Iliad, Book 6 (Ζ)
Τρώων δ’οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή ·
2πολλὰ δ’ἄρ’ἔνθα καὶ ἔνθ’ἴθυσε μάχη πεδίοιο
3ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα
4μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.
5Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν
6Τρώων ῥῆξε φάλαγγα, φόως δ’ἑτάροισιν ἔθηκεν,
7ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο
8υἱὸν Ἐϋσσώρου Ἀκάμαντ’ἠΰντε μέγαντε.
9τόν ῥ’ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
10ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ’ἄρ’ὀστέον εἴσω
11αἰχμὴ χαλκείη · τὸν δὲ σκότος ὄσσε κάλυψεν.
12Ἄξυλον δ’ἄρ’ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης
13Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ
14ἀφνειὸς βιότοιο, φίλος δ’ἦν ἀνθρώποισι.
15πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.
16ἀλλά οἱ οὔ τις τῶν γε τότ’ἤρκεσε λυγρὸν ὄλεθρον
17πρόσθεν ὑπαντιάσας, ἀλλ’ἄμφω θυμὸν ἀπηύρα
18αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθ’ἵππων
19ἔσκεν ὑφηνίοχος · τὼ δ’ἄμφω γαῖαν ἐδύτην.
20Δρῆσον δ’Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε ·
21βῆ δὲ μετ’Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη
22νηῒς Ἀβαρβαρέη τέκ’ἀμύμονι Βουκολίωνι.
23Βουκολίων δ’ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος
24πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ ·
25ποιμαίνων δ’ἐπ’ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,
26ἣ δ’ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.
27καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα
28Μηκιστηϊάδης καὶ ἀπ’ὤμων τεύχε’ἐσύλα.
29Ἀστύαλον δ’ἄρ’ἔπεφνε μενεπτόλεμος Πολυποίτης ·
30Πιδύτην δ’Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν
31ἔγχεϊ χαλκείῳ, Τεῦκρος δ’Ἀρετάονα δῖον.
32Ἀντίλοχος δ’Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ
33Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
34ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρ’ὄχθας
35Πήδασον αἰπεινήν. Φύλακον δ’ἕλε Λήϊτος ἥρως
36φεύγοντ’· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.
37Ἄδρηστον δ’ἄρ’ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
38ζωὸν ἕλ’· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο
39ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα
40ἄξαντ’ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην
41πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,
42αὐτὸς δ’ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη
43πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα · πὰρ δέ οἱ ἔστη
44Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.
45Ἄδρηστος δ’ἄρ’ἔπειτα λαβὼν ἐλίσσετο γούνων ·
4651ζώγρει Ἀτρέος υἱέ, σὺ δ’ἄξια δέξαι ἄποινα ·47πολλὰ δ’ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται48χαλκόςτε χρυσόςτε πολύκμητόςτε σίδηρος,49τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι’ἄποινα50εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ’ἐπὶ νηυσὶν Ἀχαιῶν.
ὣς φάτο, τῷ δ’ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε ·
52καὶ δή μιν τάχ’ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
53δώσειν ᾧ θεράποντι καταξέμεν · ἀλλ’Ἀγαμέμνων
54ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα ·
5561ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως56ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον57πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον58χεῖράςθ’ἡμετέρας, μη δ’ὅν τινα γαστέρι μήτηρ59κοῦρον ἐόντα φέροι, μη δ’ὃς φύγοι, ἀλλ’ἅμα πάντες60Ἰλίου ἐξαπολοίατ’ἀκήδεστοι καὶ ἄφαντοι.
ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως
62αἴσιμα παρειπών · ὃ δ’ἀπὸ ἕθεν ὤσατο χειρὶ
63ἥρω’Ἄδρηστον · τὸν δὲ κρείων Ἀγαμέμνων
64οὖτα κατὰ λαπάρην · ὃ δ’ἀνετράπετ’, Ἀτρεΐδης δὲ
65λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.
