Iliad, Book 8 (Θ)
Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’αἶαν,
2Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος
3ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο ·
4αὐτὸς δέ σφ’ἀγόρευε, θεοὶ δ’ὑπὸ πάντες ἄκουον ·
528κέκλυτέ μευ πάντέςτε θεοὶ πᾶσαίτε θέαιναι,6ὄφρ’εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.7μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην8πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλ’ἅμα πάντες9αἰνεῖτ’, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.10ὃν δ’ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω11ἐλθόντ’ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι12πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ ·13ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα14τῆλε μάλ’, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,15ἔνθα σιδήρειαίτε πύλαι καὶ χάλκεος οὐδός,16τόσσον ἔνερθ’Ἀΐδεω ὅσον οὐρανός ἐστ’ἀπὸ γαίης ·17γνώσετ’ἔπειθ’ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.18εἰ δ’ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες ·19σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες20πάντέςτ’ἐξάπτεσθε θεοὶ πᾶσαίτε θέαιναι ·21ἀλλ’οὐκ ἂν ἐρύσαιτ’ἐξ οὐρανόθεν πεδίον δὲ22Ζῆν’ὕπατον μήστωρ’, οὐ δ’εἰ μάλα πολλὰ κάμοιτε.23ἀλλ’ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,24αὐτῇ κεν γαίῃ ἐρύσαιμ’αὐτῇτε θαλάσσῃ ·25σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο26δησαίμην, τὰ δέ κ’αὖτε μετήορα πάντα γένοιτο.27τόσσον ἐγὼ περίτ’εἰμὶ θεῶν περίτ’εἴμ’ἀνθρώπων.
ὣς ἔφαθ’, οἱ δ’ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
29μῦθον ἀγασσάμενοι · μάλα γὰρ κρατερῶς ἀγόρευσεν.
30ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη ·
3138ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων32εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν ·33ἀλλ’ἔμπης Δαναῶν ὀλοφυρόμεθ’αἰχμητάων,34οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.35ἀλλ’ἤτοι πολέμου μὲν ἀφεξόμεθ’ὡς σὺ κελεύεις ·36βουλὴν δ’Ἀργείοις ὑποθησόμεθ’ἥ τις ὀνήσει,37ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.
τὴν δ’ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς ·
3941θάρσει Τριτογένεια φίλον τέκος · οὔ νύ τι θυμῷ40πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.
ὣς εἰπὼν ὑπ’ὄχεσφι τιτύσκετο χαλκόποδ’ἵππω
42ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
43χρυσὸν δ’αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δ’ἱμάσθλην
44χρυσείην εὔτυκτον, ἑοῦ δ’ἐπεβήσετο δίφρου,
45μάστιξεν δ’ἐλάαν · τὼ δ’οὐκ ἀέκοντε πετέσθην
46μεσσηγὺς γαίηςτε καὶ οὐρανοῦ ἀστερόεντος.
47Ἴδην δ’ἵκανεν πολυπίδακα μητέρα θηρῶν
48Γάργαρον, ἔνθάτέ οἱ τέμενος βωμόςτε θυήεις.
49ἔνθ’ἵππους ἔστησε πατὴρ ἀνδρῶντε θεῶντε
50λύσας ἐξ ὀχέων, κατὰ δ’ἠέρα πουλὺν ἔχευεν.
51αὐτὸς δ’ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων
52εἰσορόων Τρώωντε πόλιν καὶ νῆας Ἀχαιῶν.
53οἳ δ’ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ
54ῥίμφα κατὰ κλισίας, ἀπὸ δ’αὐτοῦ θωρήσσοντο.
55Τρῶες δ’αὖθ’ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο
56παυρότεροι · μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι
57χρειοῖ ἀναγκαίῃ, πρότε παίδων καὶ πρὸ γυναικῶν.
58πᾶσαι δ’ὠΐγνυντο πύλαι, ἐκ δ’ἔσσυτο λαός,
59πεζοίθ’ἱππῆέςτε · πολὺς δ’ὀρυμαγδὸς ὀρώρει.
