Iliad, Book 13 (Ν)
Ζεὺς δ’ἐπεὶ οὖν Τρῶάςτε καὶ Ἕκτορα νηυσὶ πέλασσε,
2τοὺς μὲν ἔα παρὰ τῇσι πόνοντ’ἐχέμεν καὶ ὀϊζὺν
3νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ
4νόσφιν ἐφ’ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν
5Μυσῶντ’ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν
6γλακτοφάγων Ἀβίωντε δικαιοτάτων ἀνθρώπων.
7ἐς Τροίην δ’οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ ·
8οὐ γὰρ ὅ γ’ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν
9ἐλθόντ’ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.
10οὐ δ’ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων ·
11καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόντε μάχηντε
12ὑψοῦ ἐπ’ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης
13Θρηϊκίης · ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,
14φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.
15ἔνθ’ἄρ’ὅ γ’ἐξ ἁλὸς ἕζετ’ἰών, ἐλέαιρε δ’Ἀχαιοὺς
16Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
17αὐτίκα δ’ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος
18κραιπνὰ ποσὶ προβιβάς · τρέμε δ’οὔρεα μακρὰ καὶ ὕλη
19ποσσὶν ὑπ’ἀθανάτοισι Ποσειδάωνος ἰόντος.
20τρὶς μὲν ὀρέξατ’ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ
21Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης
22χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.
23ἔνθ’ἐλθὼν ὑπ’ὄχεσφι τιτύσκετο χαλκόποδ’ἵππω
24ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
25χρυσὸν δ’αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δ’ἱμάσθλην
26χρυσείην εὔτυκτον, ἑοῦ δ’ἐπεβήσετο δίφρου,
27βῆ δ’ἐλάαν ἐπὶ κύματ’· ἄταλλε δὲ κήτε’ὑπ’αὐτοῦ
28πάντοθεν ἐκ κευθμῶν, οὐ δ’ἠγνοίησεν ἄνακτα ·
29γηθοσύνῃ δὲ θάλασσα διίστατο · τοὶ δὲ πέτοντο
30ῥίμφα μάλ’, οὐ δ’ὑπένερθε διαίνετο χάλκεος ἄξων ·
31τὸν δ’ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.
32ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης
33μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης ·
34ἔνθ’ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων
35λύσας ἐξ ὀχέων, παρὰ δ’ἀμβρόσιον βάλεν εἶδαρ
36ἔδμεναι · ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας
37ἀρρήκτους ἀλύτους, ὄφρ’ἔμπεδον αὖθι μένοιεν
38νοστήσαντα ἄνακτα · ὃ δ’ἐς στρατὸν ᾤχετ’Ἀχαιῶν.
39Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ
40Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο
41ἄβρομοι αὐΐαχοι · ἔλποντο δὲ νῆας Ἀχαιῶν
42αἱρήσειν, κτενέειν δὲ παρ’αὐτόθι πάντας ἀρίστους.
43ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος
44Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν
45εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν ·
46Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ ·
4759Αἴαντε σφὼ μέντε σαώσετε λαὸν Ἀχαιῶν48ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο.49ἄλλῃ μὲν γὰρ ἔγωγ’οὐ δείδια χεῖρας ἀάπτους50Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ ·51ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί ·52τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν,53ᾗ ῥ’ὅ γ’ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει54Ἕκτωρ, ὃς Διὸς εὔχετ’ἐρισθενέος πάϊς εἶναι.55σφῶϊν δ’ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν56αὐτώθ’ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους ·57τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτ’ἀπὸ νηῶν58ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.
ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος
60ἀμφοτέρω κεκόπων πλῆσεν μένεος κρατεροῖο,
61γυῖα δ’ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.
62αὐτὸς δ’ὥςτ’ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,
63ὅς ῥάτ’ἀπ’αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς
64ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο,
65ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων.
66τοῖιν δ’ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας,
67αἶψα δ’ἄρ’Αἴαντα προσέφη Τελαμώνιον υἱόν ·
6876Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι69μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,70οὐ δ’ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής ·71ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων72ῥεῖ’ἔγνων ἀπιόντος · ἀρίγνωτοι δὲ θεοί περ ·73καὶ δ’ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι74μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι,75μαιμώωσι δ’ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε.
τὸν δ’ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας ·
7781οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι78μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν79ἔσσυμαι ἀμφοτέροισι · μενοινώω δὲ καὶ οἶος80Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον
82χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ ·
83τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,
84οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.
85τῶν ῥ’ἅματ’ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο,
86καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι
87Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.
88τοὺς οἵ γ’εἰσορόωντες ὑπ’ὀφρύσι δάκρυα λεῖβον ·
89οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπ’ἐκ κακοῦ · ἀλλ’ἐνοσίχθων
90ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας.
91Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων
92Πηνέλεώνθ’ἥρωα Θόαντάτε Δηΐπυρόντε
93Μηριόνηντε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς ·
94τοὺς ὅ γ’ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα ·
95125αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι · ὔμμιν ἔγωγε96μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς ·97εἰ δ’ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,98νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.99ὢ πόποι ἦ μέγα θαῦμα τόδ’ὀφθαλμοῖσιν ὁρῶμαι100δεινόν, ὃ οὔ ποτ’ἔγωγε τελευτήσεσθαι ἔφασκον,101Τρῶας ἐφ’ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ102φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵτε καθ’ὕλην103θώων παρδαλίωντε λύκωντ’ἤϊα πέλονται104αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐ δ’ἔπι χάρμη ·105ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν106μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐ δ’ἠβαιόν ·107νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται108ἡγεμόνος κακότητι μεθημοσύνῃσίτε λαῶν,109οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι110νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀν’αὐτάς.111ἀλλ’εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν112ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων113οὕνεκ’ἀπητίμησε ποδώκεα Πηλεΐωνα,114ἡμέας γ’οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.115ἀλλ’ἀκεώμεθα θᾶσσον · ἀκεσταί τοι φρένες ἐσθλῶν.116ὑμεῖς δ’οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς117πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐ δ’ἂν ἔγωγε118ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη119λυγρὸς ἐών · ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.120ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον121τῇδε μεθημοσύνῃ · ἀλλ’ἐν φρεσὶ θέσθε ἕκαστος122αἰδῶ καὶ νέμεσιν · δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.123Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει124καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.
ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς.
126ἀμφὶ δ’ἄρ’Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες
127καρτεραί, ἃς οὔτ’ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν
128οὔτε κ’Ἀθηναίη λαοσσόος · οἳ γὰρ ἄριστοι
129κρινθέντες Τρῶάςτε καὶ Ἕκτορα δῖον ἔμιμνον,
130φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ ·
131ἀσπὶς ἄρ’ἀσπίδ’ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ἀνήρ ·
132ψαῦον δ’ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
133νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν ·
134ἔγχεα δ’ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν
135σειόμεν’· οἳ δ’ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι.
136Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ’ἄρ’Ἕκτωρ
137ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης,
138ὅντε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ
139ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης ·
140ὕψι δ’ἀναθρῴσκων πέτεται, κτυπέει δέθ’ὑπ’αὐτοῦ
141ὕλη · ὃ δ’ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται
142ἰσόπεδον, τότε δ’οὔ τι κυλίνδεται ἐσσύμενός περ ·
143ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης
144ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν
145κτείνων · ἀλλ’ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι
146στῆ ῥα μάλ’ἐγχριμφθείς · οἳ δ’ἀντίοι υἷες Ἀχαιῶν
147νύσσοντες ξίφεσίντε καὶ ἔγχεσιν ἀμφιγύοισιν
148ὦσαν ἀπὸ σφείων · ὃ δὲ χασσάμενος πελεμίχθη.
149ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς ·
150155Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ151παρμένετ’· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ152καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,153ἀλλ’ὀΐω χάσσονται ὑπ’ἔγχεος, εἰ ἐτεόν με154ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης.
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
156Δηΐφοβος δ’ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει
157Πριαμίδης, πρόσθεν δ’ἔχεν ἀσπίδα πάντοσ’ἐΐσην
158κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.
159Μηριόνης δ’αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ
160καὶ βάλεν, οὐ δ’ἀφάμαρτε, κατ’ἀσπίδα πάντοσ’ἐΐσην
161ταυρείην · τῆς δ’οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν
162ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ · Δηΐφοβος δὲ
163ἀσπίδα ταυρείην σχέθ’ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ
164ἔγχος Μηριόναο δαΐφρονος · αὐτὰρ ὅ γ’ἥρως
165ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δ’αἰνῶς
166ἀμφότερον, νίκηςτε καὶ ἔγχεος ὃ ξυνέαξε.
167βῆ δ’ἰέναι παράτε κλισίας καὶ νῆας Ἀχαιῶν
168οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.
169οἳ δ’ἄλλοι μάρναντο, βοὴ δ’ἄσβεστος ὀρώρει.
170Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
171Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν ·
172ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,
173κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην ·
174αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
175ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,
176ναῖε δὲ πὰρ Πριάμῳ · ὃ δέ μιν τίεν ἶσα τέκεσσι.
177τόν ῥ’υἱὸς Τελαμῶνος ὑπ’οὔατος ἔγχεϊ μακρῷ
178νύξ’, ἐκ δ’ἔσπασεν ἔγχος · ὃ δ’αὖτ’ἔπεσεν μελίη ὣς
179ἥτ’ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο
180χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ ·
181ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
182Τεῦκρος δ’ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι ·
183Ἕκτωρ δ’ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.
184ἀλλ’ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
185τυτθόν · ὃ δ’Ἀμφίμαχον Κτεάτου υἷ’Ἀκτορίωνος
186νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί ·
187δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ἐπ’αὐτῷ.
188Ἕκτωρ δ’ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν
189κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο ·
190Αἴας δ’ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ
191Ἕκτορος · ἀλλ’οὔ πῃ χροὸς εἴσατο, πᾶς δ’ἄρα χαλκῷ
192σμερδαλέῳ κεκάλυφθ’· ὃ δ’ἄρ’ἀσπίδος ὀμφαλὸν οὖτα,
193ὦσε δέ μιν σθένεϊ μεγάλῳ · ὃ δὲ χάσσατ’ὀπίσσω
194νεκρῶν ἀμφοτέρων, τοὺς δ’ἐξείρυσσαν Ἀχαιοί.
195Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖόςτε Μενεσθεὺς
196ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν ·
197Ἴμβριον αὖτ’Αἴαντε μεμαότε θούριδος ἀλκῆς
198ὥςτε δύ’αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων
199ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ
200ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε,
201ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ
202τεύχεα συλήτην · κεφαλὴν δ’ἁπαλῆς ἀπὸ δειρῆς
203κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο,
204ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος δι’ὁμίλου ·
205Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι.
206καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη
207υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι,
208βῆ δ’ἰέναι παράτε κλισίας καὶ νῆας Ἀχαιῶν
209ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν.
210Ἰδομενεὺς δ’ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν
211ἐρχόμενος παρ’ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο
212ἦλθε κατ’ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.
213τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δ’ἰητροῖς ἐπιτείλας
214ἤϊεν ἐς κλισίην · ἔτι γὰρ πολέμοιο μενοίνα
215ἀντιάαν · τὸν δὲ προσέφη κρείων ἐνοσίχθων
216εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι
217ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
218Αἰτωλοῖσιν ἄνασσε, θεὸς δ’ὣς τίετο δήμῳ ·
219221Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ220οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν;
τὸν δ’αὖτ’Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα ·
222231ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γ’αἴτιος, ὅσσον ἔγωγε223γιγνώσκω · πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.224οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ225εἴκων ἀνδύεται πόλεμον κακόν · ἀλλά που οὕτω226μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι227νωνύμνους ἀπολέσθαι ἀπ’Ἄργεος ἐνθάδ’Ἀχαιούς.228ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,229ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι ·230τὼ νῦν μήτ’ἀπόληγε κέλευέτε φωτὶ ἑκάστῳ.
τὸν δ’ἠμείβετ’ἔπειτα Ποσειδάων ἐνοσίχθων ·
232239Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν233ἐκ Τροίης, ἀλλ’αὖθι κυνῶν μέλπηθρα γένοιτο,234ὅς τις ἐπ’ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.235ἀλλ’ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι · ταῦτα δ’ἅμα χρὴ236σπεύδειν, αἴ κ’ὄφελός τι γενώμεθα καὶ δύ’ἐόντε.237συμφερτὴ δ’ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν,238νῶϊ δὲ καί κ’ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.
ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν ·
240Ἰδομενεὺς δ’ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε
241δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε,
242βῆ δ’ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥντε Κρονίων
243χειρὶ λαβὼν ἐτίναξεν ἀπ’αἰγλήεντος Ὀλύμπου
244δεικνὺς σῆμα βροτοῖσιν · ἀρίζηλοι δέ οἱ αὐγαί ·
245ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
246Μηριόνης δ’ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν
247ἐγγὺς ἔτι κλισίης · μετὰ γὰρ δόρυ χάλκεον ᾔει
248οἰσόμενος · τὸν δὲ προσέφη σθένος Ἰδομενῆος ·
249254Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθ’ἑταίρων250τίπτ’ἦλθες πόλεμόντε λιπὼν καὶ δηϊοτῆτα;251ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή,252ἦέ τευ ἀγγελίης μετ’ἔμ’ἤλυθες; οὐ δέ τοι αὐτὸς253ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.
τὸν δ’αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα ·
255259Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων,256ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται257οἰσόμενος · τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον258ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.
τὸν δ’αὖτ’Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα ·
260266δούρατα δ’αἴ κ’ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις261ἑσταότ’ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα262Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι · οὐ γὰρ ὀΐω263ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.264τώ μοι δούρατάτ’ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι265καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες.
τὸν δ’αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα ·
267274καί τοι ἐμοὶ παράτε κλισίῃ καὶ νηῒ μελαίνῃ268πόλλ’ἔναρα Τρώων · ἀλλ’οὐ σχεδόν ἐστιν ἑλέσθαι.269οὐ δὲ γὰρ οὐ δ’ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς,270ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν271ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.272ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων273λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.
τὸν δ’αὖτ’Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα ·
275295οἶδ’ἀρετὴν οἷός ἐσσι · τί σε χρὴ ταῦτα λέγεσθαι;276εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι277ἐς λόχον, ἔνθα μάλιστ’ἀρετὴ διαείδεται ἀνδρῶν,278ἔνθ’ὅτε δειλὸς ἀνὴρ ὅςτ’ἄλκιμος ἐξεφαάνθη ·279τοῦ μὲν γάρτε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ,280οὐ δέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετ’ἐν φρεσὶ θυμός,281ἀλλὰ μετοκλάζει καὶ ἐπ’ἀμφοτέρους πόδας ἵζει,282ἐν δέτέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει283κῆρας ὀϊομένῳ, πάταγος δέτε γίγνετ’ὀδόντων ·284τοῦ δ’ἀγαθοῦ οὔτ’ἂρ τρέπεται χρὼς οὔτέ τι λίην285ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν,286ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ ·287οὐ δέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.288εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης289οὐκ ἂν ἐν αὐχέν’ὄπισθε πέσοι βέλος οὐ δ’ἐνὶ νώτῳ,290ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε291πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.292ἀλλ’ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς293ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ ·294ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.
ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
296καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος,
297βῆ δὲ μετ’Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
298οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι,
299τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς
300ἕσπετο, ὅςτ’ἐφόβησε ταλάφρονά περ πολεμιστήν ·
301τὼ μὲν ἄρ’ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον,
302ἠὲ μετὰ Φλεγύας μεγαλήτορας · οὐ δ’ἄρα τώ γε
303ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν ·
304τοῖοι Μηριόνηςτε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν
305ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.
306τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε ·
307311Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;308ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους,309ἦ ἐπ’ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω310δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς.
τὸν δ’αὖτ’Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα ·
312328νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι313Αἴαντέςτε δύω Τεῦκρόςθ’, ὃς ἄριστος Ἀχαιῶν314τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ ·315οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο316Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.317αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι318κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους319νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων320ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.321ἀνδρὶ δέ κ’οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,322ὃς θνητόςτ’εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν323χαλκῷτε ῥηκτὸς μεγάλοισίτε χερμαδίοισιν.324οὐ δ’ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν325ἔν γ’αὐτοσταδίῃ · ποσὶ δ’οὔ πως ἔστιν ἐρίζειν.326νῶϊν δ’ὧδ’ἐπ’ἀριστέρ’ἔχε στρατοῦ, ὄφρα τάχιστα327εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.
ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
329ἦρχ’ἴμεν, ὄφρ’ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει,
330οἳ δ’ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν
331αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι,
332κεκλόμενοι καθ’ὅμιλον ἐπ’αὐτῷ πάντες ἔβησαν ·
333τῶν δ’ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.
334ὡς δ’ὅθ’ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι
335ἤματι τῷ ὅτετε πλείστη κόνις ἀμφὶ κελεύθους,
336οἵτ’ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,
337ὣς ἄρα τῶν ὁμόσ’ἦλθε μάχη, μέμασαν δ’ἐνὶ θυμῷ
338ἀλλήλους καθ’ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.
339ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι
340μακρῇς, ἃς εἶχον ταμεσίχροας · ὄσσε δ’ἄμερδεν
341αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων
342θωρήκωντε νεοσμήκτων σακέωντε φαεινῶν
343ἐρχομένων ἄμυδις · μάλα κεν θρασυκάρδιος εἴη
344ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐ δ’ἀκάχοιτο.
345τὼ δ’ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ
346ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.
347Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην
348κυδαίνων Ἀχιλῆα πόδας ταχύν · οὐ δέ τι πάμπαν
349ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,
350ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον.
351Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν
352λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός · ἤχθετο γάρ ῥα
353Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
354ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ’ἴα πάτρη,
355ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.
356τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,
357λάθρῃ δ’αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς.
358τοὶ δ’ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο
359πεῖραρ ἐπαλλάξαντες ἐπ’ἀμφοτέροισι τάνυσσαν
360ἄρρηκτόντ’ἄλυτόντε, τὸ πολλῶν γούνατ’ἔλυσεν.
361ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας
362Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.
363πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,
364ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,
365ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην
366Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,
367ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.
368τῷ δ’ὁ γέρων Πρίαμος ὑπότ’ἔσχετο καὶ κατένευσε
369δωσέμεναι · ὃ δὲ μάρναθ’ὑποσχεσίῃσι πιθήσας.
370Ἰδομενεὺς δ’αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,
371καὶ βάλεν ὕψι βιβάντα τυχών · οὐ δ’ἤρκεσε θώρηξ
372χάλκεος, ὃν φορέεσκε, μέσῃ δ’ἐν γαστέρι πῆξε.
373δούπησεν δὲ πεσών · ὃ δ’ἐπεύξατο φώνησέντε ·
374383Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομ’ἁπάντων375εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσ’ὑπέστης376Δαρδανίδῃ Πριάμῳ · ὃ δ’ὑπέσχετο θυγατέρα ἥν.377καί κέ τοι ἡμεῖς ταῦτά γ’ὑποσχόμενοι τελέσαιμεν,378δοῖμεν δ’Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην379Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν380Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.381ἀλλ’ἕπε’, ὄφρ’ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν382ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.
ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
384ἥρως Ἰδομενεύς · τῷ δ’Ἄσιος ἦλθ’ἐπαμύντωρ
385πεζὸς πρόσθ’ἵππων · τὼ δὲ πνείοντε κατ’ὤμων
386αἰὲν ἔχ’ἡνίοχος θεράπων · ὃ δὲ ἵετο θυμῷ
387Ἰδομενῆα βαλεῖν · ὃ δέ μιν φθάμενος βάλε δουρὶ
388λαιμὸν ὑπ’ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
389ἤριπε δ’ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς
390ἠὲ πίτυς βλωθρή, τήντ’οὔρεσι τέκτονες ἄνδρες
391ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι ·
392ὣς ὃ πρόσθ’ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
393βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
394ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν,
395οὐ δ’ὅ γ’ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας
396ἂψ ἵππους στρέψαι, τὸν δ’Ἀντίλοχος μενεχάρμης
397δουρὶ μέσον περόνησε τυχών · οὐ δ’ἤρκεσε θώρηξ
398χάλκεος ὃν φορέεσκε, μέσῃ δ’ἐν γαστέρι πῆξεν.
399αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,
400ἵππους δ’Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
401ἐξέλασε Τρώων μετ’ἐϋκνήμιδας Ἀχαιούς.
402Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος
403Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
404ἀλλ’ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
405Ἰδομενεύς · κρύφθη γὰρ ὑπ’ἀσπίδι πάντοσ’ἐΐσῃ,
406τὴν ἄρ’ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ
407δινωτὴν φορέεσκε, δύω κανόνεσσ’ἀραρυῖαν ·
408τῇ ὕπο πᾶς ἐάλη, τὸ δ’ὑπέρπτατο χάλκεον ἔγχος,
409καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν
410ἔγχεος · οὐ δ’ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν,
411ἀλλ’ἔβαλ’Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν
412ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ’ὑπὸ γούνατ’ἔλυσε.
413Δηΐφοβος δ’ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας ·
414417οὐ μὰν αὖτ’ἄτιτος κεῖτ’Ἄσιος, ἀλλά ἕ φημι415εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο416γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.
ὣς ἔφατ’, Ἀργείοισι δ’ἄχος γένετ’εὐξαμένοιο,
418Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν ·
419ἀλλ’οὐ δ’ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,
420ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
421τὸν μὲν ἔπειθ’ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
422Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,
423νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
424Ἰδομενεὺς δ’οὐ λῆγε μένος μέγα, ἵετο δ’αἰεὶ
425ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι
426ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.
