Iliad, Book 17 (Ρ)
οὐ δ’ἔλαθ’Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον
2Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.
3βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
4ἀμφὶ δ’ἄρ’αὐτῷ βαῖν’ὥς τις περὶ πόρτακι μήτηρ
5πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο ·
6ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος.
7πρόσθε δέ οἱ δόρυτ’ἔσχε καὶ ἀσπίδα πάντοσ’ἐΐσην,
8τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ’ἀντίος ἔλθοι.
9οὐ δ’ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε
10Πατρόκλοιο πεσόντος ἀμύμονος · ἄγχι δ’ἄρ’αὐτοῦ
11ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον ·
1218Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν13χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δ’ἔναρα βροτόεντα ·14οὐ γάρ τις πρότερος Τρώων κλειτῶντ’ἐπικούρων15Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην ·16τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι,17μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.
τὸν δὲ μέγ’ὀχθήσας προσέφη ξανθὸς Μενέλαος ·
1933Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι.20οὔτ’οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος21οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗτε μέγιστος22θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει,23ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.24οὐ δὲ μὲν οὐ δὲ βίη Ὑπερήνορος ἱπποδάμοιο25ἧς ἥβης ἀπόνηθ’, ὅτε μ’ὤνατο καί μ’ὑπέμεινε26καί μ’ἔφατ’ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν27ἔμμεναι · οὐ δέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα28εὐφρῆναι ἄλοχόντε φίλην κεδνούςτε τοκῆας.29ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα30στήῃς · ἀλλά σ’ἔγωγ’ἀναχωρήσαντα κελεύω31ἐς πληθὺν ἰέναι, μη δ’ἀντίος ἵστασ’ἐμεῖο32πρίν τι κακὸν παθέειν · ῥεχθὲν δέτε νήπιος ἔγνω.
ὣς φάτο, τὸν δ’οὐ πεῖθεν · ἀμειβόμενος δὲ προσηύδα ·
3443νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις35γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δ’ἀγορεύεις,36χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο,37ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας.38ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην39εἴ κεν ἐγὼ κεφαλήντε τεὴν καὶ τεύχε’ἐνείκας40Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ.41ἀλλ’οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται42οὐ δ’ἔτ’ἀδήριτος ἤτ’ἀλκῆς ἤτε φόβοιο.
ὣς εἰπὼν οὔτησε κατ’ἀσπίδα πάντοσ’ἐΐσην ·
44οὐ δ’ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
45ἀσπίδ’ἐνὶ κρατερῇ · ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ
46Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί ·
47ἂψ δ’ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα
48νύξ’, ἐπὶ δ’αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας ·
49ἀντικρὺ δ’ἁπαλοῖο δι’αὐχένος ἤλυθ’ἀκωκή,
50δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ἐπ’αὐτῷ.
51αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι
52πλοχμοίθ’, οἳ χρυσῷτε καὶ ἀργύρῳ ἐσφήκωντο.
53οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης
54χώρῳ ἐν οἰοπόλῳ, ὅθ’ἅλις ἀναβέβροχεν ὕδωρ,
55καλὸν τηλεθάον · τὸ δέτε πνοιαὶ δονέουσι
56παντοίων ἀνέμων, καίτε βρύει ἄνθεϊ λευκῷ ·
57ἐλθὼν δ’ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ
58βόθρουτ’ἐξέστρεψε καὶ ἐξετάνυσσ’ἐπὶ γαίῃ ·
59τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον
60Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχε’ἐσύλα.
61ὡς δ’ὅτε τίςτε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς
62βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη ·
63τῆς δ’ἐξ αὐχέν’ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
64πρῶτον, ἔπειτα δέθ’αἷμα καὶ ἔγκατα πάντα λαφύσσει
65δῃῶν · ἀμφὶ δὲ τόν γε κύνεςτ’ἄνδρέςτε νομῆες
66πολλὰ μάλ’ἰύζουσιν ἀπόπροθεν οὐ δ’ἐθέλουσιν
67ἀντίον ἐλθέμεναι · μάλα γὰρ χλωρὸν δέος αἱρεῖ ·
68ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα
69ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.
70ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο
71Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων,
72ὅς ῥά οἱ Ἕκτορ’ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ
73ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ ·
74καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
7582Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων76ἵππους Αἰακίδαο δαΐφρονος · οἳ δ’ἀλεγεινοὶ77ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ’ὀχέεσθαι78ἄλλῳ γ’ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.79τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς80Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε81Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς.
ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,
83Ἕκτορα δ’αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας ·
84πάπτηνεν δ’ἄρ’ἔπειτα κατὰ στίχας, αὐτίκα δ’ἔγνω
85τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δ’ἐπὶ γαίῃ
86κείμενον · ἔρρει δ’αἷμα κατ’οὐταμένην ὠτειλήν.
87βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
88ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο
89ἀσβέστῳ · οὐ δ’υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας ·
90ὀχθήσας δ’ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν ·
91106ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ92Πάτροκλόνθ’, ὃς κεῖται ἐμῆς ἕνεκ’ἐνθάδε τιμῆς,93μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται.94εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι95αἰδεσθείς, μή πώς με περιστήωσ’ἕνα πολλοί ·96Τρῶας δ’ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ.97ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;98ὁππότ’ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι99ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη.100τώ μ’οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται101Ἕκτορι χωρήσαντ’, ἐπεὶ ἐκ θεόφιν πολεμίζει.102εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην,103ἄμφω κ’αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης104καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν105Πηλεΐδῃ Ἀχιλῆϊ · κακῶν δέ κε φέρτατον εἴη.
εἷος ὁ ταῦθ’ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν
107τόφρα δ’ἐπὶ Τρώων στίχες ἤλυθον · ἦρχε δ’ἄρ’Ἕκτωρ.
108αὐτὰρ ὅ γ’ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν
109ἐντροπαλιζόμενος ὥςτε λὶς ἠϋγένειος,
110ὅν ῥα κύνεςτε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται
111ἔγχεσι καὶ φωνῇ · τοῦ δ’ἐν φρεσὶν ἄλκιμον ἦτορ
112παχνοῦται, ἀέκων δέτ’ἔβη ἀπὸ μεσσαύλοιο ·
113ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος.
114στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων
115παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
116τὸν δὲ μάλ’αἶψ’ἐνόησε μάχης ἐπ’ἀριστερὰ πάσης
117θαρσύνονθ’ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι ·
118θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων ·
119βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα.
120123Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος121σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν122γυμνόν · ἀτὰρ τά γε τεύχε’ἔχει κορυθαίολος Ἕκτωρ.
ὣς ἔφατ’, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε ·
124βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος.
125Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχε’ἀπηύρα,
126ἕλχ’ἵν’ἀπ’ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ,
127τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη.
128Αἴας δ’ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον ·
129Ἕκτωρ δ’ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθ’ἑταίρων,
130ἐς δίφρον δ’ἀνόρουσε · δίδου δ’ὅ γε τεύχεα καλὰ
131Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ.
132Αἴας δ’ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας
133ἑστήκει ὥς τίςτε λέων περὶ οἷσι τέκεσσιν,
134ᾧ ῥάτε νήπι’ἄγοντι συναντήσωνται ἐν ὕλῃ
135ἄνδρες ἐπακτῆρες · ὃ δέτε σθένεϊ βλεμεαίνει,
136πᾶν δέτ’ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων ·
137ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει.
138Ἀτρεΐδης δ’ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος
139ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων.
140Γλαῦκος δ’Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν
141Ἕκτορ’ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ ·
142169Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο.143ἦ σ’αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα.144φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς145οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν ·146οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν147εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν148μάρνασθαι δηΐοισιν ἐπ’ἀνδράσι νωλεμὲς αἰεί.149πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθ’ὅμιλον150σχέτλι’, ἐπεὶ Σαρπηδόν’ἅμα ξεῖνον καὶ ἑταῖρον151κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι,152ὅς τοι πόλλ’ὄφελος γένετο πτόλεΐτε καὶ αὐτῷ153ζωὸς ἐών · νῦν δ’οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης.154τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν155οἴκαδ’ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος.156εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη157ἄτρομον, οἷόντ’ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης158ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο,159αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω.160εἰ δ’οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος161ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης,162αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ163λύσειαν, καί κ’αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω ·164τοίου γὰρ θεράπων πέφατ’ἀνέρος, ὃς μέγ’ἄριστος165Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες.166ἀλλὰ σύ γ’Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας167στήμεναι ἄντα κατ’ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ,168οὐ δ’ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.
τὸν δ’ἄρ’ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ ·
170183Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες;171ὢ πόποι ἦτ’ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων172τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι ·173νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες,174ὅςτέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι.175οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐ δὲ κτύπον ἵππων ·176ἀλλ’αἰείτε Διὸς κρείσσων νόος αἰγιόχοιο,177ὅςτε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην178ῥηϊδίως, ὁτὲ δ’αὐτὸς ἐποτρύνει μαχέσασθαι.179ἀλλ’ἄγε δεῦρο πέπον, παρ’ἔμ’ἵστασο καὶ ἴδε ἔργον,180ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις,181ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα182σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος.
ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας ·
184188Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί,185ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,186ὄφρ’ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω187καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς.
ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ
189δηΐου ἐκ πολέμοιο · θέων δ’ἐκίχανεν ἑταίρους
190ὦκα μάλ’οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών,
191οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος.
192στὰς δ’ἀπάνευθε μάχης πολυδακρύου ἔντε’ἄμειβεν ·
193ἤτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν
194Τρωσὶ φιλοπτολέμοισιν, ὃ δ’ἄμβροτα τεύχεα δῦνε
195Πηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοὶ Οὐρανίωνες
196πατρὶ φίλῳ ἔπορον · ὃ δ’ἄρα ᾧ παιδὶ ὄπασσε
197γηράς · ἀλλ’οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα.
