ δ’ὥςτε μέγα κῦμα θαλάσσης εὐρυπόροιο
382νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότ’ἐπείγῃ
383ἲς ἀνέμου · ἣ γάρτε μάλιστά γε κύματ’ὀφέλλει ·
384ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον,
385ἵππους δ’εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο
386ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφ’ἵππων,
387οἳ δ’ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες
388μακροῖσι ξυστοῖσι, τά ῥά σφ’ἐπὶ νηυσὶν ἔκειτο
389ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.
390Πάτροκλος δ’εἷος μὲν Ἀχαιοίτε Τρῶέςτε
391τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,
392τόφρ’ὅ γ’ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο
393ἧστότε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δ’ἕλκεϊ λυγρῷ
394φάρμακ’ἀκέσματ’ἔπασσε μελαινάων ὀδυνάων.
395αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε
396Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχήτε φόβοςτε,
397ᾤμωξέντ’ἄρ’ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
398χερσὶ καταπρηνέσσ’, ὀλοφυρόμενος δ’ἔπος ηὔδα ·
399405Εὐρύπυλ’οὐκ ἔτι τοι δύναμαι χατέοντί περ’ἔμπης400ἐνθάδε παρμενέμεν · δὴ γὰρ μέγα νεῖκος ὄρωρεν ·401ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε402σπεύσομαι εἰς Ἀχιλῆα, ἵν’ὀτρύνω πολεμίζειν.403τίς δ’οἶδ’εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω404παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
τὸν μὲν ἄρ’ὣς εἰπόντα πόδες φέρον · αὐτὰρ Ἀχαιοὶ
406Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐ δ’ἐδύναντο
407παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν ·
408οὐ δέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας
409ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν.
410ἀλλ’ὥςτε στάθμη δόρυ νήϊον ἐξιθύνει
411τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥάτε πάσης
412εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,
413ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμόςτε ·
414ἄλλοι δ’ἀμφ’ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν,
415Ἕκτωρ δ’ἄντ’Αἴαντος ἐείσατο κυδαλίμοιο.
416τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐ δὲ δύναντο
417οὔθ’ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα
418οὔθ’ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥ’ἐπέλασσέ γε δαίμων.
419ἔνθ’υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας
420πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί.
421δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.
422Ἕκτωρ δ’ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν
423ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης,
424Τρωσίτε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας ·
425429Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ426μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,427ἀλλ’υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ428τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.
ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.
430τοῦ μὲν ἅμαρθ’, ὃ δ’ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν
431Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρ’αὐτῷ
432ναῖ’, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,
433τόν ῥ’ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ
434ἑσταότ’ἄγχ’Αἴαντος · ὃ δ’ὕπτιος ἐν κονίῃσι
435νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα.
436Αἴας δ’ἐρρίγησε, κασίγνητον δὲ προσηύδα ·
437442Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος438Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα439ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι ·440τὸν δ’Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ441ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;
ὣς φάθ’, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,
443τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
444ἰοδόκον · μάλα δ’ὦκα βέλεα Τρώεσσιν ἐφίει.
445καί ῥ’ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν
446Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο
447ἡνία χερσὶν ἔχοντα · ὃ μὲν πεπόνητο καθ’ἵππους ·
448τῇ γὰρ ἔχ’ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες
449Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος · τάχα δ’αὐτῷ
450ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
451αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός ·
452ἤριπε δ’ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
453κείν’ὄχεα κροτέοντες. ἄναξ δ’ἐνόησε τάχιστα
454Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.
455τοὺς μὲν ὅ γ’Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε,
456πολλὰ δ’ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα
457ἵππους · αὐτὸς δ’αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
458Τεῦκρος δ’ἄλλον ὀϊστὸν ἐφ’Ἕκτορι χαλκοκορυστῇ
459αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,
460εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.
461ἀλλ’οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥ’ἐφύλασσεν
462Ἕκτορ’, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,
463ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ
464ῥῆξ’ἐπὶ τῷ ἐρύοντι · παρεπλάγχθη δέ οἱ ἄλλῃ
465ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός.
466Τεῦκρος δ’ἐρρίγησε, κασίγνητον δὲ προσηύδα ·
467471ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει468δαίμων ἡμετέρης, ὅτέ μοι βιὸν ἔκβαλε χειρός,469νευρὴν δ’ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα470πρώϊον, ὄφρ’ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς.
τὸν δ’ἠμείβετ’ἔπειτα μέγας Τελαμώνιος Αἴας ·
472478ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς473κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας ·474αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ475μάρναότε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς.476μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν477νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.