427ἔνθ’Αἰσυήταο διοτρεφέος φίλον υἱὸν
428ἥρω’Ἀλκάθοον, γαμβρὸς δ’ἦν Ἀγχίσαο,
429πρεσβυτάτην δ’ὤπυιε θυγατρῶν Ἱπποδάμειαν
430τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ
431ἐν μεγάρῳ · πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο
432κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί · το- τοὔνεκα καί μιν
433γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ ·
434τὸν τόθ’ὑπ’Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε
435θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα ·
436οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατ’οὔτ’ἀλέασθαι,
437ἀλλ’ὥςτε στήλην ἢ δένδρεον ὑψιπέτηλον
438ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ
439ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα
440χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον ·
441δὴ τότε γ’αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί.
442δούπησεν δὲ πεσών, δόρυ δ’ἐν κραδίῃ ἐπεπήγει,
443ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν
444ἔγχεος · ἔνθα δ’ἔπειτ’ἀφίει μένος ὄβριμος Ἄρης ·
445Ἰδομενεὺς δ’ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας
446455Δηΐφοβ’ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι447τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω.448δαιμόνι’ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασ’ἐμεῖο,449ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδ’ἱκάνω,450ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον ·451Μίνως δ’αὖ τέκεθ’υἱὸν ἀμύμονα Δευκαλίωνα,452Δευκαλίων δ’ἐμὲ τίκτε πολέσσ’ἄνδρεσσιν ἄνακτα453Κρήτῃ ἐν εὐρείῃ · νῦν δ’ἐνθάδε νῆες ἔνεικαν454σοίτε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.
ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν
456ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων
457ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος.
458ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
459βῆναι ἐπ’Αἰνείαν · τὸν δ’ὕστατον εὗρεν ὁμίλου
460ἑσταότ’· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ
461οὕνεκ’ἄρ’ἐσθλὸν ἐόντα μετ’ἀνδράσιν οὔ τι τίεσκεν.
462ἀγχοῦ δ’ἱστάμενος ἔπεα πτερόεντα προσηύδα ·
463468Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ464γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.465ἀλλ’ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε466γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα ·467τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.
ὣς φάτο, τῷ δ’ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
469βῆ δὲ μετ’Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
470ἀλλ’οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς,
471ἀλλ’ἔμεν’ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,
472ὅςτε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν
473χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέτε νῶτον ὕπερθεν ·
474ὀφθαλμὼ δ’ἄρα οἱ πυρὶ λάμπετον · αὐτὰρ ὀδόντας
475θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας ·
476ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐ δ’ὑπεχώρει,
477Αἰνείαν ἐπιόντα βοηθόον · αὖε δ’ἑταίρους
478Ἀσκάλαφόντ’ἐσορῶν Ἀφαρῆάτε Δηΐπυρόντε
479Μηριόνηντε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς ·
480τοὺς ὅ γ’ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα ·
481487δεῦτε φίλοι, καί μ’οἴῳ ἀμύνετε · δείδια δ’αἰνῶς482Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,483ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν ·484καὶ δ’ἔχει ἥβης ἄνθος, ὅτε κράτος ἐστὶ μέγιστον.485εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδ’ἐπὶ θυμῷ486αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.
ὣς ἔφαθ’, οἳ δ’ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες
488πλησίοι ἔστησαν, σάκε’ὤμοισι κλίναντες.
489Αἰνείας δ’ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι
490Δηΐφοβόντε Πάριντ’ἐσορῶν καὶ Ἀγήνορα δῖον,
491οἵ οἱ ἅμ’ἡγεμόνες Τρώων ἔσαν · αὐτὰρ ἔπειτα
492λαοὶ ἕπονθ’, ὡς εἴτε μετὰ κτίλον ἕσπετο μῆλα
493πιόμεν’ἐκ βοτάνης · γάνυται δ’ἄρατε φρένα ποιμήν ·
494ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει
495ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ.
496οἳ δ’ἀμφ’Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν
497μακροῖσι ξυστοῖσι · περὶ στήθεσσι δὲ χαλκὸς
498σμερδαλέον κονάβιζε τιτυσκομένων καθ’ὅμιλον
499ἀλλήλων · δύο δ’ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων
500Αἰνείαςτε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ
501ἵεντ’ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
502Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος ·
503ἀλλ’ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,
504αἰχμὴ δ’Αἰνείαο κραδαινομένη κατὰ γαίης
505ᾤχετ’, ἐπεί ῥ’ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
506Ἰδομενεὺς δ’ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,
507ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ’ἔντερα χαλκὸς
508ἤφυσ’· ὃ δ’ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
509Ἰδομενεὺς δ’ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος
510ἐσπάσατ’, οὐ δ’ἄρ’ἔτ’ἄλλα δυνήσατο τεύχεα καλὰ
511ὤμοιιν ἀφελέσθαι · ἐπείγετο γὰρ βελέεσσιν.
512οὐ γὰρ ἔτ’ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι,
513οὔτ’ἄρ’ἐπαΐξαι μεθ’ἑὸν · βέλος οὔτ’ἀλέασθαι.
514τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,
515τρέσσαι δ’οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο.
516τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ
517Δηΐφοβος · δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.
518ἀλλ’ὅ γε καὶ τόθ’ἅμαρτεν, ὃ δ’Ἀσκάλαφον βάλε δουρὶ
519υἱὸν Ἐνυαλίοιο · δι’ὤμου δ’ὄβριμον ἔγχος
520ἔσχεν · ὃ δ’ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
521οὐ δ’ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης
522υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,
523ἀλλ’ὅ γ’ἄρ’ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν
524ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι
525ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο.
526οἳ δ’ἀμφ’Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν ·
527Δηΐφοβος μὲν ἀπ’Ἀσκαλάφου πήληκα φαεινὴν
528ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
529δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δ’ἄρα χειρὸς
530αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.