198τὸν δ’ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς
199τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο,
200κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν ·
201209ἆ δείλ’οὐ δέ τί τοι θάνατος καταθύμιός ἐστιν202ὃς δή τοι σχεδὸν εἶσι · σὺ δ’ἄμβροτα τεύχεα δύνεις203ἀνδρὸς ἀριστῆος, τόντε τρομέουσι καὶ ἄλλοι ·204τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέατε κρατερόντε,205τεύχεα δ’οὐ κατὰ κόσμον ἀπὸ κρατόςτε καὶ ὤμων206εἵλευ · ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω,207τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι208δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος.
ἦ καὶ κυανέῃσιν ἐπ’ὀφρύσι νεῦσε Κρονίων.
210Ἕκτορι δ’ἥρμοσε τεύχε’ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης
211δεινὸς ἐνυάλιος, πλῆσθεν δ’ἄρα οἱ μέλε’ἐντὸς
212ἀλκῆς καὶ σθένεος · μετὰ δὲ κλειτοὺς ἐπικούρους
213βῆ ῥα μέγα ἰάχων · ἰνδάλλετο δέ σφισι πᾶσι
214τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος.
215ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι
216Μέσθληντε Γλαῦκόντε Μέδοντάτε Θερσίλοχόντε
217Ἀστεροπαῖόντε Δεισήνοράθ’Ἱππόθοόντε
218Φόρκυντε Χρομίοντε καὶ Ἔννομον οἰωνιστήν ·
219τοὺς ὅ γ’ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα ·
220233κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων ·221οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐ δὲ χατίζων222ἐνθάδ’ἀφ’ὑμετέρων πολίων ἤγειρα ἕκαστον,223ἀλλ’ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα224προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπ’Ἀχαιῶν.225τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ226λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω.227τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω228ἠὲ σαωθήτω · ἣ γὰρ πολέμου ὀαριστύς.229ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης230Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας,231ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δ’αὐτὸς232ἕξω ἐγώ · τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.
ὣς ἔφαθ’, οἳ δ’ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν
234δούρατ’ἀνασχόμενοι · μάλα δέ σφισιν ἔλπετο θυμὸς
235νεκρὸν ὑπ’Αἴαντος ἐρύειν Τελαμωνιάδαο
236νήπιοι · ἦτε πολέσσιν ἐπ’αὐτῷ θυμὸν ἀπηύρα.
237καὶ τότ’ἄρ’Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον ·
238246ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ239ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο.240οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο,241ὅς κε τάχα Τρώων κορέει κύνας ἠδ’οἰωνούς,242ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι,243καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει244Ἕκτωρ, ἡμῖν δ’αὖτ’ἀναφαίνεται αἰπὺς ὄλεθρος.245ἀλλ’ἄγ’ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ.
ὣς ἔφατ’, οὐ δ’ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,
247ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς ·
248256ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες249οἵτε παρ’Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ250δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος251λαοῖς · ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.252ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον253ἡγεμόνων · τόσση γὰρ ἔρις πολέμοιο δέδηεν ·254ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δ’ἐνὶ θυμῷ255Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.
ὣς ἔφατ’, ὀξὺ δ’ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας ·
257πρῶτος δ’ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα,
258τὸν δὲ μετ’Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
259Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.
260τῶν δ’ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματ’εἴποι,
261ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν;
262Τρῶες δὲ προὔτυψαν ἀολλέες · ἦρχε δ’ἄρ’Ἕκτωρ.
263ὡς δ’ὅτ’ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο
264βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέτ’ἄκραι
265ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω,
266τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ
267ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες
268φραχθέντες σάκεσιν χαλκήρεσιν · ἀμφὶ δ’ἄρά σφι
269λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν
270χεῦ’, ἐπεὶ οὐ δὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε,
271ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο ·
272μίσησεν δ’ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι
273Τρῳῇσιν · τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους.
274ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς ·
275νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐ δέ τιν’αὐτῶν
276Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ,
277ἀλλὰ νέκυν ἐρύοντο · μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ
278μέλλον ἀπέσσεσθαι · μάλα γάρ σφεας ὦκ’ἐλέλιξεν
279Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δ’ἔργα τέτυκτο
280τῶν ἄλλων Δαναῶν μετ’ἀμύμονα Πηλεΐωνα.
281ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴν
282καπρίῳ, ὅςτ’ἐν ὄρεσσι κύνας θαλερούςτ’αἰζηοὺς
283ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας ·
284ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας
285ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας
286οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα
287ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι.
288ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς
289Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
290δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας
291Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος · τάχα δ’αὐτῷ
292ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
293τὸν δ’υἱὸς Τελαμῶνος ἐπαΐξας δι’ὁμίλου
294πλῆξ’αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου ·
295ἤρικε δ’ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ
296πληγεῖσ’ἔγχεΐτε μεγάλῳ καὶ χειρὶ παχείῃ,
297ἐγκέφαλος δὲ παρ’αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς
298αἱματόεις · τοῦ δ’αὖθι λύθη μένος, ἐκ δ’ἄρα χειρῶν
299Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε
300κεῖσθαι · ὃ δ’ἄγχ’αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ
301τῆλ’ἀπὸ Λαρίσης ἐριβώλακος, οὐ δὲ τοκεῦσι
302θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
303ἔπλεθ’ὑπ’Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
304Ἕκτωρ δ’αὖτ’Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ ·
305ἀλλ’ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
306τυτθόν · ὃ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν
307Φωκήων ὄχ’ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ
308οἰκία ναιετάασκε πολέσσ’ἄνδρεσσιν ἀνάσσων,
309τὸν βάλ’ὑπὸ κληῗδα μέσην · διὰ δ’ἀμπερὲς ἄκρη
310αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε ·
311δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ἐπ’αὐτῷ.