66Νέστωρ δ’Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας ·
6772ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος68μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε69μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,70ἀλλ’ἄνδρας κτείνωμεν · ἔπειτα δὲ καὶ τὰ ἕκηλοι71νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
73ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ’Ἀχαιῶν
74Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,
75εἰ μὴ ἄρ’Αἰνείᾳτε καὶ Ἕκτορι εἶπε παραστὰς
76Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχ’ἄριστος ·
77102Αἰνείατε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα78Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκ’ἄριστοι79πᾶσαν ἐπ’ἰθύν ἐστε μάχεσθαίτε φρονέειντε,80στῆτ’αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων81πάντῃ ἐποιχόμενοι πρὶν αὖτ’ἐν χερσὶ γυναικῶν82φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.83αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,84ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθ’αὖθι μένοντες,85καὶ μάλα τειρόμενοί περ · ἀναγκαίη γὰρ ἐπείγει ·86Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δ’ἔπειτα87μητέρι σῇ καὶ ἐμῇ · ἣ δὲ ξυνάγουσα γεραιὰς88νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ89οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο90πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος91εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,92θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,93καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ94ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ’ἐλεήσῃ95ἄστύτε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,96ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς97ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,98ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.99οὐ δ’Ἀχιλῆά ποθ’ὧδέ γ’ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,100ὅν πέρ φασι θεᾶς ἐξέμμεναι · ἀλλ’ὅδε λίην101μαίνεται, οὐ δέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.
ὣς ἔφαθ’, Ἕκτωρ δ’οὔ τι κασιγνήτῳ ἀπίθησεν.
103αὐτίκα δ’ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
104πάλλων δ’ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
105ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
106οἳ δ’ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν ·
107Ἀργεῖοι δ’ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,
108φὰν δέ τιν’ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος
109Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.
110Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας ·
111116Τρῶες ὑπέρθυμοι τηλεκλειτοίτ’ἐπίκουροι112ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,113ὄφρ’ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν114εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι115δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δ’ἑκατόμβας.
ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ ·
117ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν
118ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.
119Γλαῦκος δ’Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς
120ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.
121οἳ δ’ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ἀλλήλοισιν ἰόντε,
122τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης ·
123144τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;124οὐ μὲν γάρ ποτ’ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ125τὸ πρίν · ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων126σῷ θάρσει, ὅτ’ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας ·127δυστήνων δέτε παῖδες ἐμῷ μένει ἀντιόωσιν.128εἰ δέ τις ἀθανάτων γε κατ’οὐρανοῦ εἰλήλουθας,129οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.130οὐ δὲ γὰρ οὐ δὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος131δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν ·132ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας133σεῦε κατ’ἠγάθεον Νυσήϊον · αἳ δ’ἅμα πᾶσαι134θύσθλα χαμαὶ κατέχευαν ὑπ’ἀνδροφόνοιο Λυκούργου135θεινόμεναι βουπλῆγι · Διώνυσος δὲ φοβηθεὶς136δύσεθ’ἁλὸς κατὰ κῦμα, Θέτις δ’ὑπεδέξατο κόλπῳ137δειδιότα · κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.138τῷ μὲν ἔπειτ’ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,139καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς · οὐ δ’ἄρ’ἔτι δὴν140ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν ·141οὐ δ’ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.142εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,143ἆσσον ἴθ’ὥς κεν θᾶσσον ὀλέθρου πείραθ’ἵκηαι.
τὸν δ’αὖθ’Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός ·
145212Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;146οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.147φύλλα τὰ μέντ’ἄνεμος χαμάδις χέει, ἄλλα δέθ’ὕλη148τηλεθόωσα φύει, ἔαρος δ’ἐπιγίγνεται ὥρη ·149ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δ’ἀπολήγει.150εἰ δ’ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρ’ἐῢ εἰδῇς151ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν ·152ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,153ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ’ἀνδρῶν,154Σίσυφος Αἰολίδης · ὃ δ’ἄρα Γλαῦκον τέκεθ’υἱόν,155αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην ·156τῷ δὲ θεοὶ κάλλόςτε καὶ ἠνορέην ἐρατεινὴν157ὤπασαν · αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,158ὅς ῥ’ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,159Ἀργείων · Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.160τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖ’Ἄντεια161κρυπταδίῃ φιλότητι μιγήμεναι · ἀλλὰ τὸν οὔ τι162πεῖθ’ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.163ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα ·166ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε ·167κτεῖναι μέν ῥ’ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,168πέμπε δέ μιν Λυκίην δέ, πόρεν δ’ὅ γε σήματα λυγρὰ169γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,170δεῖξαι δ’ἠνώγειν ᾧ πενθερῷ ὄφρ’ἀπόλοιτο.171αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπ’ἀμύμονι πομπῇ.172ἀλλ’ὅτε δὴ Λυκίην ἷξε Ξάνθόντε ῥέοντα,173προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης ·174ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.175ἀλλ’ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς176καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι177ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.178αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,179πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε180πεφνέμεν · ἣ δ’ἄρ’ἔην θεῖον γένος οὐ δ’ἀνθρώπων,181πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,182δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,183καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.184δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι ·185καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.186τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.187τῷ δ’ἄρ’ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε ·188κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους189εἷσε λόχον · τοὶ δ’οὔ τι πάλιν οἶκον δὲ νέοντο ·190πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.191ἀλλ’ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα192αὐτοῦ μιν κατέρυκε, δίδου δ’ὅ γε θυγατέρα ἥν,193δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης ·194καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων195καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.196ἣ δ’ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ197Ἴσανδρόντε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.198Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,199ἣ δ’ἔτεκ’ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.200ἀλλ’ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,201ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο202ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων ·203Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο204μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι ·205τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.206Ἱππόλοχος δέ μ’ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι ·207πέμπε δέ μ’ἐς Τροίην, καί μοι μάλα πόλλ’ἐπέτελλεν208αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,209μη δὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγ’ἄριστοι210ἔντ’Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ.211ταύτης τοι γενεῆςτε καὶ αἵματος εὔχομαι εἶναι.
ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης ·
213ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,
214αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν ·
215232ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός ·216Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην217ξείνισ’ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματ’ἐρύξας ·218οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά ·219Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,220Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον221καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασ’ἐμοῖσι.222Τυδέα δ’οὐ μέμνημαι, ἐπεί μ’ἔτι τυτθὸν ἐόντα223κάλλιφ’, ὅτ’ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.224τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ225εἰμί, σὺ δ’ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι.226ἔγχεα δ’ἀλλήλων ἀλεώμεθα καὶ δι’ὁμίλου ·227πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοίτ’ἐπίκουροι228κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,229πολλοὶ δ’αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.230τεύχεα δ’ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε231γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθ’εἶναι.
ὣς ἄρα φωνήσαντε καθ’ἵππων ἀΐξαντε
233χεῖράςτ’ἀλλήλων λαβέτην καὶ πιστώσαντο ·
234ἔνθ’αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,
235ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχε’ἄμειβε
236χρύσεα χαλκείων, ἑκατόμβοι’ἐννεαβοίων.
237Ἕκτωρ δ’ὡς Σκαιάςτε πύλας καὶ φηγὸν ἵκανεν,
238ἀμφ’ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες
239εἰρόμεναι παῖδάςτε κασιγνήτουςτε ἔταςτε
240καὶ πόσιας · ὃ δ’ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει
241πάσας ἑξείης · πολλῇσι δὲ κήδε’ἐφῆπτο.
242ἀλλ’ὅτε δὴ Πριάμοιο δόμον περικαλλέ’ἵκανε
243ξεστῇς αἰθούσῃσι τετυγμένον · αὐτὰρ ἐν αὐτῷ
244πεντήκοντ’ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο
245πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες
246κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι,
247κουράων δ’ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς
248δώδεκ’ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο
249πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ
250κοιμῶντο Πριάμοιο παρ’αἰδοίῃς ἀλόχοισιν ·
251ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ
252Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην ·
253ἔντ’ἄρα οἱ φῦ χειρὶ ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζε ·
254263τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;255ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν256μαρνάμενοι περὶ ἄστυ · σὲ δ’ἐνθάδε θυμὸς ἀνῆκεν257ἐλθόντ’ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.258ἀλλὰ μέν’ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω,259ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι260πρῶτον, ἔπειτα δὲ κα- καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα.261ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει,262ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.
τὴν δ’ἠμείβετ’ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ ·
264286μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ,265μή μ’ἀπογυιώσῃς μένεος, ἀλκῆςτε λάθωμαι ·266χερσὶ δ’ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον267ἅζομαι · οὐ δέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι268αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.269ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης270ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς ·271πέπλον δ’, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος272ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,273τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,274καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ275ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ’ἐλεήσῃ276ἄστύτε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,277αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς278ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.279ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης280ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω281αἴ κ’ἐθέλῃσ’εἰπόντος ἀκουέμεν · ὥς κέ οἱ αὖθι282γαῖα χάνοι · μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα283Τρωσίτε καὶ Πριάμῳ μεγαλήτορι τοῖότε παισίν.284εἰ κεῖνόν γε ἴδοιμι κατελθόντ’Ἄϊδος εἴσω285φαίην κε φρέν’ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.
ὣς ἔφαθ’, ἣ δὲ μολοῦσα ποτὶ μέγαρ’ἀμφιπόλοισι
287κέκλετο · ταὶ δ’ἄρ’ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.
288αὐτὴ δ’ἐς θάλαμον κατεβήσετο κηώεντα,
289ἔνθ’ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν
290Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς
291ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,
292τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν ·
293τῶν ἕν’ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,
294ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
295ἀστὴρ δ’ὣς ἀπέλαμπεν · ἔκειτο δὲ νείατος ἄλλων.
296βῆ δ’ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.
297αἳ δ’ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,
298τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος
299Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο ·
300τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.
301αἳ δ’ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον ·
302ἣ δ’ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος
303θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
304εὐχομένη δ’ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο ·
305311πότνι’Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων306ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν307πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,308ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ309ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κ’ἐλεήσῃς310ἄστύτε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.
ὣς ἔφατ’εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.
312ὣς αἳ μέν ῥ’εὔχοντο Διὸς κούρῃ μεγάλοιο,
313Ἕκτωρ δὲ πρὸς δώματ’Ἀλεξάνδροιο βεβήκει
314καλά, τά ῥ’αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότ’ἄριστοι
315ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες,
316οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν
317ἐγγύθιτε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.
318ἔνθ’Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δ’ἄρα χειρὶ
319ἔγχος ἔχ’ἑνδεκάπηχυ · πάροιθε δὲ λάμπετο δουρὸς
320αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης.
321τὸν δ’εὗρ’ἐν θαλάμῳ περικαλλέα τεύχε’ἕποντα
322ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξ’ἁφόωντα ·
323Ἀργείη δ’Ἑλένη μετ’ἄρα δμῳῇσι γυναιξὶν
324ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.
325τὸν δ’Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι ·
326332δαιμόνι’οὐ μὲν καλὰ χόλον τόνδ’ἔνθεο θυμῷ,327λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύτε τεῖχος328μαρνάμενοι · σέο δ’εἵνεκ’ἀϋτήτε πτόλεμόςτε329ἄστυ τόδ’ἀμφιδέδηε · σὺ δ’ἂν μαχέσαιο καὶ ἄλλῳ,330ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.331ἀλλ’ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.
τὸν δ’αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής ·
333342Ἕκτορ ἐπεί με κατ’αἶσαν ἐνείκεσας οὐ δ’ὑπὲρ αἶσαν,334το- τοὔνεκά τοι ἐρέω · σὺ δὲ σύνθεο καί μευ ἄκουσον ·335οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐ δὲ νεμέσσι336ἥμην ἐν θαλάμῳ, ἔθελον δ’ἄχεϊ προτραπέσθαι.337νῦν δέ με παρειποῦσ’ἄλοχος μαλακοῖς ἐπέεσσιν338ὅρμησ’ἐς πόλεμον · δοκέει δέ μοι ὧδε καὶ αὐτῷ339λώϊον ἔσσεσθαι · νίκη δ’ἐπαμείβεται ἄνδρας.340ἀλλ’ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω ·341ἢ ἴθ’, ἐγὼ δὲ μέτειμι · κιχήσεσθαι δέ σ’ὀΐω.
ὣς φάτο, τὸν δ’οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ ·
343τὸν δ’Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι ·
344359δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,345ὥς μ’ὄφελ’ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ346οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα347εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,348ἔνθά με κῦμ’ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.349αὐτὰρ ἐπεὶ τάδε γ’ὧδε θεοὶ κακὰ τεκμήραντο,350ἀνδρὸς ἔπειτ’ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,351ὃς ᾔδη νέμεσίντε καὶ αἴσχεα πόλλ’ἀνθρώπων.352τούτῳ δ’οὔτ’ἂρ νῦν φρένες ἔμπεδοι οὔτ’ἄρ’ὀπίσσω353ἔσσονται · τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.354ἀλλ’ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδ’ἐπὶ δίφρῳ355δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν356εἵνεκ’ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκ’ἄτης,357οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω358ἀνθρώποισι πελώμεθ’ἀοίδιμοι ἐσσομένοισι.
τὴν δ’ἠμείβετ’ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ
360369μή με κάθιζ’Ἑλένη φιλέουσά περ · οὐ δέ με πείσεις ·361ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρ’ἐπαμύνω362Τρώεσσ’, οἳ μέγ’ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.363ἀλλὰ σύ γ’ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,364ὥς κεν ἔμ’ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.365καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι366οἰκῆας ἄλοχόντε φίλην καὶ νήπιον υἱόν.367οὐ γὰρ οἶδ’εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,368ἦ ἤδη μ’ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.
ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ ·
370αἶψα δ’ἔπειθ’ἵκανε δόμους εὖ ναιετάοντας,
371οὐ δ’εὗρ’Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,
372ἀλλ’ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ
373πύργῳ ἐφεστήκει γοόωσάτε μυρομένητε.
374Ἕκτωρ δ’ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν
375ἔστη ἐπ’οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν ·
376381εἰ δ’ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε ·377πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;378ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων379ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι380Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;
τὸν δ’αὖτ’ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν ·
382390Ἕκτορ ἐπεὶ μάλ’ἄνωγας ἀληθέα μυθήσασθαι,383οὔτέ πῃ ἐς γαλόων οὔτ’εἰνατέρων ἐϋπέπλων384οὔτ’ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι385Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,386ἀλλ’ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκ’ἄκουσε387τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.388ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει389μαινομένῃ ἐϊκυῖα · φέρει δ’ἅμα παῖδα τιθήνη.
ἦ ῥα γυνὴ ταμίη, ὃ δ’ἀπέσσυτο δώματος Ἕκτωρ
391τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατ’ἀγυιάς.
392εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ
393Σκαιάς, τῇ ἄρ’ἔμελλε διεξίμεναι πεδίον δέ,
394ἔνθ’ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα
395Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
396Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ
397Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσ’ἄνδρεσσιν ἀνάσσων ·
398τοῦ περ δὴ θυγάτηρ ἔχεθ’Ἕκτορι χαλκοκορυστῇ.
399ἥ οἱ ἔπειτ’ἤντησ’, ἅμα δ’ἀμφίπολος κίεν αὐτῇ
400παῖδ’ἐπὶ κόλπῳ ἔχουσ’ἀταλάφρονα νήπιον αὔτως
401Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,
402τόν ῥ’Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι
403Ἀστυάνακτ’· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.
404ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ ·
405Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,
406ἔντ’ἄρα οἱ φῦ χειρὶ ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζε ·
407440δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐ δ’ἐλεαίρεις408παῖδάτε νηπίαχον καὶ ἔμ’ἄμμορον, ἣ τάχα χήρη409σεῦ ἔσομαι · τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ410πάντες ἐφορμηθέντες · ἐμοὶ δέ κε κέρδιον εἴη411σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι · οὐ γὰρ ἔτ’ἄλλη412ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς413ἀλλ’ἄχε’· οὐ δέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.414ἤτοι γὰρ πατέρ’ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,415ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν416Θήβην ὑψίπυλον · κατὰ δ’ἔκτανεν Ἠετίωνα,417οὐ δέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,418ἀλλ’ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν419ἠδ’ἐπὶ σῆμ’ἔχεεν · περὶ δὲ πτελέας ἐφύτευσαν420νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.421οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν422οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω ·423πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς424βουσὶν ἐπ’εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.425μητέρα δ’, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,426τὴν ἐπεὶ ἂρ δεῦρ’ἤγαγ’ἅμ’ἄλλοισι κτεάτεσσιν,427ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσι’ἄποινα,428πατρὸς δ’ἐν μεγάροισι βάλ’Ἄρτεμις ἰοχέαιρα.429Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ430ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης ·431ἀλλ’ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμν’ἐπὶ πύργῳ,432μὴ παῖδ’ὀρφανικὸν θήῃς χήρηντε γυναῖκα ·433λαὸν δὲ στῆσον παρ’ἐρινεόν, ἔνθα μάλιστα434ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.435τρὶς γὰρ τῇ γ’ἐλθόντες ἐπειρήσανθ’οἱ ἄριστοι436ἀμφ’Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα437ἠδ’ἀμφ’Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν ·438ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,439ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.