60οἳ δ’ὅτε δή ῥ’ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο
61σύν ῥ’ἔβαλον ῥινούς, σὺν δ’ἔγχεα καὶ μένε’ἀνδρῶν
62χαλκεοθωρήκων · ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
63ἔπληντ’ἀλλήλῃσι, πολὺς δ’ὀρυμαγδὸς ὀρώρει.
64ἔνθα δ’ἅμ’οἰμωγήτε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
65ὀλλύντωντε καὶ ὀλλυμένων, ῥέε δ’αἵματι γαῖα.
66ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
67τόφρα μάλ’ἀμφοτέρων βέλε’ἥπτετο, πῖπτε δὲ λαός.
68ἦμος δ’Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
69καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα ·
70ἐν δ’ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο
71Τρώωνθ’ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
72ἕλκε δὲ μέσσα λαβών · ῥέπε δ’αἴσιμον ἦμαρ Ἀχαιῶν.
73αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ
74ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν ·
75αὐτὸς δ’ἐξ Ἴδης μεγάλ’ἔκτυπε, δαιόμενον δὲ
76ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν · οἳ δὲ ἰδόντες
77θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.
78ἔνθ’οὔτ’Ἰδομενεὺς τλῆ μίμνειν οὔτ’Ἀγαμέμνων,
79οὔτε δύ’Αἴαντες μενέτην θεράποντες Ἄρηος ·
80Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν
81οὔ τι ἑκών, ἀλλ’ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ
82δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
83ἄκρην κὰκ κορυφήν, ὅθιτε πρῶται τρίχες ἵππων
84κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
85ἀλγήσας δ’ἀνέπαλτο, βέλος δ’εἰς ἐγκέφαλον δῦ,
86σὺν δ’ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.
87ὄφρ’ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε
88φασγάνῳ ἀΐσσων, τόφρ’Ἕκτορος ὠκέες ἵπποι
89ἦλθον ἀν’ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες
90Ἕκτορα · καί νύ κεν ἔνθ’ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν
91εἰ μὴ ἄρ’ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης ·
92σμερδαλέον δ’ἐβόησεν ἐποτρύνων Ὀδυσῆα ·
9397διογενὲς Λαερτιάδη πολυμήχαν’Ὀδυσσεῦ94πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;95μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ ·96ἀλλὰ μέν’ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.
ὣς ἔφατ’, οὐ δ’ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,
98ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
99Τυδεΐδης δ’αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,
100στῆ δὲ πρόσθ’ἵππων Νηληϊάδαο γέροντος,
101καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
102112ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,103σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,104ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.105ἀλλ’ἄγ’ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι106οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο107κραιπνὰ μάλ’ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,108οὕς ποτ’ἀπ’Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.109τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ110Τρωσὶν ἐφ’ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ111εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.
ὣς ἔφατ’, οὐ δ’ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
113Νεστορέας μὲν ἔπειθ’ἵππους θεράποντε κομείτην
114ἴφθιμοι Σθένελόςτε καὶ Εὐρυμέδων ἀγαπήνωρ.
115τὼ δ’εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην ·
116Νέστωρ δ’ἐν χείρεσσι λάβ’ἡνία σιγαλόεντα,
117μάστιξεν δ’ἵππους · τάχα δ’Ἕκτορος ἄγχι γένοντο.
118τοῦ δ’ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός ·
119καὶ τοῦ μέν ῥ’ἀφάμαρτεν, ὃ δ’ἡνίοχον θεράποντα
120υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα
121ἵππων ἡνί’ἔχοντα βάλε στῆθος παρὰ μαζόν.
122ἤριπε δ’ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
123ὠκύποδες · τοῦ δ’αὖθι λύθη ψυχήτε μένοςτε.
124Ἕκτορα δ’αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο ·
125τὸν μὲν ἔπειτ’εἴασε καὶ ἀχνύμενός περ ἑταίρου
126κεῖσθαι, ὃ δ’ἡνίοχον μέθεπε θρασύν · οὐ δ’ἄρ’ἔτι δὴν
127ἵππω δευέσθην σημάντορος · αἶψα γὰρ εὗρεν
128Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθ’ἵππων
129ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.
130ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
131καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,
132εἰ μὴ ἄρ’ὀξὺ νόησε πατὴρ ἀνδρῶντε θεῶντε ·
133βροντήσας δ’ἄρα δεινὸν ἀφῆκ’ἀργῆτα κεραυνόν,
134κὰδ δὲ πρόσθ’ἵππων Διομήδεος ἧκε χαμᾶζε ·
135δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,
136τὼ δ’ἵππω δείσαντε καταπτήτην ὑπ’ὄχεσφι ·
137Νέστορα δ’ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,
138δεῖσε δ’ὅ γ’ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε ·
139145Τυδεΐδη ἄγε δ’αὖτε φόβον δ’ἔχε μώνυχας ἵππους.140ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετ’ἀλκή;141νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει142σήμερον · ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κ’ἐθέλῃσι,143δώσει · ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο144οὐ δὲ μάλ’ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.
τὸν δ’ἠμείβετ’ἔπειτα βοὴν ἀγαθὸς Διομήδης ·
146151ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες ·147ἀλλὰ τόδ’αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει ·148Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσ’ἀγορεύων ·149Τυδεΐδης ὑπ’ἐμεῖο φοβεύμενος ἵκετο νῆας.150ὥς ποτ’ἀπειλήσει · τότε μοι χάνοι εὐρεῖα χθών.
τὸν δ’ἠμείβετ’ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
152157ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.153εἴ περ γάρ σ’Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,154ἀλλ’οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες155καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,156τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.
ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους
158αὖτις ἀν’ἰωχμόν · ἐπὶ δὲ Τρῶέςτε καὶ Ἕκτωρ
159ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.
160τῷ δ’ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ ·
161167Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι162ἕδρῃτε κρέασίντε ἰδὲ πλείοις δεπάεσσι ·163νῦν δέ σ’ἀτιμήσουσι · γυναικὸς ἄρ’ἀντὶ τέτυξο.164ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο165πύργων ἡμετέρων ἐπιβήσεαι, οὐ δὲ γυναῖκας166ἄξεις ἐν νήεσσι · πάρος τοι δαίμονα δώσω.
ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν
168ἵππουςτε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.
169τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,
170τρὶς δ’ἄρ’ἀπ’Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς
171σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.
172Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας ·
173184Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ174ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.175γιγνώσκω δ’ὅτι μοι πρόφρων κατένευσε Κρονίων176νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα ·177νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο178ἀβλήχρ’οὐδενόσωρα · τὰ δ’οὐ μένος ἁμὸν ἐρύξει ·179ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.180ἀλλ’ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,181μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,182ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς183Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.
ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέντε ·
185198Ξάνθέτε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέτε δῖε186νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν187Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος188ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν189οἶνόντ’ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,190ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.191ἀλλ’ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν192ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει193πᾶσαν χρυσείην ἔμεναι, κανόναςτε καὶ αὐτήν,194αὐτὰρ ἀπ’ὤμοιιν Διομήδεος ἱπποδάμοιο195δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.196εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς197αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.
ὣς ἔφατ’εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,
199σείσατο δ’εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,
200καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα ·
201208ὢ πόποι ἐννοσίγαι’εὐρυσθενές, οὐ δέ νυ σοί περ202ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.203οἳ δέ τοι εἰς Ἑλίκηντε καὶ Αἰγὰς δῶρ’ἀνάγουσι204πολλάτε καὶ χαρίεντα · σὺ δέ σφισι βούλεο νίκην.205εἴ περ γάρ κ’ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί,206Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,207αὐτοῦ κ’ἔνθ’ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.
τὴν δὲ μέγ’ὀχθήσας προσέφη κρείων ἐνοσίχθων ·
209212Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.210οὐκ ἂν ἔγωγ’ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι211ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ·
213τῶν δ’ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε
214πλῆθεν ὁμῶς ἵππωντε καὶ ἀνδρῶν ἀσπιστάων
215εἰλομένων · εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
216Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.
217καί νύ κ’ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,
218εἰ μὴ ἐπὶ φρεσὶ θῆκ’Ἀγαμέμνονι πότνια Ἥρη
219αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.