531Μηριόνης δ’ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς
532ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,
533ἂψ δ’ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης
534αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας
535ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρ’ἵκεθ’ἵππους
536ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
537ἕστασαν ἡνίοχόντε καὶ ἅρματα ποικίλ’ἔχοντες ·
538οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα
539τειρόμενον · κατὰ δ’αἷμα νεουτάτου ἔρρεε χειρός.
540οἳ δ’ἄλλοι μάρναντο, βοὴ δ’ἄσβεστος ὀρώρει.
541ἔνθ’Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας
542λαιμὸν τύψ’ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί ·
543ἐκλίνθη δ’ἑτέρωσε κάρη, ἐπὶ δ’ἀσπὶς ἑάφθη
544καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.
545Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας
546οὔτασ’ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,
547ἥτ’ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχέν’ἱκάνει ·
548τὴν ἀπὸ πᾶσαν ἔκερσεν · ὃ δ’ὕπτιος ἐν κονίῃσι
549κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.
550Ἀντίλοχος δ’ἐπόρουσε, καὶ αἴνυτο τεύχε’ἀπ’ὤμων
551παπταίνων · Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος
552οὔταζον σάκος εὐρὺ παναίολον, οὐ δὲ δύναντο
553εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ
554Ἀντιλόχου · πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων
555Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν.
556οὐ μὲν γάρ ποτ’ἄνευ δηΐων ἦν, ἀλλὰ κατ’αὐτοὺς
557στρωφᾶτ’· οὐ δέ οἱ ἔγχος ἔχ’ἀτρέμας, ἀλλὰ μάλ’αἰεὶ
558σειόμενον ἐλέλικτο · τιτύσκετο δὲ φρεσὶν ᾗσιν
559ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι.
560ἀλλ’οὐ λῆθ’Ἀδάμαντα τιτυσκόμενος καθ’ὅμιλον
561Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ
562ἐγγύθεν ὁρμηθείς · ἀμενήνωσεν δέ οἱ αἰχμὴν
563κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας.
564καὶ τὸ μὲν αὐτοῦ μεῖν’ὥςτε σκῶλος πυρίκαυστος
565ἐν σάκει Ἀντιλόχοιο, τὸ δ’ἥμισυ κεῖτ’ἐπὶ γαίης ·
566ἂψ δ’ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ἀλεείνων ·
567Μηριόνης δ’ἀπιόντα μετασπόμενος βάλε δουρὶ
568αἰδοίωντε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα
569γίγνετ’Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.
570ἔνθά οἱ ἔγχος ἔπηξεν · ὃ δ’ἑσπόμενος περὶ δουρὶ
571ἤσπαιρ’ὡς ὅτε βοῦς τόντ’οὔρεσι βουκόλοι ἄνδρες
572ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν ·
573ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν,
574ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατ’ἐγγύθεν ἐλθὼν
575ἥρως Μηριόνης · τὸν δὲ σκότος ὄσσε κάλυψε.
576Δηΐπυρον δ’Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην
577Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.
578ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν
579μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε ·
580τὸν δὲ κατ’ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.
581Ἀτρεΐδην δ’ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον ·
582βῆ δ’ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι
583ὀξὺ δόρυ κραδάων · ὃ δὲ τόξου πῆχυν ἄνελκε.
584τὼ δ’ἄρ’ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι
585ἵετ’ἀκοντίσσαι, ὃ δ’ἀπὸ νευρῆφιν ὀϊστῷ.
586Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ
587θώρηκος γύαλον, ἀπὸ δ’ἔπτατο πικρὸς ὀϊστός.
588ὡς δ’ὅτ’ἀπὸ πλατέος πτυόφιν μεγάλην κατ’ἀλωὴν
589θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι
590πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ,
591ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο
592πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός.
593Ἀτρεΐδης δ’ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος
594τὴν βάλεν ᾗ ῥ’ἔχε τόξον ἐΰξοον · ἐν δ’ἄρα τόξῳ
595ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος.
596ἂψ δ’ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ἀλεείνων
597χεῖρα παρακρεμάσας · τὸ δ’ἐφέλκετο μείλινον ἔγχος.
598καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ,
599αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ
600σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν.
601Πείσανδρος δ’ἰθὺς Μενελάου κυδαλίμοιο
602ἤϊε · τὸν δ’ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ
603σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.
604οἳ δ’ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ἀλλήλοισιν ἰόντες
605Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετ’ἔγχος,
606Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο
607οὔτασεν, οὐ δὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι ·
608ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δ’ἐνὶ καυλῷ
609ἔγχος · ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.
610Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
611ἆλτ’ἐπὶ Πεισάνδρῳ · ὃ δ’ὑπ’ἀσπίδος εἵλετο καλὴν
612ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ
613μακρῷ ἐϋξέστῳ · ἅμα δ’ἀλλήλων ἐφίκοντο.
614ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης
615ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον
616ῥινὸς ὕπερ πυμάτης · λάκε δ’ὀστέα, τὼ δέ οἱ ὄσσε
617πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν,
618ἰδνώθη δὲ πεσών · ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων
619τεύχεάτ’ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα ·
620640λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων621Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς,622ἄλλης μὲν λώβηςτε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς623ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐ δέ τι θυμῷ624Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν625ξεινίου, ὅςτέ ποτ’ὔμμι διαφθέρσει πόλιν αἰπήν ·626οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ627μὰψ οἴχεσθ’ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρ’αὐτῇ ·628νῦν αὖτ’ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι629πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δ’ἥρωας Ἀχαιούς.630ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος.631Ζεῦ πάτερ ἦτέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων632ἀνδρῶν ἠδὲ θεῶν · σέο δ’ἐκ τάδε πάντα πέλονται ·633οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι634Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐ δὲ δύνανται635φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο.636πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος637μολπῆςτε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο,638τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι639ἢ πολέμου · Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.
ὣς εἰπὼν τὰ μὲν ἔντε’ἀπὸ χροὸς αἱματόεντα
641συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων,
642αὐτὸς δ’αὖτ’ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
643ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος
644Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων
645ἐς τροίην, οὐ δ’αὖτις ἀφίκετο πατρίδα γαῖαν ·
646ὅς ῥα τότ’Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ
647ἐγγύθεν, οὐ δὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι
648ἂψ δ’ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ἀλεείνων
649πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ.
650Μηριόνης δ’ἀπιόντος ἵει χαλκήρε’ὀϊστόν,
651καί ῥ’ἔβαλε γλουτὸν κάτα δεξιόν · αὐτὰρ ὀϊστὸς
652ἀντικρὺ κατὰ κύστιν ὑπ’ὀστέον ἐξεπέρησεν.
653ἑζόμενος δὲ κατ’αὖθι φίλων ἐν χερσὶν ἑταίρων
654θυμὸν ἀποπνείων, ὥςτε σκώληξ ἐπὶ γαίῃ
655κεῖτο ταθείς · ἐκ δ’αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
656τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,
657ἐς δίφρον δ’ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν
658ἀχνύμενοι · μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,
659ποινὴ δ’οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος.
660τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη ·
661ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι ·
662τοῦ ὅ γε χωόμενος προΐει χαλκήρε’ὀϊστόν.
663ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς
664ἀφνειόςτ’ἀγαθόςτε Κορινθόθι οἰκία ναίων,
665ὅς ῥ’εὖ εἰδὼς κῆρ’ὀλοὴν ἐπὶ νηὸς ἔβαινε ·
666πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος
667673νούσῳ ὑπ’ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,668ἢ μετ’Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι ·669τώ ῥ’ἅματ’ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν670νοῦσόντε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.671τὸν βάλ’ὑπὸ γναθμοῖο. καὶ οὔατος · ὦκα δὲ θυμὸς672ᾤχετ’ἀπὸ μελέων, στυγερὸς δ’ἄρα μιν σκότος εἷλεν.
ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο ·
674Ἕκτωρ δ’οὐκ ἐπέπυστο Διῒ φίλος, οὐ δέ τι ᾔδη
675ὅττί ῥά οἱ νηῶν ἐπ’ἀριστερὰ δηϊόωντο
676λαοὶ ὑπ’Ἀργείων. τάχα δ’ἂν καὶ κῦδος Ἀχαιῶν
677ἔπλετο · τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος
678ὄτρυν’Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν ·
679ἀλλ’ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο
680ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων,
681ἔνθ’ἔσαν Αἴαντόςτε νέες καὶ Πρωτεσιλάου
682θῖν’ἔφ’ἁλὸς πολιῆς εἰρυμέναι · αὐτὰρ ὕπερθε
683τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα
684ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοίτε καὶ ἵπποι.
685ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες
686Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ
687σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐ δὲ δύναντο
688ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον
689οἳ μὲν Ἀθηναίων προλελεγμένοι · ἐν δ’ἄρα τοῖσιν
690ἦρχ’υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δ’ἅμ’ἕποντο
691Φείδαςτε Στιχίοςτε Βίαςτ’ἐΰς · αὐτὰρ Ἐπειῶν
692Φυλεΐδηςτε Μέγης Ἀμφίωντε Δρακίοςτε,
693πρὸ Φθίων δὲ Μέδωντε μενεπτόλεμόςτε Ποδάρκης.
694ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
695ἔσκε Μέδων Αἴαντος ἀδελφεός · αὐτὰρ ἔναιεν
696ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
697γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ’Ὀϊλεύς ·
698αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.
699οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες
700ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο ·
701Αἴας δ’οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς
702ἵστατ’ἀπ’Αἴαντος Τελαμωνίου οὐ δ’ἠβαιόν,
703ἀλλ’ὥςτ’ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον
704ἶσον θυμὸν ἔχοντε τιταίνετον · ἀμφὶ δ’ἄρά σφι
705πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς ·
706τὼ μέντε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει
707ἱεμένω κατὰ ὦλκα · τέμει δέτε τέλσον ἀρούρης ·
708ὣς τὼ παρβεβαῶτε μάλ’ἕστασαν ἀλλήλοιιν.
709ἀλλ’ἤτοι Τελαμωνιάδῃ πολλοίτε καὶ ἐσθλοὶ
710λαοὶ ἕπονθ’ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο
711ὁππότε μιν κάματόςτε καὶ ἱδρὼς γούναθ’ἵκοιτο.
712οὐ δ’ἄρ’Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο ·
713οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ ·
714οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,
715οὐ δ’ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα,
716ἀλλ’ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ
717Ἴλιον εἰς ἅμ’ἕποντο πεποιθότες, οἷσιν ἔπειτα
718ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας ·
719δή ῥα τόθ’οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι
720μάρναντο Τρωσίντε καὶ Ἕκτορι χαλκοκορυστῇ,
721οἳ δ’ὄπιθεν βάλλοντες ἐλάνθανον · οὐ δέ τι χάρμης
722Τρῶες μιμνήσκοντο · συνεκλόνεον γὰρ ὀϊστοί.
723ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων
724Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,
725εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς ·
726748Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.727οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα728το- τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων ·729ἀλλ’οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.730ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα,731ἄλλῳ δ’ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,732ἄλλῳ δ’ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς733ἐσθλόν, τοῦ δέτε πολλοὶ ἐπαυρίσκοντ’ἄνθρωποι,734καίτε πολέας ἐσάωσε, μάλιστα δὲ κα- καὐτὸς ἀνέγνω.735αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα ·736πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε ·737Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν738οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται739παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.740ἀλλ’ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους ·741ἔνθεν δ’ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν742ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν743αἴ κ’ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα744πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε745δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ746χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο747μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.
ὣς φάτο Πουλυδάμας, ἅδε δ’Ἕκτορι μῦθος ἀπήμων,
749αὐτίκα δ’ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε
750καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
751754Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,752αὐτὰρ ἐγὼ κεῖσ’εἶμι καὶ ἀντιόω πολέμοιο ·753αἶψα δ’ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.
ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς
755κεκλήγων, διὰ δὲ Τρώων πέτετ’ἠδ’ἐπικούρων.
756οἳ δ’ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα
757πάντες ἐπεσσεύοντ’, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.
758αὐτὰρ ὃ Δηΐφοβόντε βίηνθ’Ἑλένοιο ἄνακτος
759Ἀσιάδηντ’Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν
760φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι.
761τοὺς δ’εὗρ’οὐκέτι πάμπαν ἀπήμονας οὐ δ’ἀνολέθρους ·
762ἀλλ’οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
763χερσὶν ὑπ’Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,
764οἳ δ’ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοίτε.
765τὸν δὲ τάχ’εὗρε μάχης ἐπ’ἀριστερὰ δακρυοέσσης
766δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο
767θαρσύνονθ’ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,
768ἀγχοῦ δ’ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι ·
769774Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ770ποῦ τοι Δηΐφοβόςτε βίηθ’Ἑλένοιο ἄνακτος771Ἀσιάδηςτ’Ἀδάμας ἠδ’Ἄσιος Ὑρτάκου υἱός;772ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατ’ἄκρης773Ἴλιος αἰπεινή · νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
τὸν δ’αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής ·
775788Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,776ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο777μέλλω, ἐπεὶ οὐ δ’ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ ·778ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,779ἐκ τοῦ δ’ἐνθάδ’ἐόντες ὁμιλέομεν Δαναοῖσι780νωλεμέως · ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.781οἴω Δηΐφοβόςτε βίηθ’Ἑλένοιο ἄνακτος782οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν783ἀμφοτέρω κατὰ χεῖρα · φόνον δ’ἤμυνε Κρονίων.784νῦν δ’ἄρχ’ὅππῃ σε κραδίη θυμόςτε κελεύει ·785ἡμεῖς δ’ἐμμεμαῶτες ἅμ’ἑψόμεθ’, οὐ δέ τί φημι786ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.787πὰρ δύναμιν δ’οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.
ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως ·
789βὰν δ’ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν
790ἀμφίτε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα
791Φάλκην Ὀρθαῖόντε καὶ ἀντίθεον Πολυφήτην
792Πάλμύντ’Ἀσκάνιόντε Μόρυνθ’υἷ’Ἱπποτίωνος,
793οἵ ῥ’ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ
794ἠοῖ τῇ προτέρῃ · τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.
795οἳ δ’ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ,
796ἥ ῥάθ’ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ,
797θεσπεσίῳ δ’ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέτε πολλὰ
798κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης
799κυρτὰ φαληριόωντα, πρὸ μέντ’ἄλλ’, αὐτὰρ ἐπ’ἄλλα ·
800ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπ’ἄλλοι,
801χαλκῷ μαρμαίροντες ἅμ’ἡγεμόνεσσιν ἕποντο.
802Ἕκτωρ δ’ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ
803Πριαμίδης · πρόσθεν δ’ἔχεν ἀσπίδα πάντοσ’ἐΐσην
804ῥινοῖσιν πυκινήν, πολλὸς δ’ἐπελήλατο χαλκός ·
805ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ.
806πάντῃ δ’ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,
807εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι ·
808ἀλλ’οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
809Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων ·
810821δαιμόνιε σχεδὸν ἐλθέ · τί ἢ δειδίσσεαι αὔτως811Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,812ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.813ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν814νῆας · ἄφαρ δέτε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.815ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ816χερσὶν ὑφ’ἡμετέρῃσιν ἁλοῦσάτε περθομένητε.817σοὶ δ’αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων818ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι819θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,820οἵ σε πόλιν δ’οἴσουσι κονίοντες πεδίοιο.
ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις
822αἰετὸς ὑψιπέτης · ἐπὶ δ’ἴαχε λαὸς Ἀχαιῶν
823θάρσυνος οἰωνῷ · ὃ δ’ἀμείβετο φαίδιμος Ἕκτωρ ·
824833Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες ·825εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο826εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη,827τιοίμην δ’ὡς τίετ’Ἀθηναίη καὶ Ἀπόλλων,828ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι829πᾶσι μάλ’, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς830μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα831δάψει · ἀτὰρ Τρώων κορέεις κύνας ἠδ’οἰωνοὺς832δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
ὣς ἄρα φωνήσας ἡγήσατο · τοὶ δ’ἅμ’ἕποντο
834ἠχῇ θεσπεσίῃ, ἐπὶ δ’ἴαχε λαὸς ὄπισθεν.
835Ἀργεῖοι δ’ἑτέρωθεν ἐπίαχον, οὐ δὲ λάθοντο
836ἀλκῆς, ἀλλ’ἔμενον Τρώων ἐπιόντας ἀρίστους.
837ἠχὴ δ’ἀμφοτέρων ἵκετ’αἰθέρα καὶ Διὸς αὐγάς.