τὴν δ’αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ ·
441466ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι · ἀλλὰ μάλ’αἰνῶς442αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,443αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο ·444οὐ δέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς445αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι446ἀρνύμενος πατρόςτε μέγα κλέος ἠδ’ἐμὸν αὐτοῦ.447εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν ·448ἔσσεται ἦμαρ ὅτ’ἄν ποτ’ὀλώλῃ Ἴλιος ἱρὴ449καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.450ἀλλ’οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,451οὔτ’αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος452οὔτε κασιγνήτων, οἵ κεν πολέεςτε καὶ ἐσθλοὶ453ἐν κονίῃσι πέσοιεν ὑπ’ἀνδράσι δυσμενέεσσιν,454ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων455δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας ·456καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,457καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης458πόλλ’ἀεκαζομένη, κρατερὴ δ’ἐπικείσετ’ἀνάγκη ·459καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν ·462ὥς ποτέ τις ἐρέει · σοὶ δ’αὖ νέον ἔσσεται ἄλγος463χήτεϊ τοιοῦδ’ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.464ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι465πρίν γέ τι σῆςτε βοῆς σοῦθ’ἑλκηθμοῖο πυθέσθαι.
ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ ·
467ἂψ δ’ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
468ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς
469ταρβήσας χαλκόντε ἰδὲ λόφον ἱππιοχαίτην,
470δεινὸν ἀπ’ἀκροτάτης κόρυθος νεύοντα νοήσας.
471ἐκ δ’ἐγέλασσε πατήρτε φίλος καὶ πότνια μήτηρ ·
472αὐτίκ’ἀπὸ κρατὸς κόρυθ’εἵλετο φαίδιμος Ἕκτωρ,
473καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν ·
474αὐτὰρ ὅ γ’ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέτε χερσὶν
475εἶπε δ’ἐπευξάμενος Διίτ’ἄλλοισίντε θεοῖσι ·
476482Ζεῦ ἄλλοιτε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι477παῖδ’ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,478ὧδε βίηντ’ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν ·479καί ποτέ τις εἴποι πατρός γ’ὅδε πολλὸν ἀμείνων480ἐκ πολέμου ἀνιόντα · φέροι δ’ἔναρα βροτόεντα481κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.
ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε
483παῖδ’ἑόν · ἣ δ’ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ
484δακρυόεν γελάσασα · πόσις δ’ἐλέησε νοήσας,
485χειρίτέ μιν κατέρεξεν ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζε ·
486494δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ ·487οὐ γάρ τίς μ’ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει ·488μοῖραν δ’οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,489οὐ κακὸν οὐ δὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.490ἀλλ’εἰς οἶκον ἰοῦσα τὰ σ’αὐτῆς ἔργα κόμιζε491ἱστόντ’ἠλακάτηντε, καὶ ἀμφιπόλοισι κέλευε492ἔργον ἐποίχεσθαι · πόλεμος δ’ἄνδρεσσι μελήσει493πᾶσι, μάλιστα δ’ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.
ὣς ἄρα φωνήσας κόρυθ’εἵλετο φαίδιμος Ἕκτωρ
495ἵππουριν · ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει
496ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.
497αἶψα δ’ἔπειθ’ἵκανε δόμους εὖ ναιετάοντας
498Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δ’ἔνδοθι πολλὰς
499ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.
500αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ ·
501οὐ γάρ μιν ἔτ’ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
502ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.
503οὐ δὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,
504ἀλλ’ὅ γ’, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,
505σεύατ’ἔπειτ’ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.
506ὡς δ’ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
507δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
508εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
509κυδιόων · ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
510ὤμοις ἀΐσσονται · ὃ δ’ἀγλαΐηφι πεποιθὼς
511ῥίμφά ἑ γοῦνα φέρει μετάτ’ἤθεα καὶ νομὸν ἵππων ·
512ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης
513τεύχεσι παμφαίνων ὥςτ’ἠλέκτωρ ἐβεβήκει
514καγχαλόων, ταχέες δὲ πόδες φέρον · αἶψα δ’ἔπειτα
515Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτ’ἄρ’ἔμελλε
516στρέψεσθ’ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.
517τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής ·
518520ἠθεῖ’ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω519δηθύνων, οὐ δ’ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;
τὸν δ’ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ ·
521δαιμόνι’οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη522ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι ·523ἀλλὰ ἑκὼν μεθιεῖςτε καὶ οὐκ ἐθέλεις · τὸ δ’ἐμὸν κῆρ524ἄχνυται ἐν θυμῷ, ὅθ’ὑπὲρ σέθεν αἴσχε’ἀκούω525πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.526ἀλλ’ἴομεν · τὰ δ’ὄπισθεν ἀρεσσόμεθ’, αἴ κέ ποθι Ζεὺς527δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι528κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν529ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.