220βῆ δ’ἰέναι παράτε κλισίας καὶ νῆας Ἀχαιῶν
221πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ,
222στῆ δ’ἐπ’Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
223ἥ ῥ’ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
224ἠμὲν ἐπ’Αἴαντος κλισίας Τελαμωνιάδαο
225ἠδ’ἐπ’Ἀχιλλῆος, τοί ῥ’ἔσχατα νῆας ἐΐσας
226εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν ·
227ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς ·
228245αἰδὼς Ἀργεῖοι, κάκ’ἐλέγχεα, εἶδος ἀγητοί ·229πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,230ἃς ὁπότ’ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε,231ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων232πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,233Τρώων ἄνθ’ἑκατόντε διηκοσίωντε ἕκαστος234στήσεσθ’ἐν πολέμῳ · νῦν δ’οὐ δ’ἑνὸς ἄξιοί εἰμεν235Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ.236Ζεῦ πάτερ, ἦ ῥά τιν’ἤδη ὑπερμενέων βασιλήων237τῇδ’ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;238οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν239νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,240ἀλλ’ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρί’ἔκηα241ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.242ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ ·243αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,244μη δ’οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.
ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα,
246νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐ δ’ἀπολέσθαι.
247αὐτίκα δ’αἰετὸν ἧκε τελειότατον πετεηνῶν,
248νεβρὸν ἔχοντ’ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης ·
249πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,
250ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί.
251οἳ δ’ὡς οὖν εἴδονθ’ὅτ’ἄρ’ἐκ Διὸς ἤλυθεν ὄρνις,
252μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.
253ἔνθ’οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων
254εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους
255τάφρουτ’ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι,
256ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν
257Φραδμονίδην Ἀγέλαον · ὃ μὲν φύγαδ’ἔτραπεν ἵππους ·
258τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
259ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν ·
260ἤριπε δ’ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε’ἐπ’αὐτῷ.
261τὸν δὲ μετ’Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος,
262τοῖσι δ’ἐπ’Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
263τοῖσι δ’ἐπ’Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
264Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
265τοῖσι δ’ἐπ’Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός ·
266Τεῦκρος δ’εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων,
267στῆ δ’ἄρ’ὑπ’Αἴαντος σάκεϊ Τελαμωνιάδαο.
268ἔνθ’Αἴας μὲν ὑπεξέφερεν σάκος · αὐτὰρ ὅ γ’ἥρως
269παπτήνας, ἐπεὶ ἄρ τιν’ὀϊστεύσας ἐν ὁμίλῳ
270βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν,
271αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν
272εἰς Αἴανθ’· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.
273ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;
274Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδ’Ὀφελέστην
275Δαίτοράτε Χρομίοντε καὶ ἀντίθεον Λυκοφόντην
276καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,
277πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
278τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
279τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας ·
280στῆ δὲ παρ’αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε ·
281292Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν282βάλλ’οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι283πατρίτε σῷ Τελαμῶνι, ὅ σ’ἔτρεφε τυτθὸν ἐόντα,284καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ ·285τὸν καὶ τηλόθ’ἐόντα ἐϋκλείης ἐπίβησον.286σοὶ δ’ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται ·287αἴ κέν μοι δώῃ Ζεύςτ’αἰγίοχος καὶ Ἀθήνη288Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,289πρώτῳ τοι μετ’ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,290ἢ τρίποδ’ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν291ἠὲ γυναῖχ’, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.
τὸν δ’ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων ·
293300Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν294ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι295παύομαι, ἀλλ’ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθ’αὐτοὺς296ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.297ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,298πάντες δ’ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν ·299τοῦτον δ’οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.
ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
301Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός ·
302καὶ τοῦ μέν ῥ’ἀφάμαρθ’, ὃ δ’ἀμύμονα Γοργυθίωνα
303υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,
304τόν ῥ’ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ
305καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι.
306μήκων δ’ὡς ἑτέρωσε κάρη βάλεν, ἥτ’ἐνὶ κήπῳ
307καρπῷ βριθομένη νοτίῃσίτε εἰαρινῇσιν,
308ὣς ἑτέρωσ’ἤμυσε κάρη πήληκι βαρυνθέν.
309Τεῦκρος δ’ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
310Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός.
311ἀλλ’ὅ γε καὶ τόθ’ἅμαρτε · παρέσφηλεν γὰρ Ἀπόλλων ·
312ἀλλ’Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα
313ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν ·
314ἤριπε δ’ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
315ὠκύποδες · τοῦ δ’αὖθι λύθη ψυχήτε μένοςτε.