312Αἴας δ’αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν
313Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε ·
314ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ’ἔντερα χαλκὸς
315ἤφυσ’· ὃ δ’ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
316χώρησαν δ’ὑπότε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ ·
317Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς
318Φόρκυνθ’Ἱππόθοόντε, λύοντο δὲ τεύχε’ἀπ’ὤμων.
319ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ’Ἀχαιῶν
320Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,
321Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν
322κάρτεϊ καὶ σθένεϊ σφετέρῳ · ἀλλ’αὐτὸς Ἀπόλλων
323Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς
324κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι
325κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς ·
326τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων ·
327333Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε328Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους329κάρτεΐτε σθένεΐτε πεποιθότας ἠνορέῃτε330πλήθεΐτε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας ·331ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσι332νίκην · ἀλλ’αὐτοὶ τρεῖτ’ἄσπετον οὐ δὲ μάχεσθε.
ὣς ἔφατ’, Αἰνείας δ’ἑκατηβόλον Ἀπόλλωνα
334ἔγνω ἐς ἄντα ἰδών, μέγα δ’Ἕκτορα εἶπε βοήσας ·
335342Ἕκτόρτ’ἠδ’ἄλλοι Τρώων ἀγοὶ ἠδ’ἐπικούρων336αἰδὼς μὲν νῦν ἥδε γ’ἀρηϊφίλων ὑπ’Ἀχαιῶν337Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας.338ἀλλ’ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς339Ζῆν’ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι ·340τώ ῥ’ἰθὺς Δαναῶν ἴομεν, μη δ’οἵ γε ἕκηλοι341Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα.
ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη ·
343οἳ δ’ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν.
344ἔνθ’αὖτ’Αἰνείας Λειώκριτον οὔτασε δουρὶ
345υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον.
346τὸν δὲ πεσόντ’ἐλέησεν ἀρηΐφιλος Λυκομήδης,
347στῆ δὲ μάλ’ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
348καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν
349ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ’ὑπὸ γούνατ’ἔλυσεν,
350ὅς ῥ’ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει,
351καὶ δὲ μετ’Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι.
352τὸν δὲ πεσόντ’ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος,
353ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι ·
354ἀλλ’οὔ πως ἔτι εἶχε · σάκεσσι γὰρ ἔρχατο πάντῃ
355ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατ’ἔχοντο.
356Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων ·
357οὔτέ τιν’ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει
358οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων,
359ἀλλὰ μάλ’ἀμφ’αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι.
360ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν
361δεύετο πορφυρέῳ, τοὶ δ’ἀγχιστῖνοι ἔπιπτον
362νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων
363καὶ Δαναῶν · οὐ δ’οἳ γὰρ ἀναιμωτί γε μάχοντο,
364παυρότεροι δὲ πολὺ φθίνυθον · μέμνηντο γὰρ αἰεὶ
365ἀλλήλοις ἀν’ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν.
366ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐ δέ κε φαίης
367οὔτέ ποτ’ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην ·
368ἠέρι γὰρ κατέχοντο μάχης ἐπίθ’ὅσσον ἄριστοι
369ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι.
370οἳ δ’ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
371εὔκηλοι πολέμιζον ὑπ’αἰθέρι, πέπτατο δ’αὐγὴ
372ἠελίου ὀξεῖα, νέφος δ’οὐ φαίνετο πάσης
373γαίης οὐ δ’ὀρέων · μεταπαυόμενοι δὲ μάχοντο
374ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα
375πολλὸν ἀφεσταότες. τοὶ δ’ἐν μέσῳ ἄλγε’ἔπασχον
376ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ
377ὅσσοι ἄριστοι ἔσαν · δύο δ’οὔ πω φῶτε πεπύσθην
378ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχόςτε
379Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλ’ἔτ’ἔφαντο
380ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι.
381τὼ δ’ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων
382νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ
383ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν.
384τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει
385ἀργαλέης · καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ
386γούνατάτε κνῆμαίτε πόδεςθ’ὑπένερθεν ἑκάστου
387χεῖρέςτ’ὀφθαλμοίτε παλάσσετο μαρναμένοιιν
388ἀμφ’ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.
389ὡς δ’ὅτ’ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην
390λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ ·
391δεξάμενοι δ’ἄρα τοί γε διαστάντες τανύουσι
392κυκλόσ’, ἄφαρ δέτε ἰκμὰς ἔβη, δύνει δέτ’ἀλοιφὴ
393πολλῶν ἑλκόντων, τάνυται δέτε πᾶσα διὰ πρό ·
394ὣς οἵ γ’ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ
395εἵλκεον ἀμφότεροι · μάλα δέ σφισιν ἔλπετο θυμὸς
396Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς
397νῆας ἔπι γλαφυράς · περὶ δ’αὐτοῦ μῶλος ὀρώρει
398ἄγριος · οὐ δέ κ’Ἄρης λαοσσόος οὐ δέ κ’Ἀθήνη
399τόν γε ἰδοῦσ’ὀνόσαιτ’, οὐ δ’εἰ μάλα μιν χόλος ἵκοι ·
400τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶντε καὶ ἵππων
401ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον · οὐ δ’ἄρα πώ τι
402ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς ·
403πολλὸν γὰρ ῥ’ἀπάνευθε νεῶν μάρναντο θοάων
404τείχει ὕπο Τρώων · τό μιν οὔ ποτε ἔλπετο θυμῷ
405τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν
406ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐ δὲ τὸ ἔλπετο πάμπαν
407ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐ δὲ σὺν αὐτῷ ·
408πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων,
409ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα.
410δὴ τότε γ’οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη
411μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθ’ἑταῖρος.
412οἳ δ’αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατ’ἔχοντες
413νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον ·
414ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων ·
415420ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι416νῆας ἔπι γλαφυράς, ἀλλ’αὐτοῦ γαῖα μέλαινα417πᾶσι χάνοι · τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη418εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν419ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι.
ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν ·
421423ὦ φίλοι, εἰ καὶ μοῖρα παρ’ἀνέρι τῷδε δαμῆναι422πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο.
ὣς ἄρα τις εἴπεσκε, μένος δ’ὄρσασκεν ἑκάστου.
424ὣς οἳ μὲν μάρναντο, σιδήρειος δ’ὀρυμαγδὸς
425χάλκεον οὐρανὸν ἷκε δι’αἰθέρος ἀτρυγέτοιο ·
426ἵπποι δ’Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες
427κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο
428ἐν κονίῃσι πεσόντος ὑφ’Ἕκτορος ἀνδροφόνοιο.
429ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς
430πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων,
431πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δ’ἀρειῇ ·
432τὼ δ’οὔτ’ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον
433ἠθελέτην ἰέναι οὔτ’ἐς πόλεμον μετ’Ἀχαιούς,
434ἀλλ’ὥςτε στήλη μένει ἔμπεδον, ἥτ’ἐπὶ τύμβῳ
435ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός,
436ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες
437οὔδει ἐνισκίμψαντε καρήατα · δάκρυα δέ σφι
438θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν
439ἡνιόχοιο πόθῳ · θαλερὴ δ’ἐμιαίνετο χαίτη
440ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν.
441μυρομένω δ’ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων,
442κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν ·
443456ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι444θνητῷ, ὑμεῖς δ’ἐστὸν ἀγήρωτ’ἀθανάτωτε;445ἦ ἵνα δυστήνοισι μετ’ἀνδράσιν ἄλγε’ἔχητον;446οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς447πάντων, ὅσσάτε γαῖαν ἔπι πνείειτε καὶ ἕρπει.448ἀλλ’οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν449Ἕκτωρ Πριαμίδης ἐποχήσεται · οὐ γὰρ ἐάσω.450ἦ οὐχ ἅλις ὡς καὶ τεύχε’ἔχει καὶ ἐπεύχεται αὔτως;451σφῶϊν δ’ἐν γούνεσσι βαλῶ μένος ἠδ’ἐνὶ θυμῷ,452ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο453νῆας ἔπι γλαφυράς · ἔτι γάρ σφισι κῦδος ὀρέξω454κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται455δύῃτ’ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ ·
ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ.
457τὼ δ’ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε
458ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς.
459τοῖσι δ’ἐπ’Αὐτομέδων μάχετ’ἀχνύμενός περ ἑταίρου
460ἵπποις ἀΐσσων ὥςτ’αἰγυπιὸς μετὰ χῆνας ·
461ῥέα μὲν γὰρ φεύγεσκεν ὑπ’ἐκ Τρώων ὀρυμαγδοῦ,
462ῥεῖα δ’ἐπαΐξασκε πολὺν καθ’ὅμιλον ὀπάζων.
463ἀλλ’οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν ·
464οὐ γάρ πως ἦν οἶον ἐόνθ’ἱερῷ ἐνὶ δίφρῳ
465ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους.
466ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
467Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο ·
468στῆ δ’ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα ·
469474Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν470ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς;471οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ472μοῦνος · ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δ’Ἕκτωρ473αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο.
τὸν δ’αὖτ’Αὐτομέδων προσέφη Διώρεος υἱός ·
475481Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος476ἵππων ἀθανάτων ἐχέμεν δμῆσίντε μένοςτε,477εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος478ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.479ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα480δέξαι, ἐγὼ δ’ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι.
ὣς ἔφατ’, Ἀλκιμέδων δὲ βοηθόον ἅρμ’ἐπορούσας
482καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,
483Αὐτομέδων δ’ἀπόρουσε · νόησε δὲ φαίδιμος Ἕκτωρ,
484αὐτίκα δ’Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα ·
485491Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων486ἵππω τώδ’ἐνόησα ποδώκεος Αἰακίδαο487ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι ·488τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ489σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ490τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ.
ὣς ἔφατ’, οὐ δ’ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο.
492τὼ δ’ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους
493αὔῃσι στερεῇσι · πολὺς δ’ἐπελήλατο χαλκός.
494τοῖσι δ’ἅμα Χρομίοςτε καὶ Ἄρητος θεοειδὴς
495ἤϊσαν ἀμφότεροι · μάλα δέ σφισιν ἔλπετο θυμὸς
496αὐτώτε κτενέειν ἐλάαντ’ἐριαύχενας ἵππους
497νήπιοι, οὐ δ’ἄρ’ἔμελλον ἀναιμωτί γε νέεσθαι
498αὖτις ἀπ’Αὐτομέδοντος. ὃ δ’εὐξάμενος Διὶ πατρὶ
499ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας ·
500αὐτίκα δ’Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον ·
501507Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους,502ἀλλὰ μάλ’ἐμπνείοντε μεταφρένῳ · οὐ γὰρ ἔγωγε503Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω,504πρίν γ’ἐπ’Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω505νῶϊ κατακτείναντα, φοβῆσαίτε στίχας ἀνδρῶν506Ἀργείων, ἤ κ’αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.
ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον ·
508516Αἴαντ’Ἀργείων ἡγήτορε καὶ Μενέλαε509ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθ’οἵ περ ἄριστοι510ἀμφ’αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν,511νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ ·512τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα513Ἕκτωρ Αἰνείαςθ’, οἳ Τρώων εἰσὶν ἄριστοι.514ἀλλ’ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται ·515ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.
ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
517καὶ βάλεν Ἀρήτοιο κατ’ἀσπίδα πάντοσ’ἐΐσην ·
518ἣ δ’οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,
519νειαίρῃ δ’ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.
520ὡς δ’ὅτ’ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ
521κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο
522ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν,
523ὣς ἄρ’ὅ γε προθορὼν πέσεν ὕπτιος · ἐν δέ οἱ ἔγχος
524νηδυίοισι μάλ’ὀξὺ κραδαινόμενον λύε γυῖα.
525Ἕκτωρ δ’Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ ·
526ἀλλ’ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος ·
527πρόσσω γὰρ κατέκυψε, τὸ δ’ἐξόπιθεν δόρυ μακρὸν
528οὔδει ἐνισκίμφθη, ἐπὶ δ’οὐρίαχος πελεμίχθη
529ἔγχεος · ἔνθα δ’ἔπειτ’ἀφίει μένος ὄβριμος Ἄρης.
530καί νύ κε δὴ ξιφέεσσ’αὐτοσχεδὸν ὁρμηθήτην
531εἰ μή σφω’Αἴαντε διέκριναν μεμαῶτε,
532οἵ ῥ’ἦλθον καθ’ὅμιλον ἑταίρου κικλήσκοντος ·
533τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις
534Ἕκτωρ Αἰνείαςτ’ἠδὲ Χρομίος θεοειδής,
535Ἄρητον δὲ κατ’αὖθι λίπον δεδαϊγμένον ἦτορ
536κείμενον · Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
537τεύχεάτ’ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα ·
538540ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος539κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων.
ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα
541θῆκ’, ἂν δ’αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν
542αἱματόεις ὥς τίςτε λέων κατὰ ταῦρον ἐδηδώς.
543ἂψ δ’ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη
544ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη
545οὐρανόθεν καταβᾶσα · προῆκε γὰρ εὐρύοπα Ζεὺς
546ὀρνύμεναι Δαναούς · δὴ γὰρ νόος ἐτράπετ’αὐτοῦ.
547ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ
548Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο
549ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥάτε ἔργων
550ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει,
551ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν
552δύσετ’Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον.
553πρῶτον δ’Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα
554ἴφθιμον Μενέλαον · ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν ·
555εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν ·
556560σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος557ἔσσεται εἴ κ’Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον558τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.559ἀλλ’ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.
τὴν δ’αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος ·
561567Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη562δοίη κάρτος ἐμοί, βελέων δ’ἀπερύκοι ἐρωήν ·563τώ κεν ἔγωγ’ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν564Πατρόκλῳ · μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.565ἀλλ’Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐ δ’ἀπολήγει566χαλκῷ δηϊόων · τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.
ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
568ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.
569ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε,
570καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν,
571ἥτε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο
572ἰσχανάᾳ δακέειν, λαρόντέ οἱ αἷμ’ἀνθρώπου ·
573τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας,
574βῆ δ’ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
575ἔσκε δ’ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος
576ἀφνειόςτ’ἀγαθόςτε · μάλιστα δέ μιν τίεν Ἕκτωρ
577δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής ·
578τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος
579ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε ·
580δούπησεν δὲ πεσών · ἀτὰρ Ἀτρεΐδης Μενέλαος
581νεκρὸν ὑπ’ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.
582Ἕκτορα δ’ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων
583Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων
584ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων ·
585τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων ·
586591Ἕκτορ τίς κέ σ’ἔτ’ἄλλος Ἀχαιῶν ταρβήσειεν;587οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε588μαλθακὸς αἰχμητής · νῦν δ’οἴχεται οἶος ἀείρας589νεκρὸν ὑπ’ἐκ Τρώων, σὸν δ’ἔκτανε πιστὸν ἑταῖρον590ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος.
ὣς φάτο, τὸν δ’ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,
592βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
593καὶ τότ’ἄρα Κρονίδης ἕλετ’αἰγίδα θυσσανόεσσαν
594μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν,
595ἀστράψας δὲ μάλα μεγάλ’ἔκτυπε, τὴν δὲ τίναξε,
596νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δ’Ἀχαιούς.
597πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.
598βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ
599ἄκρον ἐπιλίγδην · γράψεν δέ οἱ ὀστέον ἄχρις
600αἰχμὴ Πουλυδάμαντος · ὃ γάρ ῥ’ἔβαλε σχεδὸν ἐλθών.
601Λήϊτον αὖθ’Ἕκτωρ σχεδὸν οὔτασε χεῖρ’ἐπὶ καρπῷ
602υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης ·
603τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ
604ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν.
605Ἕκτορα δ’Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα
606βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν ·
607ἐν καυλῷ δ’ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν
608Τρῶες · ὃ δ’Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο
609δίφρῳ ἐφεσταότος · τοῦ μέν ῥ’ἀπὸ τυτθὸν ἅμαρτεν ·
610αὐτὰρ ὃ Μηριόναο ὀπάονάθ’ἡνίοχόντε
611Κοίρανον, ὅς ῥ’ἐκ Λύκτου ἐϋκτιμένης ἕπετ’αὐτῷ ·
612πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας
613ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,
614εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους ·
615καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ,
616αὐτὸς δ’ὤλεσε θυμὸν ὑφ’Ἕκτορος ἀνδροφόνοιο ·
617τὸν βάλ’ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δ’ἄρ’ὀδόντας
618ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην.
619ἤριπε δ’ἐξ ὀχέων, κατὰ δ’ἡνία χεῦεν ἔραζε.
620καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι
621κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα ·
622624μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι ·623γιγνώσκεις δὲ καὶ αὐτὸς ὅτ’οὐκέτι κάρτος Ἀχαιῶν.
ὣς ἔφατ’, Ἰδομενεὺς δ’ἵμασεν καλλίτριχας ἵππους
625νῆας ἔπι γλαφυράς · δὴ γὰρ δέος ἔμπεσε θυμῷ.
626οὐ δ’ἔλαθ’Αἴαντα μεγαλήτορα καὶ Μενέλαον
627Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.
628τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας ·
629648ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι630γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει.631τῶν μὲν γὰρ πάντων βέλε’ἅπτεται ὅς τις ἀφήῃ632ἢ κακὸς ἢ ἀγαθός · Ζεὺς δ’ἔμπης πάντ’ἰθύνει ·633ἡμῖν δ’αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε.634ἀλλ’ἄγετ’αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,635ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ636χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες,637οἵ που δεῦρ’ὁρόωντες ἀκηχέδατ’, οὐ δ’ἔτι φασὶν638Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους639σχήσεσθ’, ἀλλ’ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.640εἴη δ’ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα641Πηλεΐδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐ δὲ πεπύσθαι642λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθ’ἑταῖρος.643ἀλλ’οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν ·644ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοίτε καὶ ἵπποι.645Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπ’ἠέρος υἷας Ἀχαιῶν,646ποίησον δ’αἴθρην, δὸς δ’ὀφθαλμοῖσιν ἰδέσθαι ·647ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως.
ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα ·
649αὐτίκα δ’ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην,
650ἠέλιος δ’ἐπέλαμψε, μάχη δ’ἐπὶ πᾶσα φαάνθη ·
651καὶ τότ’ἄρ’Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον ·
652656σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι653ζωὸν ἔτ’Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν,654ὄτρυνον δ’Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα655εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ’ἑταῖρος.
ὣς ἔφατ’, οὐ δ’ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,
657βῆ δ’ἰέναι ὥς τίςτε λέων ἀπὸ μεσσαύλοιο,
658ὅςτ’ἐπεὶ ἄρ κε κάμῃσι κύναςτ’ἄνδραςτ’ἐρεθίζων,
659οἵτέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
660πάννυχοι ἐγρήσσοντες · ὃ δὲ κρειῶν ἐρατίζων
661ἰθύει, ἀλλ’οὔ τι πρήσσει · θαμέες γὰρ ἄκοντες
662ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν,
663καιόμεναίτε δεταί, τάςτε τρεῖ ἐσσύμενός περ ·
664ἠῶθεν δ’ἀπονόσφιν ἔβη τετιηότι θυμῷ ·
665ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος
666ἤϊε πόλλ’ἀέκων · περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ
667ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν.
668πολλὰ δὲ Μηριόνῃτε καὶ Αἰάντεσσ’ἐπέτελλεν ·
669673Αἴαντ’Ἀργείων ἡγήτορε Μηριόνητε670νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο671μνησάσθω · πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι672ζωὸς ἐών · νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος,
674πάντοσε παπταίνων ὥςτ’αἰετός, ὅν ῥάτέ φασιν
675ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν,
676ὅντε καὶ ὑψόθ’ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ
677θάμνῳ ὑπ’ἀμφικόμῳ κατακείμενος, ἀλλάτ’ἐπ’αὐτῷ
678ἔσσυτο, καίτέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν.
679ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ
680πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων,
681εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο.
682τὸν δὲ μάλ’αἶψ’ἐνόησε μάχης ἐπ’ἀριστερὰ πάσης
683θαρσύνονθ’ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,
684ἀγχοῦ δ’ἱστάμενος προσέφη ξανθὸς Μενέλαος ·
685694Ἀντίλοχ’εἰ δ’ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι686λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.687ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα688γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει,689νίκη δὲ Τρώων · πέφαται δ’ὤριστος Ἀχαιῶν690Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται.691ἀλλὰ σύ γ’αἶψ’Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν692εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ693γυμνόν · ἀτὰρ τά γε τεύχε’ἔχει κορυθαίολος Ἕκτωρ.
ὣς ἔφατ’, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας ·
695δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε
696δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
697ἀλλ’οὐ δ’ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε,
698βῆ δὲ θέειν, τὰ δὲ τεύχε’ἀμύμονι δῶκεν ἑταίρῳ
699Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους.
700τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο
701Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα.
702οὐ δ’ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς
703τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν
704Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη ·
705ἀλλ’ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν,
706αὐτὸς δ’αὖτ’ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει,
707στῆ δὲ παρ’Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα ·
708715κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν709ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν · οὐ δέ μιν οἴω710νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ ·711οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο.712ἡμεῖς δ’αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,713ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ714Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν.
τὸν δ’ἠμείβετ’ἔπειτα μέγας Τελαμώνιος Αἴας ·
716722πάντα κατ’αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε ·717ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλ’ὦκα718νεκρὸν ἀείραντες φέρετ’ἐκ πόνου · αὐτὰρ ὄπισθε719νῶϊ μαχησόμεθα Τρωσίντε καὶ Ἕκτορι δίῳ720ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ721μίμνομεν ὀξὺν Ἄρηα παρ’ἀλλήλοισι μένοντες.
ὣς ἔφαθ’, οἳ δ’ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο
723ὕψι μάλα μεγάλως · ἐπὶ δ’ἴαχε λαὸς ὄπισθε
724Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς.
725ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵτ’ἐπὶ κάπρῳ
726βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων ·
727ἕως μὲν γάρτε θέουσι διαρραῖσαι μεμαῶτες,
728ἀλλ’ὅτε δή ῥ’ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς,
729ἄψτ’ἀνεχώρησαν διάτ’ἔτρεσαν ἄλλυδις ἄλλος.
730ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο
731νύσσοντες ξίφεσίντε καὶ ἔγχεσιν ἀμφιγύοισιν ·
732ἀλλ’ὅτε δή ῥ’Αἴαντε μεταστρεφθέντε κατ’αὐτοὺς
733σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐ δέ τις ἔτλη
734πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι.
735ὣς οἵ γ’ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο
736νῆας ἔπι γλαφυράς · ἐπὶ δὲ πτόλεμος τέτατό σφιν
737ἄγριος ἠΰτε πῦρ, τότ’ἐπεσσύμενον πόλιν ἀνδρῶν
738ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι
739ἐν σέλαϊ μεγάλῳ · τὸ δ’ἐπιβρέμει ἲς ἀνέμοιο.
740ὣς μὲν τοῖς ἵππωντε καὶ ἀνδρῶν αἰχμητάων
741ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν ·
742οἳ δ’ὥςθ’ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες
743ἕλκωσ’ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν
744ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον · ἐν δέτε θυμὸς
745τείρεθ’ὁμοῦ καμάτῳτε καὶ ἱδρῷ σπευδόντεσσιν ·
746ὣς οἵ γ’ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν
747Αἴαντ’ἰσχανέτην, ὥςτε πρὼν ἰσχάνει ὕδωρ
748ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς,
749ὅςτε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα
750ἴσχει, ἄφαρ δέτε πᾶσι ῥόον πεδίον δὲ τίθησι
751πλάζων · οὐ δέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες ·
752ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω
753Τρώων · οἳ δ’ἅμ’ἕποντο, δύω δ’ἐν τοῖσι μάλιστα
754Αἰνείαςτ’Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ.
755τῶν δ’ὥςτε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν
756οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα
757κίρκον, ὅτε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν,
758ὣς ἄρ’ὑπ’Αἰνείᾳτε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν
759οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης.
760πολλὰ δὲ τεύχεα καλὰ πέσον περίτ’ἀμφίτε τάφρον
761φευγόντων Δαναῶν · πολέμου δ’οὐ γίγνετ’ἐρωή.