ὣς φάθ’, ὃ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν,
479αὐτὰρ ὅ γ’ἀμφ’ὤμοισι σάκος θέτο τετραθέλυμνον,
480κρατὶ δ’ἐπ’ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
481ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν ·
482εἵλετο δ’ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
483βῆ δ’ἰέναι, μάλα δ’ὦκα θέων Αἴαντι παρέστη.
484Ἕκτωρ δ’ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα,
485Τρωσίτε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας ·
486500Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ487ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς488νῆας ἀνὰ γλαφυράς · δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν489ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.490ῥεῖα δ’ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή,491ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ,492ἠδ’ὅτινας μινύθῃτε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν,493ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δ’ἀρήγει.494ἀλλὰ μάχεσθ’ἐπὶ νηυσὶν ἀολλέες · ὃς δέ κεν ὑμέων495βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ496τεθνάτω · οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης497τεθνάμεν · ἀλλ’ἄλοχόςτε σόη καὶ παῖδες ὀπίσσω,498καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ499οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
501Αἴας δ’αὖθ’ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν ·
502514αἰδὼς Ἀργεῖοι · νῦν ἄρκιον ἢ ἀπολέσθαι503ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν.504ἦ ἔλπεσθ’ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ505ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος;506ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα507Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει;508οὐ μὰν ἔς γε χορὸν κέλετ’ἐλθέμεν, ἀλλὰ μάχεσθαι.509ἡμῖν δ’οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων510ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράςτε μένοςτε.511βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι512ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι513ὧδ’αὔτως παρὰ νηυσὶν ὑπ’ἀνδράσι χειροτέροισιν.
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
515ἔνθ’Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν
516ἀρχὸν Φωκήων, Αἴας δ’ἕλε Λαοδάμαντα
517ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν ·
518Πουλυδάμας δ’Ὦτον Κυλλήνιον ἐξενάριξε
519Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.
520τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών · ὃ δ’ὕπαιθα λιάσθη
521Πουλυδάμας · καὶ τοῦ μὲν ἀπήμβροτεν · οὐ γὰρ Ἀπόλλων
522εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι ·
523αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.
524δούπησεν δὲ πεσών · ὃ δ’ἀπ’ὤμων τεύχε’ἐσύλα.
525τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς
526Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν
527Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς,
528ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ
529ἐγγύθεν ὁρμηθείς · πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,
530τόν ῥ’ἐφόρει γυάλοισιν ἀρηρότα · τόν ποτε Φυλεὺς
531ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος.
532ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης
533ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν ·
534ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσ’ὄλεθρον.
535τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης
536κύμβαχον ἀκρότατον νύξ’ἔγχεϊ ὀξυόεντι,
537ῥῆξε δ’ἀφ’ἵππειον λόφον αὐτοῦ · πᾶς δὲ χαμᾶζε
538κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός.
539εἷος ὃ τῷ πολέμιζε μένων, ἔτι δ’ἔλπετο νίκην,
540τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ,
541στῆ δ’εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δ’ὦμον ὄπισθεν ·
542αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα
543πρόσσω ἱεμένη · ὃ δ’ἄρα πρηνὴς ἐλιάσθη.
544τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχε’ἀπ’ὤμων
545συλήσειν · Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε
546πᾶσι μάλα, πρῶτον δ’Ἱκεταονίδην ἐνένιπεν
547ἴφθιμον Μελάνιππον. ὃ δ’ὄφρα μὲν εἰλίποδας βοῦς
548βόσκ’ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων ·
549αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
550ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,
551ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι ·
552τόν ῥ’Ἕκτωρ ἐνένιπεν ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζεν ·
553559οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐ δέ νυ σοί περ554ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;555οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχε’ἕπουσιν;556ἀλλ’ἕπευ · οὐ γὰρ ἔτ’ἔστιν ἀποσταδὸν Ἀργείοισι557μάρνασθαι, πρίν γ’ἠὲ κατακτάμεν ἠὲ κατ’ἄκρης558Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαιτε πολίτας.
ὣς εἰπὼν ὃ μὲν ἦρχ’, ὃ δ’ἅμ’ἕσπετο ἰσόθεος φώς ·
560Ἀργείους δ’ὄτρυνε μέγας Τελαμώνιος Αἴας ·
561565ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθ’ἐνὶ θυμῷ,562ἀλλήλουςτ’αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.563αἰδομένων δ’ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται ·564φευγόντων δ’οὔτ’ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.
ὣς ἔφαθ’, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον,
566ἐν θυμῷ δ’ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας
567ἕρκεϊ χαλκείῳ · ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.
568Ἀντίλοχον δ’ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος ·
569572Ἀντίλοχ’οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν,570οὔτε ποσὶν θάσσων οὔτ’ἄλκιμος ὡς σὺ μάχεσθαι ·571εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.
ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δ’ὀρόθυνεν ·
573ἐκ δ’ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ
574ἀμφὶ ἓ παπτήνας · ὑπὸ δὲ Τρῶες κεκάδοντο
575ἀνδρὸς ἀκοντίσσαντος · ὃ δ’οὐχ ἅλιον βέλος ἧκεν,
576ἀλλ’Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον
577νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν.
578δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν.
579Ἀντίλοχος δ’ἐπόρουσε κύων ὥς, ὅςτ’ἐπὶ νεβρῷ
580βλημένῳ ἀΐξῃ, τόντ’ἐξ εὐνῆφι θορόντα
581θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα ·
582ὣς ἐπὶ σοὶ Μελάνιππε θόρ’Ἀντίλοχος μενεχάρμης
583τεύχεα συλήσων · ἀλλ’οὐ λάθεν Ἕκτορα δῖον,
584ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.
585Ἀντίλοχος δ’οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής,
586ἀλλ’ὅ γ’ἄρ’ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς,
587ὅςτε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι
588φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν ·
589ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶέςτε καὶ Ἕκτωρ
590ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο ·
591στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
592Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι
593νηυσὶν ἐπεσσεύοντο, Διὸς δ’ἐτέλειον ἐφετμάς,
594ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν
595Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δ’ὀρόθυνεν.
596Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι
597Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ
598ἐμβάλοι ἀκάματον, Θέτιδος δ’ἐξαίσιον ἀρὴν
599πᾶσαν ἐπικρήνειε · τὸ γὰρ μένε μητίετα Ζεὺς
600νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι.
601ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν
602θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν.
603τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν
604Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν.
605μαίνετο δ’ὡς ὅτ’Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ
606οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης ·
607ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε
608λαμπέσθην βλοσυρῇσιν ὑπ’ὀφρύσιν, ἀμφὶ δὲ πήληξ
609σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο
610Ἕκτορος · αὐτὸς γάρ οἱ ἀπ’αἰθέρος ἦεν ἀμύντωρ
611Ζεύς, ὅς μιν πλεόνεσσι μετ’ἀνδράσι μοῦνον ἐόντα
612τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν
613ἔσσεσθ’· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ
614Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν.
615καί ῥ’ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων,
616ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχε’ἄριστα ·
617ἀλλ’οὐ δ’ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων ·
618ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη
619ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα,
620ἥτε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
621κύματάτε τροφόεντα, τάτε προσερεύγεται αὐτήν ·
622ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐ δὲ φέβοντο.
623αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορ’ὁμίλῳ,
624ἐν δ’ἔπεσ’ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι
625λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές · ἣ δέτε πᾶσα
626ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη
627ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέτε φρένα ναῦται
628δειδιότες · τυτθὸν γὰρ ὑπ’ἐκ θανάτοιο φέρονται ·
629ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.
630αὐτὰρ ὅ γ’ὥςτε λέων ὀλοόφρων βουσὶν ἐπελθών,
631αἵ ῥάτ’ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται
632μυρίαι, ἐν δέτε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς
633θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν ·
634ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν
635αἰὲν ὁμοστιχάει, ὃ δέτ’ἐν μέσσῃσιν ὀρούσας
636βοῦν ἔδει, αἳ δέτε πᾶσαι ὑπέτρεσαν · ὣς τότ’Ἀχαιοὶ
637θεσπεσίως ἐφόβηθεν ὑφ’Ἕκτορι καὶ Διὶ πατρὶ
638πάντες, ὃ δ’οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην,
639Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος
640ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ.
641τοῦ γένετ’ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων
642παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι,
643καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο ·
644ὅς ῥα τόθ’Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε.
645στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο,
646τὴν αὐτὸς φορέεσκε ποδηνεκέ’ἕρκος ἀκόντων ·
647τῇ ὅ γ’ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ
648σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.
649Ἕκτωρ δ’ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη,
650στήθεϊ δ’ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων
651κτεῖν’· οἳ δ’οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου
652χραισμεῖν · αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον.
653εἰσωποὶ δ’ἐγένοντο νεῶν, περὶ δ’ἔσχεθον ἄκραι
654νῆες ὅσαι πρῶται εἰρύατο · τοὶ δ’ἐπέχυντο.
655Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ
656τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν
657ἁθρόοι, οὐ δὲ κέδασθεν ἀνὰ στρατόν · ἴσχε γὰρ αἰδὼς
658καὶ δέος · ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.
659Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν
660λίσσεθ’ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον ·
661667ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθ’ἐνὶ θυμῷ662ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος663παίδων ἠδ’ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων,664ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι ·665τῶν ὕπερ ἐνθάδ’ἐγὼ γουνάζομαι οὐ παρεόντων666ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ.
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
668τοῖσι δ’ἀπ’ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη
669θεσπέσιον · μάλα δέ σφι φόως γένετ’ἀμφοτέρωθεν
670ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο.
671Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους,
672ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐ δὲ μάχοντο,
673ἠδ’ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν.
674οὐ δ’ἄρ’ἔτ’Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ
675ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν ·
676ἀλλ’ὅ γε νηῶν ἴκρι’ἐπῴχετο μακρὰ βιβάσθων,
677νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι
678κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ.
679ὡς δ’ὅτ’ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς,
680ὅςτ’ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους,
681σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται
682λαοφόρον καθ’ὁδόν · πολέεςτέ ἑ θηήσαντο
683ἀνέρες ἠδὲ γυναῖκες · ὃ δ’ἔμπεδον ἀσφαλὲς αἰεὶ
684θρῴσκων ἄλλοτ’ἐπ’ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται ·
685ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν
686φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρ’ἵκανεν,
687αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε
688νηυσίτε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐ δὲ μὲν Ἕκτωρ
689μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων ·
690ἀλλ’ὥςτ’ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων
691ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων
692χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,
693ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο
694ἀντίος ἀΐξας · τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε
695χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμ’αὐτῷ.
696αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη ·
697φαίης κ’ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν
698ἄντεσθ’ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο.
699τοῖσι δὲ μαρναμένοισιν ὅδ’ἦν νόος · ἤτοι Ἀχαιοὶ
700οὐκ ἔφασαν φεύξεσθαι ὑπ’ἐκ κακοῦ, ἀλλ’ὀλέεσθαι,
701Τρωσὶν δ’ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου
702νῆας ἐνιπρήσειν κτενέεινθ’ἥρωας Ἀχαιούς.
703οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν ·
704Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο
705καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν
706ἐς Τροίην, οὐ δ’αὖτις ἀπήγαγε πατρίδα γαῖαν.
707τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοίτε Τρῶέςτε
708δῄουν ἀλλήλους αὐτοσχεδόν · οὐ δ’ἄρα τοί γε
709τόξων ἀϊκὰς ἀμφὶς μένον οὐ δ’ἔτ’ἀκόντων,
710ἀλλ’οἵ γ’ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες
711ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο
712καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.
713πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα
714ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δ’ἀπ’ὤμων
715ἀνδρῶν μαρναμένων · ῥέε δ’αἵματι γαῖα μέλαινα.
716Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει
717ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν ·
718726οἴσετε πῦρ, ἅμα δ’αὐτοὶ ἀολλέες ὄρνυτ’ἀϋτήν ·719νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε720νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι721ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων,722οἵ μ’ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν723αὐτόντ’ἰσχανάασκον ἐρητύοντότε λαόν ·724ἀλλ’εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς725ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.
ὣς ἔφαθ’, οἳ δ’ἄρα μᾶλλον ἐπ’Ἀργείοισιν ὄρουσαν.
727Αἴας δ’οὐκέτ’ἔμιμνε · βιάζετο γὰρ βελέεσσιν ·
728ἀλλ’ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι
729θρῆνυν ἐφ’ἑπταπόδην, λίπε δ’ἴκρια νηὸς ἐΐσης.
730ἔνθ’ἄρ’ὅ γ’ἑστήκει δεδοκημένος, ἔγχεϊ δ’αἰεὶ
731Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ ·
732αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε ·
733742ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος734ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.735ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω,736ἦέ τι τεῖχος ἄρειον, ὅ κ’ἀνδράσι λοιγὸν ἀμύναι;737οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,738ᾗ κ’ἀπαμυναίμεσθ’ἑτεραλκέα δῆμον ἔχοντες ·739ἀλλ’ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων740πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης ·741τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο.
ἦ, καὶ μαιμώων ἔφεπ’ἔγχεϊ ὀξυόεντι.
743ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο
744σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος,
745τὸν δ’Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ ·
746δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.