316Ἕκτορα δ’αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο ·
317τὸν μὲν ἔπειτ’εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,
318Κεβριόνην δ’ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα
319ἵππων ἡνί’ἑλεῖν · ὃ δ’ἄρ’οὐκ ἀπίθησεν ἀκούσας.
320αὐτὸς δ’ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος
321σμερδαλέα ἰάχων · ὃ δὲ χερμάδιον λάβε χειρί,
322βῆ δ’ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.
323ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,
324θῆκε δ’ἐπὶ νευρῇ · τὸν δ’αὖ κορυθαίολος Ἕκτωρ
325αὐερύοντα παρ’ὦμον, ὅθι κληῒς ἀποέργει
326αὐχένατε στῆθόςτε, μάλιστα δὲ καίριόν ἐστι,
327τῇ ῥ’ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,
328ῥῆξε δέ οἱ νευρήν · νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,
329στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.
330Αἴας δ’οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,
331ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
332τὸν μὲν ἔπειθ’ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
333Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ
334νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
335ἂψ δ’αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν ·
336οἳ δ’ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς ·
337Ἕκτωρ δ’ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.
338ὡς δ’ὅτε τίςτε κύων συὸς ἀγρίου ἠὲ λέοντος
339ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων
340ἰσχίατε γλουτούςτε, ἑλισσόμενόντε δοκεύει,
341ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,
342αἰὲν ἀποκτείνων τὸν ὀπίστατον · οἳ δὲ φέβοντο.
343αὐτὰρ ἐπεὶ διάτε σκόλοπας καὶ τάφρον ἔβησαν
344φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,
345οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
346ἀλλήλοισίτε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
347χεῖρας ἀνίσχοντες μεγάλ’εὐχετόωντο ἕκαστος ·
348Ἕκτωρ δ’ἀμφιπεριστρώφα καλλίτριχας ἵππους
349Γοργοῦς ὄμματ’ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.
350τοὺς δὲ ἰδοῦσ’ἐλέησε θεὰ λευκώλενος Ἥρη,
351αἶψα δ’Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα ·
352357ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ353ὀλλυμένων Δαναῶν κεκαδησόμεθ’ὑστάτιόν περ;354οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται355ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτ’ἀνεκτῶς356Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.
τὴν δ’αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη ·
358381καὶ λίην οὗτός γε μένος θυμόντ’ὀλέσειε359χερσὶν ὑπ’Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ ·360ἀλλὰ πατὴρ ὁ- οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι361σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς ·362οὐ δέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν363τειρόμενον σώεσκον ὑπ’Εὐρυσθῆος ἀέθλων.364ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς365τῷ ἐπαλεξήσουσαν ἀπ’οὐρανόθεν προΐαλλεν.366εἰ γὰρ ἐγὼ τάδε ᾔδε’ἐνὶ φρεσὶ πευκαλίμῃσιν367εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν368ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,369οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.370νῦν δ’ἐμὲ μὲν στυγέει, Θέτιδος δ’ἐξήνυσε βουλάς,371ἥ οἱ γούνατ’ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,372λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.373ἔσται μὰν ὅτ’ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.374ἀλλὰ σὰ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,375ὄφρ’ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο376τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι377ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ378γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,379ἦ τις καὶ Τρώων κορέει κύνας ἠδ’οἰωνοὺς380δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
ὣς ἔφατ’, οὐ δ’ἀπίθησε θεὰ λευκώλενος Ἥρη.
382ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
383Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο ·
384αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
385πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ’οὔδει
386ποικίλον, ὅν ῥ’αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,
387ἣ δὲ χιτῶν’ἐνδῦσα Διὸς νεφεληγερέταο
388τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
389ἐς δ’ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ’ἔγχος
390βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
391ἡρώων, τοῖσίντε κοτέσσεται ὀβριμοπάτρη.
392Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ’ἄρ’ἵππους ·
393αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
394τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπόςτε
395ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ’ἐπιθεῖναι.
396τῇ ῥα δι’αὐτάων κεντρηνεκέας ἔχον ἵππους.
397Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατ’ἄρ’αἰνῶς,
398Ἶριν δ’ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν ·
399409βάσκ’ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μη δ’ἔα ἄντην400ἔρχεσθ’· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ.401ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται ·402γυιώσω μέν σφωϊν ὑφ’ἅρμασιν ὠκέας ἵππους,403αὐτὰς δ’ἐκ δίφρου βαλέω κατάθ’ἅρματα ἄξω ·404οὐ δέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς405ἕλκε’ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός ·406ὄφρα ἰδῇ γλαυκῶπις ὅτ’ἂν ᾧ πατρὶ μάχηται.407Ἥρῃ δ’οὔ τι τόσον νεμεσίζομαι οὐ δὲ χολοῦμαι ·408αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.
ὣς ἔφατ’, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,
410βῆ δ’ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
411πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο
412ἀντομένη κατέρυκε, Διὸς δέ σφ’ἔννεπε μῦθον ·
413425πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;414οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.415ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ,416γυιώσειν μὲν σφῶϊν ὑφ’ἅρμασιν ὠκέας ἵππους,417αὐτὰς δ’ἐκ δίφρου βαλέειν κατάθ’ἅρματα ἄξειν ·418οὐ δέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς419ἕλκε’ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός ·420ὄφρα ἰδῇς γλαυκῶπι ὅτ’ἂν σῷ πατρὶ μάχηαι.421Ἥρῃ δ’οὔ τι τόσον νεμεσίζεται οὐ δὲ χολοῦται ·422αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ ·423ἀλλὰ σύ γ’αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε424τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.
ἣ μὲν ἄρ’ὣς εἰποῦσ’ἀπέβη πόδας ὠκέα Ἶρις,
426αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν ·
427432ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτ’ἔγωγε428νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν ·429τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,430ὅς κε τύχῃ · κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ431Τρωσίτε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.
ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους ·
433τῇσιν δ’Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,
434καὶ τοὺς μὲν κατέδησαν ἐπ’ἀμβροσίῃσι κάπῃσιν,
435ἅρματα δ’ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα ·
436αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον
437μίγδ’ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.
438Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους
439Οὔλυμπον δὲ δίωκε, θεῶν δ’ἐξίκετο θώκους.
440τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος,
441ἅρματα δ’ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας ·
442αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς
443ἕζετο, τῷ δ’ὑπὸ ποσσὶ μέγας πελεμίζετ’Ὄλυμπος.
444αἳ δ’οἶαι Διὸς ἀμφὶς Ἀθηναίητε καὶ Ἥρη
445ἥσθην, οὐ δέ τί μιν προσεφώνεον οὐ δ’ἐρέοντο ·
446αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέντε ·
447457τίφθ’οὕτω τετίησθον Ἀθηναίητε καὶ Ἥρη;448οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ449ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.450πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι,451οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσ’ἐν Ὀλύμπῳ.452σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα453πρὶν πόλεμόντε ἰδεῖν πολέμοιότε μέρμερα ἔργα.454ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν ·455οὐκ ἂν ἐφ’ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ456ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵν’ἀθανάτων ἕδος ἐστίν.
ὣς ἔφαθ’, αἳ δ’ἐπέμυξαν Ἀθηναίητε καὶ Ἥρη ·
458πλησίαι αἵ γ’ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
459ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐ δέ τι εἶπε
460σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει ·
461Ἥρῃ δ’οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα ·
462469αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.463εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν ·464ἀλλ’ἔμπης Δαναῶν ὀλοφυρόμεθ’αἰχμητάων,465οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.466ἀλλ’ἤτοι πολέμου μὲν ἀφεξόμεθ’, εἰ σὺ κελεύεις ·467βουλὴν δ’Ἀργείοις ὑποθησόμεθ’ἥ τις ὀνήσει,468ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.
τὴν δ’ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
470484ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα471ὄψεαι, αἴ κ’ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη472ὀλλύντ’Ἀργείων πουλὺν στρατὸν αἰχμητάων ·473οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ474πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα,475ἤματι τῷ ὅτ’ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται476στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος ·477ὣς γὰρ θέσφατόν ἐστι · σέθεν δ’ἐγὼ οὐκ ἀλεγίζω478χωομένης, οὐ δ’εἴ κε τὰ νείατα πείραθ’ἵκηαι479γαίης καὶ πόντοιο, ἵν’Ἰάπετόςτε Κρόνοςτε480ἥμενοι οὔτ’αὐγῇς Ὑπερίονος Ἠελίοιο481τέρποντ’οὔτ’ἀνέμοισι, βαθὺς δέτε Τάρταρος ἀμφίς ·482οὐ δ’ἢν ἔνθ’ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε483σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.
ὣς φάτο, τὸν δ’οὔ τι προσέφη λευκώλενος Ἥρη.
485ἐν δ’ἔπεσ’Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο
486ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.
487Τρωσὶν μέν ῥ’ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς
488ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.
489Τρώων αὖτ’ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ
490νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι,
491ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.
492ἐξ ἵππων δ’ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον
493τόν ῥ’Ἕκτωρ ἀγόρευε Διῒ φίλος · ἐν δ’ἄρα χειρὶ
494ἔγχος ἔχ’ἑνδεκάπηχυ · πάροιθε δὲ λάμπετο δουρὸς
495αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης,
496τῷ ὅ γ’ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα ·
497542κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ἐπίκουροι ·498νῦν ἐφάμην νῆάςτ’ὀλέσας καὶ πάντας Ἀχαιοὺς499ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν ·500ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα501Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.502ἀλλ’ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ503δόρπάτ’ἐφοπλισόμεσθα · ἀτὰρ καλλίτριχας ἵππους504λύσαθ’ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετ’ἐδωδήν ·505ἐκ πόλιος δ’ἄξεσθε βόας καὶ ἴφια μῆλα506καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε507σῖτόντ’ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,508ὥς κεν παννύχιοι μέσφ’ἠοῦς ἠριγενείης509καίωμεν πυρὰ πολλά, σέλας δ’εἰς οὐρανὸν ἵκῃ,510μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ511φεύγειν ὁρμήσωνται ἐπ’εὐρέα νῶτα θαλάσσης.512μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,513ἀλλ’ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ514βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι515νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος516Τρωσὶν ἐφ’ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.517κήρυκες δ’ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων518παῖδας πρωθήβας πολιοκροτάφουςτε γέροντας519λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων ·520θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη521πῦρ μέγα καιόντων · φυλακὴ δέ τις ἔμπεδος ἔστω522μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.523ὧδ’ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω ·524μῦθος δ’ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,525τὸν δ’ἠοῦς Τρώεσσι μεθ’ἱπποδάμοις ἀγορεύσω.526ἔλπομαι εὐχόμενος Διίτ’ἄλλοισίντε θεοῖσιν527ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,528οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.529ἀλλ’ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,530πρῶϊ δ’ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες531νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.532εἴσομαι εἴ κέ μ’ὁ Τυδεΐδης κρατερὸς Διομήδης533πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν534χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.535αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κ’ἐμὸν ἔγχος536μείνῃ ἐπερχόμενον · ἀλλ’ἐν πρώτοισιν ὀΐω537κείσεται οὐτηθείς, πολέες δ’ἀμφ’αὐτὸν ἑταῖροι538ἠελίου ἀνιόντος ἐς αὔριον · εἰ γὰρ ἐγὼν ὣς539εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,540τιοίμην δ’ὡς τίετ’Ἀθηναίη καὶ Ἀπόλλων,541ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.
ὣς Ἕκτωρ ἀγόρευ’, ἐπὶ δὲ Τρῶες κελάδησαν.
543οἳ δ’ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
544δῆσαν δ’ἱμάντεσσι παρ’ἅρμασιν οἷσιν ἕκαστος ·
545ἐκ πόλιος δ’ἄξοντο βόας καὶ ἴφια μῆλα
546καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο,
547σῖτόντ’ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.
548549
κνίσην δ’ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.
550551
552
553
οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας
554εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά.
555ὡς δ’ὅτ’ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην
556φαίνετ’ἀριπρεπέα, ὅτετ’ἔπλετο νήνεμος αἰθήρ ·
557ἔκτ’ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
558καὶ νάπαι · οὐρανόθεν δ’ἄρ’ὑπερράγη ἄσπετος αἰθήρ,
559πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέτε φρένα ποιμήν ·
560τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων
561Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.
562χίλι’ἄρ’ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ
563εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο.
564ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας
565ἑσταότες παρ’ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον.