Iliad, Book 16 (Π)
ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο ·
2Πάτροκλος δ’Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν
3δάκρυα θερμὰ χέων ὥςτε κρήνη μελάνυδρος,
4ἥτε κατ’αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.
5τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς,
6καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
720τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη8νηπίη, ἥθ’ἅμα μητρὶ θέουσ’ἀνελέσθαι ἀνώγει9εἱανοῦ ἁπτομένη, καίτ’ἐσσυμένην κατερύκει,10δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρ’ἀνέληται ·11τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.12ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ,13ἦέ τιν’ἀγγελίην Φθίης ἐξέκλυες οἶος;14ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν,15ζώει δ’Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι;16τῶν κε μάλ’ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.17ἦε σύ γ’Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται18νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;19ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ ·
2146ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ’Ἀχαιῶν22μὴ νεμέσα · τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.23οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,24ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοίτε.25βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,26οὔτασται δ’Ὀδυσεὺς δουρικλυτὸς ἠδ’Ἀγαμέμνων,27βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.28τοὺς μέντ’ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται29ἕλκε’ἀκειόμενοι · σὺ δ’ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.30μὴ ἐμέ γ’οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις31αἰναρέτη · τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ32αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;33νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,34οὐ δὲ Θέτις μήτηρ · γλαυκὴ δέ σε τίκτε θάλασσα35πέτραιτ’ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.36εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις37καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,38ἀλλ’ἐμέ περ πρόες ὦχ’, ἃμα δ’ἄλλον λαὸν ὄπασσον39Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι.40δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι,41αἴ κ’ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο42Τρῶες, ἀναπνεύσωσι δ’Ἀρήϊοι υἷες Ἀχαιῶν43τειρόμενοι · ὀλίγη δέτ’ἀνάπνευσις πολέμοιο.44ῥεῖα δέ κ’ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ45ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
ὣς φάτο λισσόμενος μέγα νήπιος · ἦ γὰρ ἔμελλεν
47οἷ αὐτῷ θάνατόντε κακὸν καὶ κῆρα λιτέσθαι.
48τὸν δὲ μέγ’ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
49101ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες ·50οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα,51οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ ·52ἀλλὰ τόδ’αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,53ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι54καὶ γέρας ἂψ ἀφελέσθαι, ὅτε κράτεϊ προβεβήκῃ ·55αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ.56κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν,57δουρὶ δ’ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας,58τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων59Ἀτρεΐδης ὡς εἴ τιν’ἀτίμητον μετανάστην.60ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν · οὐ δ’ἄρα πως ἦν61ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν · ἤτοι ἔφην γε62οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλ’ὁπότ’ἂν δὴ63νῆας ἐμὰς ἀφίκηται ἀϋτήτε πτόλεμόςτε.64τύνη δ’ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι,65ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι,66εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε67νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης68κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες69Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε70θάρσυνος · οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον71ἐγγύθι λαμπομένης · τάχα κεν φεύγοντες ἐναύλους72πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων73ἤπια εἰδείη · νῦν δὲ στρατὸν ἀμφιμάχονται.74οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι75μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι ·76οὐ δέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος77ἐχθρῆς ἐκ κεφαλῆς · ἀλλ’Ἕκτορος ἀνδροφόνοιο78Τρωσὶ κελεύοντος περιάγνυται, οἳ δ’ἀλαλητῷ79πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς.80ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων81ἔμπεσ’ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο82νῆας ἐνιπρήσωσι, φίλον δ’ἀπὸ νόστον ἕλωνται.83πείθεο δ’ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω,84ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι85πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρην86ἂψ ἀπονάσσωσιν, ποτὶ δ’ἀγλαὰ δῶρα πόρωσιν.87ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν · εἰ δέ κεν αὖ τοι88δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης,89μὴ σύ γ’ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν90Τρωσὶ φιλοπτολέμοισιν · ἀτιμότερον δέ με θήσεις ·91μὴ δ’ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι92Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν,93μή τις ἀπ’Οὐλύμποιο θεῶν αἰειγενετάων94ἐμβήῃ · μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων ·95ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσι96θήῃς, τοὺς δ’ἔτ’ἐᾶν πεδίον κάτα δηριάασθαι.97αἲ γὰρ Ζεῦτε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον98μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι,99μήτέ τις Ἀργείων, νῶϊν δ’ἐκδῦμεν ὄλεθρον,100ὄφρ’οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν.
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
102Αἴας δ’οὐκ ἔτ’ἔμιμνε · βιάζετο γὰρ βελέεσσι ·
103δάμνα μιν Ζηνόςτε νόος καὶ Τρῶες ἀγαυοὶ
104βάλλοντες · δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ
105πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δ’αἰεὶ
106κὰπ φάλαρ’εὐποίηθ’· ὃ δ’ἀριστερὸν ὦμον ἔκαμνεν
107ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον · οὐ δὲ δύναντο
108ἀμφ’αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν.
109αἰεὶ δ’ἀργαλέῳ ἔχετ’ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς
110πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐ δέ πῃ εἶχεν
111ἀμπνεῦσαι · πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.
112ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ἔχουσαι,
113ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.
114Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς
115πλῆξ’ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν,
116ἀντικρὺ δ’ἀπάραξε · τὸ μὲν Τελαμώνιος Αἴας
117πῆλ’αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δ’ἀπ’αὐτοῦ
118αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.
119γνῶ δ’Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέντε
120ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε
121Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην ·
122χάζετο δ’ἐκ βελέων. τοὶ δ’ἔμβαλον ἀκάματον πῦρ
123νηῒ θοῇ · τῆς δ’αἶψα κατ’ἀσβέστη κέχυτο φλόξ.
124ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν · αὐτὰρ Ἀχιλλεὺς
125μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν ·
126130ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε ·127λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν ·128μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται ·129δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω.
ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ.
131κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
132καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας ·
133δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε
134ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.
135ἀμφὶ δ’ἄρ’ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
136χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγατε στιβαρόντε ·
137κρατὶ δ’ἐπ’ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
138ἵππουριν · δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
139εἵλετο δ’ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει.
140ἔγχος δ’οὐχ ἕλετ’οἶον ἀμύμονος Αἰακίδαο
141βριθὺ μέγα στιβαρόν · τὸ μὲν οὐ δύνατ’ἄλλος Ἀχαιῶν
142πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς
143Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων
144Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.
145ἵππους δ’Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε,
146τὸν μετ’Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα,
147πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν.
148τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους
149Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην,
150τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη
151βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο.
152ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει,
153τόν ῥά ποτ’Ἠετίωνος ἑλὼν πόλιν ἤγαγ’Ἀχιλλεύς,
154ὃς καὶ θνητὸς ἐὼν ἕπεθ’ἵπποις ἀθανάτοισι.
155Μυρμιδόνας δ’ἄρ’ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς
156πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν · οἳ δὲ λύκοι ὣς
157ὠμοφάγοι, τοῖσίντε περὶ φρεσὶν ἄσπετος ἀλκή,
158οἵτ’ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες
159δάπτουσιν · πᾶσιν δὲ παρήϊον αἵματι φοινόν ·
160καίτ’ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου
161λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ
162ἄκρον ἐρευγόμενοι φόνον αἵματος · ἐν δέτε θυμὸς
163στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέτε γαστήρ ·
164τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες
165ἀμφ’ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο
166ῥώοντ’· ἐν δ’ἄρα τοῖσιν ἀρήϊος ἵστατ’Ἀχιλλεύς,
167ὀτρύνων ἵππουςτε καὶ ἀνέρας ἀσπιδιώτας.
168πεντήκοντ’ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺς
169ἐς Τροίην ἡγεῖτο Διῒ φίλος · ἐν δὲ ἑκάστῃ
170πεντήκοντ’ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι ·
171πέντε δ’ἄρ’ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει
172σημαίνειν · αὐτὸς δὲ μέγα κρατέων ἤνασσε.
173τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ
174υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο ·
175ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη
176Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα,
177αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι,
178ὅς ῥ’ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα.
179τῆς δ’ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε
180παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη
181Φύλαντος θυγάτηρ · τῆς δὲ κρατὺς ἀργεϊφόντης
182ἠράσατ’, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν
183ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.
184αὐτίκα δ’εἰς ὑπερῷ’ἀναβὰς παρελέξατο λάθρῃ
185Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν
186Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
187αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια
188ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς,
189τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο
190ἠγάγετο πρὸς δώματ’, ἐπεὶ πόρε μυρία ἕδνα,
191τὸν δ’ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδ’ἀτίταλλεν
192ἀμφαγαπαζόμενος ὡς εἴθ’ἑὸν υἱὸν ἐόντα.
193τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε
194Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν
195ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον.
196τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ,
197πέμπτης δ’Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων.
198αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμ’ἡγεμόνεσσιν Ἀχιλλεὺς
199στῆσεν ἐῢ κρίνας, κρατερὸν δ’ἐπὶ μῦθον ἔτελλε ·
200210Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω,201ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι202πάνθ’ὑπὸ μηνιθμόν, καί μ’ᾐτιάασθε ἕκαστος ·203σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σ’ἔτρεφε μήτηρ,204νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους ·205οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν206αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.207ταῦτά μ’ἀγειρόμενοι θάμ’ἐβάζετε · νῦν δὲ πέφανται208φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γ’ἐράασθε.209ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω.
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
211μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν.
212ὡς δ’ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι
213δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων,
214ὣς ἄραρον κόρυθέςτε καὶ ἀσπίδες ὀμφαλόεσσαι.
215ἀσπὶς ἄρ’ἀσπίδ’ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ἀνήρ ·
216ψαῦον δ’ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
217νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.
218πάντων δὲ προπάροιθε δύ’ἀνέρε θωρήσσοντο
219Πάτροκλόςτε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες
220πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς
221βῆ ῥ’ἴμεν ἐς κλισίην, χηλοῦ δ’ἀπὸ πῶμ’ἀνέῳγε
222καλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζα
223θῆκ’ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων
224χλαινάωντ’ἀνεμοσκεπέων οὔλωντε ταπήτων.
225ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐ δέ τις ἄλλος
226οὔτ’ἀνδρῶν πίνεσκεν ἀπ’αὐτοῦ αἴθοπα οἶνον,
227οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί.
228τό ῥα τότ’ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ
229πρῶτον, ἔπειτα δ’ἔνιψ’ὕδατος καλῇσι ῥοῇσι,
230νίψατο δ’αὐτὸς χεῖρας, ἀφύσσατο δ’αἴθοπα οἶνον.
231εὔχετ’ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον
232οὐρανὸν εἰσανιδών · Δία δ’οὐ λάθε τερπικέραυνον ·
233249Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων234Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ235σοὶ ναίουσ’ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι,236ἠμὲν δή ποτ’ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο,237τίμησας μὲν ἐμέ, μέγα δ’ἴψαο λαὸν Ἀχαιῶν,238ἠδ’ἔτι καὶ νῦν μοι τόδ’ἐπικρήηνον ἐέλδωρ ·239αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι,240ἀλλ’ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι241μάρνασθαι · τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ,242θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ243εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν244ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι245μαίνονθ’, ὁππότ’ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος.246αὐτὰρ ἐπεί κ’ἀπὸ ναῦφι μάχην ἐνοπήντε δίηται,247ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο248τεύχεσίτε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.
ὣς ἔφατ’εὐχόμενος, τοῦ δ’ἔκλυε μητίετα Ζεύς.
250τῷ δ’ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δ’ἀνένευσε ·
251νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόντε μάχηντε
252δῶκε, σόον δ’ἀνένευσε μάχης ἐξαπονέεσθαι.
253ἤτοι ὃ μὲν σπείσαςτε καὶ εὐξάμενος Διὶ πατρὶ
254ἂψ κλισίην εἰσῆλθε, δέπας δ’ἀπέθηκ’ἐνὶ χηλῷ,
255στῆ δὲ πάροιθ’ἐλθὼν κλισίης, ἔτι δ’ἤθελε θυμῷ
256εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν.
257οἳ δ’ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες
258ἔστιχον, ὄφρ’ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν.
259αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο
260εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες
261αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκί’ἔχοντας
262νηπίαχοι · ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι.
263τοὺς δ’εἴ περ παρά τίςτε κιὼν ἄνθρωπος ὁδίτης
264κινήσῃ ἀέκων, οἳ δ’ἄλκιμον ἦτορ ἔχοντες
265πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι.
266τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες
267ἐκ νηῶν ἐχέοντο · βοὴ δ’ἄσβεστος ὀρώρει.
268Πάτροκλος δ’ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας ·
269275Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος270ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,271ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγ’ἄριστος272Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες,273γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων274ἣν ἄτην, ὅτ’ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου,
276ἐν δ’ἔπεσον Τρώεσσιν ἀολλέες · ἀμφὶ δὲ νῆες
277σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ’Ἀχαιῶν.
278Τρῶες δ’ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν
279αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας,
280πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες
281ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα
282μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δ’ἑλέσθαι ·
283πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
284Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ
285ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο,
286νηῒ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου,
287καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς
288ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπ’Ἀξιοῦ εὐρὺ ῥέοντος ·
289τὸν βάλε δεξιὸν ὦμον · ὃ δ’ὕπτιος ἐν κονίῃσι
290κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν
291Παίονες · ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν
292ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι.
293ἐκ νηῶν δ’ἔλασεν, κατὰ δ’ἔσβεσεν αἰθόμενον πῦρ.
294ἡμιδαὴς δ’ἄρα νηῦς λίπετ’αὐτόθι · τοὶ δὲ φόβηθεν
295Τρῶες θεσπεσίῳ ὁμάδῳ · Δαναοὶ δ’ἐπέχυντο
296νῆας ἀνὰ γλαφυράς · ὅμαδος δ’ἀλίαστος ἐτύχθη.
297ὡς δ’ὅτ’ἀφ’ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο
298κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς,
299ἔκτ’ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
300καὶ νάπαι, οὐρανόθεν δ’ἄρ’ὑπερράγη ἄσπετος αἰθήρ,
301ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ
302τυτθὸν ἀνέπνευσαν, πολέμου δ’οὐ γίγνετ’ἐρωή ·
303οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπ’Ἀχαιῶν
304προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν,
305ἀλλ’ἔτ’ἄρ’ἀνθίσταντο, νεῶν δ’ὑπόεικον ἀνάγκῃ.
306ἔνθα δ’ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης
307ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς
308αὐτίκ’ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν
309ἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε ·
310ῥῆξεν δ’ὀστέον ἔγχος, ὃ δὲ πρηνὴς ἐπὶ γαίῃ
311κάππεσ’· ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα
312στέρνον γυμνωθέντα παρ’ἀσπίδα, λῦσε δὲ γυῖα.
313Φυλεΐδης δ’Ἄμφικλον ἐφορμηθέντα δοκεύσας
314ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος
315μυὼν ἀνθρώπου πέλεται · περὶ δ’ἔγχεος αἰχμῇ
316νεῦρα διεσχίσθη · τὸν δὲ σκότος ὄσσε κάλυψε.
317Νεστορίδαι δ’ὃ μὲν οὔτασ’Ἀτύμνιον ὀξέϊ δουρὶ
318Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος ·
319ἤριπε δὲ προπάροιθε. Μάρις δ’αὐτοσχεδὰ δουρὶ
320Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς
321στὰς πρόσθεν νέκυος · τοῦ δ’ἀντίθεος Θρασυμήδης
322ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐ δ’ἀφάμαρτεν,
323ὦμον ἄφαρ · πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ
324δρύψ’ἀπὸ μυώνων, ἀπὸ δ’ὀστέον ἄχρις ἄραξε ·
325δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν.
326ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε
327βήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι
328υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν
329θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν.
330Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας
331ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον · ἀλλά οἱ αὖθι
332λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι.
333πᾶν δ’ὑπεθερμάνθη ξίφος αἵματι · τὸν δὲ κατ’ὄσσε
334ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
335Πηνέλεως δὲ Λύκωντε συνέδραμον · ἔγχεσι μὲν γὰρ
336ἤμβροτον ἀλλήλων, μέλεον δ’ἠκόντισαν ἄμφω ·
337τὼ δ’αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν
338ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν
339φάσγανον ἐρραίσθη · ὃ δ’ὑπ’οὔατος αὐχένα θεῖνε
340Πηνέλεως, πᾶν δ’εἴσω ἔδυ ξίφος, ἔσχεθε δ’οἶον
341δέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα.
342Μηριόνης δ’Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι
343νύξ’ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον ·
344ἤριπε δ’ἐξ ὀχέων, κατὰ δ’ὀφθαλμῶν κέχυτ’ἀχλύς.
345Ἰδομενεὺς δ’Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ
346νύξε · τὸ δ’ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε
347νέρθεν ὑπ’ἐγκεφάλοιο, κέασσε δ’ἄρ’ὀστέα λευκά ·
348ἐκ δ’ἐτίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω
349αἵματος ὀφθαλμοί · τὸ δ’ἀνὰ στόμα καὶ κατὰ ῥῖνας
350πρῆσε χανών · θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν.
351οὗτοι ἄρ’ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος.
352ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι
353σίνται ὑπ’ἐκ μήλων αἱρεύμενοι, αἵτ’ἐν ὄρεσσι
354ποιμένος ἀφραδίῃσι διέτμαγεν · οἳ δὲ ἰδόντες
355αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας ·
356ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον · οἳ δὲ φόβοιο
357δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς.
358Αἴας δ’ὃ μέγας αἰὲν ἐφ’Ἕκτορι χαλκοκορυστῇ
359ἵετ’ἀκοντίσσαι · ὃ δὲ ἰδρείῃ πολέμοιο
360ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους
361σκέπτετ’ὀϊστῶντε ῥοῖζον καὶ δοῦπον ἀκόντων.
362ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην ·
363ἀλλὰ καὶ ὧς ἀνέμιμνε, σάω δ’ἐρίηρας ἑταίρους.
364ὡς δ’ὅτ’ἀπ’Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω
365αἰθέρος ἐκ δίης, ὅτετε Ζεὺς λαίλαπα τείνῃ,
366ὣς τῶν ἐκ νηῶν γένετο ἰαχήτε φόβοςτε,
367οὐ δὲ κατὰ μοῖραν πέραον πάλιν. Ἕκτορα δ’ἵπποι
368ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸν
369Τρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε.
370πολλοὶ δ’ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι
371ἄξαντ’ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματ’ἀνάκτων,
372Πάτροκλος δ’ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων
373Τρωσὶ κακὰ φρονέων · οἳ δὲ ἰαχῇτε φόβῳτε
374πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν · ὕψι δ’ἀέλλη
375σκίδναθ’ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι
376ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
377Πάτροκλος δ’ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν,
378τῇ ῥ’ἔχ’ὁμοκλήσας · ὑπὸ δ’ἄξοσι φῶτες ἔπιπτον
379πρηνέες ἐξ ὀχέων, δίφροι δ’ἀνακυμβαλίαζον.
380ἀντικρὺ δ’ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι
381ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα,
382πρόσσω ἱέμενοι, ἐπὶ δ’Ἕκτορι κέκλετο θυμός ·
383ἵετο γὰρ βαλέειν · τὸν δ’ἔκφερον ὠκέες ἵπποι.
384ὡς δ’ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν
385ἤματ’ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ
386Ζεύς, ὅτε δή ῥ’ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ,
387οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας,
388ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες ·
389τῶν δέτε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες,
390πολλὰς δὲ κλιτῦς τότ’ἀποτμήγουσι χαράδραι,
391ἐς δ’ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι
392ἐξ ὀρέων ἐπικάρ, μινύθει δέτε ἔργ’ἀνθρώπων ·
393ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι.
394Πάτροκλος δ’ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας,
395ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐ δὲ πόληος
396εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ
397νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο
398κτεῖνε μεταΐσσων, πολέων δ’ἀπετίνυτο ποινήν.
399ἔνθ’ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ
400στέρνον γυμνωθέντα παρ’ἀσπίδα, λῦσε δὲ γυῖα ·
401δούπησεν δὲ πεσών · ὃ δὲ Θέστορα Ἤνοπος υἱὸν
402δεύτερον ὁρμηθείς · ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ
403ἧστο ἀλείς · ἐκ γὰρ πλήγη φρένας, ἐκ δ’ἄρα χειρῶν
404ἡνία ἠΐχθησαν · ὃ δ’ἔγχεϊ νύξε παραστὰς
405γναθμὸν δεξιτερόν, διὰ δ’αὐτοῦ πεῖρεν ὀδόντων,
406ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς
407πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν
408ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ ·
409ὣς ἕλκ’ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ,
410κὰδ δ’ἄρ’ἐπὶ στόμ’ἔωσε · πεσόντα δέ μιν λίπε θυμός.
411αὐτὰρ ἔπειτ’Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ
412μέσσην κὰκ κεφαλήν · ἣ δ’ἄνδιχα πᾶσα κεάσθη
413ἐν κόρυθι βριαρῇ · ὃ δ’ἄρα πρηνὴς ἐπὶ γαίῃ
414κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.
415αὐτὰρ ἔπειτ’Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην
416Τληπόλεμόντε Δαμαστορίδην Ἐχίοντε Πύριντε
417Ἰφέατ’Εὔιππόντε καὶ Ἀργεάδην Πολύμηλον
418πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
419Σαρπηδὼν δ’ὡς οὖν ἴδ’ἀμιτροχίτωνας ἑταίρους
420χέρσ’ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας,
421κέκλετ’ἄρ’ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν ·
422426αἰδὼς ὦ Λύκιοι · πόσε φεύγετε; νῦν θοοὶ ἔστε.423ἀντήσω γὰρ ἐγὼ τοῦδ’ἀνέρος, ὄφρα δαείω424ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε425Τρῶας, ἐπεὶ πολλῶντε καὶ ἐσθλῶν γούνατ’ἔλυσεν.
ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
427Πάτροκλος δ’ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου.
428οἳ δ’ὥςτ’αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι
429πέτρῃ ἐφ’ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται,
430ὣς οἳ κεκλήγοντες ἐπ’ἀλλήλοισιν ὄρουσαν.
431τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω,
432Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόντε ·
433439ὤ μοι ἐγών, ὅτέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν434μοῖρ’ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι.435διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι,436ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης437θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ,438ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω.
τὸν δ’ἠμείβετ’ἔπειτα βοῶπις πότνια Ἥρη ·
440458αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.441ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ442ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;443ἔρδ’· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.444ἄλλο δέ τοι ἐρέω, σὺ δ’ἐνὶ φρεσὶ βάλλεο σῇσιν ·445αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ,446φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος447πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης ·448πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται449υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις.450ἀλλ’εἴ τοι φίλος ἐστί, τεὸν δ’ὀλοφύρεται ἦτορ,451ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ452χέρσ’ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι ·453αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχήτε καὶ αἰών,454πέμπειν μιν θάνατόντε φέρειν καὶ νήδυμον ὕπνον455εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται,456ἔνθά ἑ ταρχύσουσι κασίγνητοίτε ἔταιτε457τύμβῳτε στήλῃτε · τὸ γὰρ γέρας ἐστὶ θανόντων.
ὣς ἔφατ’, οὐ δ’ἀπίθησε πατὴρ ἀνδρῶντε θεῶντε ·
459αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε
460παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε
461φθίσειν ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.
462οἳ δ’ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ἀλλήλοισιν ἰόντες,
463ἔνθ’ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον,
464ὅς ῥ’ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος,
465τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα.
466Σαρπηδὼν δ’αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ
467δεύτερον ὁρμηθείς, ὃ δὲ Πήδασον οὔτασεν ἵππον
468ἔγχεϊ δεξιὸν ὦμον · ὃ δ’ἔβραχε θυμὸν ἀΐσθων,
469κὰδ δ’ἔπεσ’ἐν κονίῃσι μακών, ἀπὸ δ’ἔπτατο θυμός.
470τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι
471σύγχυτ’, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι.
472τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ ·
473σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ
474ἀΐξας ἀπέκοψε παρήορον οὐ δ’ἐμάτησε ·
475τὼ δ’ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν ·
476τὼ δ’αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο.
477ἔνθ’αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ,
478Πατρόκλου δ’ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ’ἀκωκὴ
479ἔγχεος, οὐ δ’ἔβαλ’αὐτόν · ὃ δ’ὕστερος ὄρνυτο χαλκῷ
480Πάτροκλος · τοῦ δ’οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
481ἀλλ’ἔβαλ’ἔνθ’ἄρατε φρένες ἔρχαται ἀμφ’ἁδινὸν κῆρ.
482ἤριπε δ’ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς
483ἠὲ πίτυς βλωθρή, τήντ’οὔρεσι τέκτονες ἄνδρες
484ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι ·
485ὣς ὃ πρόσθ’ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
486βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
487ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν
488αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι,
489ὤλετότε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος,
490ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων
491κτεινόμενος μενέαινε, φίλον δ’ὀνόμηνεν ἑταῖρον ·
492502Γλαῦκε πέπον πολεμιστὰ μετ’ἀνδράσι νῦν σε μάλα χρὴ493αἰχμητήντ’ἔμεναι καὶ θαρσαλέον πολεμιστήν ·494νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι.495πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας496πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι ·497αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ.498σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος499ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μ’Ἀχαιοὶ500τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.501ἀλλ’ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.
ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν
503ὀφθαλμοὺς ῥῖνάςθ’· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων
504ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο ·
505τοῖο δ’ἅμα ψυχήντε καὶ ἔγχεος ἐξέρυσ’αἰχμήν.
506Μυρμιδόνες δ’αὐτοῦ σχέθον ἵππους φυσιόωντας
507ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματ’ἀνάκτων.
508Γλαύκῳ δ’αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι ·
509ὠρίνθη δέ οἱ ἦτορ ὅτ’οὐ δύνατο προσαμῦναι.
510χειρὶ δ’ἑλὼν ἐπίεζε βραχίονα · τεῖρε γὰρ αὐτὸν
511ἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ
512τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων.
513εὐχόμενος δ’ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι ·
514527κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ515εἲς ἢ ἐνὶ Τροίῃ · δύνασαι δὲ σὺ πάντοσ’ἀκούειν516ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει.517ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ518ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐ δέ μοι αἷμα519τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπ’αὐτοῦ ·520ἔγχος δ’οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐ δὲ μάχεσθαι521ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δ’ὤριστος ὄλωλε522Σαρπηδὼν Διὸς υἱός · ὃ δ’οὐ οὗ παιδὸς ἀμύνει.523ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι,524κοίμησον δ’ὀδύνας, δὸς δὲ κράτος, ὄφρ’ἑτάροισι525κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν,526αὐτόςτ’ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι.
ὣς ἔφατ’εὐχόμενος, τοῦ δ’ἔκλυε Φοῖβος Ἀπόλλων.
528αὐτίκα παῦσ’ὀδύνας ἀπὸ δ’ἕλκεος ἀργαλέοιο
529αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ.
530Γλαῦκος δ’ἔγνω ᾗσιν ἐνὶ φρεσὶ γήθησέντε
531ὅττί οἱ ὦκ’ἤκουσε μέγας θεὸς εὐξαμένοιο.
532πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας
533πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι ·
534αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων
535Πουλυδάμαντ’ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον,
536βῆ δὲ μετ’Αἰνείαντε καὶ Ἕκτορα χαλκοκορυστήν,
537ἀγχοῦ δ’ἱστάμενος ἔπεα πτερόεντα προσηύδα ·
538548Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων,539οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης540θυμὸν ἀποφθινύθουσι · σὺ δ’οὐκ ἐθέλεις ἐπαμύνειν.541κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων,542ὃς Λυκίην εἴρυτο δίκῃσίτε καὶ σθένεϊ ᾧ ·543τὸν δ’ὑπὸ Πατρόκλῳ δάμασ’ἔγχεϊ χάλκεος Ἄρης.544ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ,545μὴ ἀπὸ τεύχε’ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸν546Μυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο,547τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν.
ὣς ἔφατο, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος
549ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος
550ἔσκε καὶ ἀλλοδαπός περ ἐών · πολέες γὰρ ἅμ’αὐτῷ
551λαοὶ ἕποντ’, ἐν δ’αὐτὸς ἀριστεύεσκε μάχεσθαι ·
552βὰν δ’ἰθὺς Δαναῶν λελιημένοι · ἦρχε δ’ἄρά σφιν
553Ἕκτωρ χωόμενος Σαρπηδόνος. αὐτὰρ Ἀχαιοὺς
554ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ ·
555Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ ·
556562Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω,557οἷοί περ πάρος ἦτε μετ’ἀνδράσιν ἢ καὶ ἀρείους.558κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν559Σαρπηδών · ἀλλ’εἴ μιν ἀεικισσαίμεθ’ἑλόντες,560τεύχεάτ’ὤμοιιν ἀφελοίμεθα, καί τιν’ἑταίρων561αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ.
ὣς ἔφαθ’, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.
563οἳ δ’ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας
564Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί,
565σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι
566δεινὸν ἀΰσαντες · μέγα δ’ἔβραχε τεύχεα φωτῶν.
567Ζεὺς δ’ἐπὶ νύκτ’ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ,
568ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη.
569ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς ·
570βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν
571υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς,
572ὅς ῥ’ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε
573τὸ πρίν · ἀτὰρ τότε γ’ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας
574ἐς Πηλῆ’ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν ·
575οἳ δ’ἅμ’Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι
576Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
577τόν ῥα τόθ’ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ
578χερμαδίῳ κεφαλήν · ἣ δ’ἄνδιχα πᾶσα κεάσθη
579ἐν κόρυθι βριαρῇ · ὃ δ’ἄρα πρηνὴς ἐπὶ νεκρῷ
580κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.
581Πατρόκλῳ δ’ἄρ’ἄχος γένετο φθιμένου ἑτάροιο,
582ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς
583ὠκέϊ, ὅςτ’ἐφόβησε κολοιούςτε ψῆράςτε ·
584ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε
585ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο.
586καί ῥ’ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν
587αὐχένα χερμαδίῳ, ῥῆξεν δ’ἀπὸ τοῖο τένοντας.
588χώρησαν δ’ὑπότε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ.
589ὅσση δ’αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται,
590ἥν ῥάτ’ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ
591ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων,
592τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δ’Ἀχαιοί.
593Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων
594ἐτράπετ’, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον
595Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων
596ὄλβῳτε πλούτῳτε μετέπρεπε Μυρμιδόνεσσι.
597τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ
598στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων ·
599δούπησεν δὲ πεσών · πυκινὸν δ’ἄχος ἔλλαβ’Ἀχαιούς,
600ὡς ἔπεσ’ἐσθλὸς ἀνήρ · μέγα δὲ Τρῶες κεχάροντο,
601στὰν δ’ἀμφ’αὐτὸν ἰόντες ἀολλέες · οὐ δ’ἄρ’Ἀχαιοὶ
602ἀλκῆς ἐξελάθοντο, μένος δ’ἰθὺς φέρον αὐτῶν.
603ἔνθ’αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν
604Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς
605Ἰδαίου ἐτέτυκτο, θεὸς δ’ὣς τίετο δήμῳ.
606τὸν βάλ’ὑπὸ γναθμοῖο καὶ οὔατος · ὦκα δὲ θυμὸς
607ᾤχετ’ἀπὸ μελέων, στυγερὸς δ’ἄρα μιν σκότος εἷλεν.
608Αἰνείας δ’ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν ·
609ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.
610ἀλλ’ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος ·
611πρόσσω γὰρ κατέκυψε, τὸ δ’ἐξόπιθεν δόρυ μακρὸν
612οὔδει ἐνισκίμφθη, ἐπὶ δ’οὐρίαχος πελεμίχθη
613ἔγχεος · ἔνθα δ’ἔπειτ’ἀφίει μένος ὄβριμος Ἄρης.
614αἰχμὴ δ’Αἰνείαο κραδαινομένη κατὰ γαίης
615ᾤχετ’, ἐπεί ῥ’ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
616Αἰνείας δ’ἄρα θυμὸν ἐχώσατο φώνησέντε ·
617619Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα618ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σ’ἔβαλόν περ.
τὸν δ’αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα ·
620626Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα621πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα622ἔλθῃ ἀμυνόμενος · θνητὸς δέ νυ καὶ σὺ τέτυξαι.623εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ,624αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς625εὖχος ἐμοὶ δοίης, ψυχὴν δ’Ἄϊδι κλυτοπώλῳ.
ὣς φάτο, τὸν δ’ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός ·
627632Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις;628ὦ πέπον οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι629νεκροῦ χωρήσουσι · πάρος τινὰ γαῖα καθέξει.630ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ’ἐνὶ βουλῇ ·631τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι.
ὣς εἰπὼν ὃ μὲν ἦρχ’, ὃ δ’ἅμ’ἕσπετο ἰσόθεος φώς.
633τῶν δ’ὥςτε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει
634οὔρεος ἐν βήσσῃς, ἕκαθεν δέτε γίγνετ’ἀκουή,
635ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης
636χαλκοῦτε ῥινοῦτε βοῶντ’εὐποιητάων,
637νυσσομένων ξίφεσίντε καὶ ἔγχεσιν ἀμφιγύοισιν.
638οὐ δ’ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον
639ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν
640ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους.
641οἳ δ’αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι
642σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας
643ὥρῃ ἐν εἰαρινῇ, ὅτετε γλάγος ἄγγεα δεύει ·
644ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐ δέ ποτε Ζεὺς
645τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ,
646ἀλλὰ κατ’αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ,
647πολλὰ μάλ’ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων,
648ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ
649αὐτοῦ ἐπ’ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ
650χαλκῷ δῃώσῃ, ἀπότ’ὤμων τεύχε’ἕληται,
651ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.
652ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
653ὄφρ’ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος
654ἐξαῦτις Τρῶάςτε καὶ Ἕκτορα χαλκοκορυστὴν
655ὤσαιτο προτὶ ἄστυ, πολέων δ’ἀπὸ θυμὸν ἕλοιτο.
656Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν ·
657ἐς δίφρον δ’ἀναβὰς φύγαδ’ἔτραπε, κέκλετο δ’ἄλλους
658Τρῶας φευγέμεναι · γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα.
659ἔνθ’οὐ δ’ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν
660πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ
661κείμενον ἐν νεκύων ἀγύρει · πολέες γὰρ ἐπ’αὐτῷ
662κάππεσον, εὖτ’ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.
663οἳ δ’ἄρ’ἀπ’ὤμοιιν Σαρπηδόνος ἔντε’ἕλοντο
664χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας
665δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός.
666καὶ τότ’Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς ·
667676εἰ δ’ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον668ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα669πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι670χρῖσόντ’ἀμβροσίῃ, περὶ δ’ἄμβροτα εἵματα ἕσσον ·671πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι672ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα673θήσουσ’ἐν Λυκίης εὐρείης πίονι δήμῳ,674ἔνθά ἑ ταρχύσουσι κασίγνητοίτε ἔταιτε675τύμβῳτε στήλῃτε · τὸ γὰρ γέρας ἐστὶ θανόντων.
ὣς ἔφατ’, οὐ δ’ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων.
677βῆ δὲ κατ’Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν,
678αὐτίκα δ’ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας
679πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι
680χρῖσέντ’ἀμβροσίῃ, περὶ δ’ἄμβροτα εἵματα ἕσσε ·
681πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,
682ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα
683κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ.
684Πάτροκλος δ’ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας
685Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγ’ἀάσθη
686νήπιος · εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν
687ἦτ’ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο.
688ἀλλ’αἰείτε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν ·
689ὅςτε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην
690ῥηϊδίως, ὅτε δ’αὐτὸς ἐποτρύνῃσι μάχεσθαι ·
691ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν.
692ἔνθα τίνα πρῶτον τίνα δ’ὕστατον ἐξενάριξας
693Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν;
694Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον
695καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον,
696αὐτὰρ ἔπειτ’Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην ·
697τοὺς ἕλεν · οἳ δ’ἄλλοι φύγαδε μνώοντο ἕκαστος.
698ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν
699Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν,
700εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου
701ἔστη τῷ ὀλοὰ φρονέων, Τρώεσσι δ’ἀρήγων.
702τρὶς μὲν ἐπ’ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο
703Πάτροκλος, τρὶς δ’αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων
704χείρεσσ’ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων.
705ἀλλ’ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
706δεινὰ δ’ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα ·
707710χάζεο διογενὲς Πατρόκλεες · οὔ νύ τοι αἶσα708σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων,709οὐ δ’ὑπ’Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων.
ὣς φάτο, Πάτροκλος δ’ἀνεχάζετο πολλὸν ὀπίσσω
711μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
712Ἕκτωρ δ’ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους ·
713δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας,
714ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι.
715ταῦτ’ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων
716ἀνέρι εἰσάμενος αἰζηῷτε κρατερῷτε
717Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο
718αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος,
719ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο ·
720τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων ·
721726Ἕκτορ τίπτε μάχης ἀποπαύεαι; οὐ δέ τί σε χρή.722αἴθ’ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην ·723τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας.724ἀλλ’ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους,725αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων.
ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,
727Κεβριόνῃ δ’ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ
728ἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ Ἀπόλλων
729δύσεθ’ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισιν
730ἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
731Ἕκτωρ δ’ἄλλους μὲν Δαναοὺς ἔα οὐ δ’ἐνάριζεν ·
732αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους.
733Πάτροκλος δ’ἑτέρωθεν ἀφ’ἵππων ἆλτο χαμᾶζε
734σκαιῇ ἔγχος ἔχων · ἑτέρηφι δὲ λάζετο πέτρον
735μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν,
736ἧκε δ’ἐρεισάμενος, οὐ δὲ δὴν χάζετο φωτός,
737οὐ δ’ἁλίωσε βέλος, βάλε δ’Ἕκτορος ἡνιοχῆα
738Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο
739ἵππων ἡνί’ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ.
740ἀμφοτέρας δ’ὀφρῦς σύνελεν λίθος, οὐ δέ οἱ ἔσχεν
741ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν
742αὐτοῦ πρόσθε ποδῶν · ὃ δ’ἄρ’ἀρνευτῆρι ἐοικὼς
743κάππεσ’ἀπ’εὐεργέος δίφρου, λίπε δ’ὀστέα θυμός.
744τὸν δ’ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ ·
745751ὢ πόποι ἦ μάλ’ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ.746εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο,747πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν748νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη,749ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ.750ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν.
ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει
752οἶμα λέοντος ἔχων, ὅςτε σταθμοὺς κεραΐζων
753ἔβλητο πρὸς στῆθος, ἑήτέ μιν ὤλεσεν ἀλκή ·
754ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς.
755Ἕκτωρ δ’αὖθ’ἑτέρωθεν ἀφ’ἵππων ἆλτο χαμᾶζε.
756τὼ περὶ Κεβριόναο λέονθ’ὣς δηρινθήτην,
757ὥτ’ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο
758ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον ·
759ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς
760Πάτροκλόςτε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ
761ἵεντ’ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
762Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει ·
763Πάτροκλος δ’ἑτέρωθεν ἔχεν ποδός · οἳ δὲ δὴ ἄλλοι
764Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.
765ὡς δ’Εὖρόςτε Νότοςτ’ἐριδαίνετον ἀλλήλοιιν
766οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην
767φηγόντε μελίηντε τανύφλοιόντε κράνειαν,
768αἵτε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους
769ἠχῇ θεσπεσίῃ, πάταγος δέτε ἀγνυμενάων,
770ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ’ἀλλήλοισι θορόντες
771δῄουν, οὐ δ’ἕτεροι μνώοντ’ὀλοοῖο φόβοιο.
772πολλὰ δὲ Κεβριόνην ἀμφ’ὀξέα δοῦρα πεπήγει
773ἰοίτε πτερόεντες ἀπὸ νευρῆφι θορόντες,
774πολλὰ δὲ χερμάδια μεγάλ’ἀσπίδας ἐστυφέλιξαν
775μαρναμένων ἀμφ’αὐτόν · ὃ δ’ἐν στροφάλιγγι κονίης
776κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
777ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
778τόφρα μάλ’ἀμφοτέρων βέλε’ἥπτετο, πῖπτε δὲ λαός ·
779ἦμος δ’Ἠέλιος μετενίσετο βουλυτὸν δέ,
780καὶ τότε δή ῥ’ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν.
781ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσαν
782Τρώων ἐξ ἐνοπῆς, καὶ ἀπ’ὤμων τεύχε’ἕλοντο,
783Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε.
784τρὶς μὲν ἔπειτ’ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ
785σμερδαλέα ἰάχων, τρὶς δ’ἐννέα φῶτας ἔπεφνεν.
786ἀλλ’ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
787ἔνθ’ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή ·
788ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ
789δεινός · ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν,
790ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε ·
791στῆ δ’ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέετ’ὤμω
792χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.
793τοῦ δ’ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων ·
794ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφ’ἵππων
795αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι
796αἵματι καὶ κονίῃσι · πάρος γε μὲν οὐ θέμις ἦεν
797ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν,
798ἀλλ’ἀνδρὸς θείοιο κάρη χαρίεντε μέτωπον
799ῥύετ’Ἀχιλλῆος · τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν
800ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος.
801πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος
802βριθὺ μέγα στιβαρὸν κεκορυθμένον · αὐτὰρ ἀπ’ὤμων
803ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.
804λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.
805τὸν δ’ἄτη φρένας εἷλε, λύθεν δ’ὑπὸ φαίδιμα γυῖα,
806στῆ δὲ ταφών · ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ
807ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ
808Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο
809ἔγχεΐθ’ἱπποσύνῃτε πόδεσσίτε καρπαλίμοισι ·
810καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφ’ἵππων
811πρῶτ’ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο ·
812ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ
813οὐ δὲ δάμασσ’· ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δ’ὁμίλῳ,
814ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐ δ’ὑπέμεινε
815Πάτροκλον γυμνόν περ ἐόντ’ἐν δηϊοτῆτι.
816Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς
817ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ἀλεείνων.
818Ἕκτωρ δ’ὡς εἶδεν Πατροκλῆα μεγάθυμον
819ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ,
820ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ
821νείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε ·
822δούπησεν δὲ πεσών, μέγα δ’ἤκαχε λαὸν Ἀχαιῶν ·
823ὡς δ’ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ,
824ὥτ’ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον
825πίδακος ἀμφ’ὀλίγης · ἐθέλουσι δὲ πιέμεν ἄμφω ·
826πολλὰ δέτ’ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν ·
827ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν
828Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,
829καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα ·
830843Πάτροκλ’ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν,831Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας832ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν833νήπιε · τάων δὲ πρόσθ’Ἕκτορος ὠκέες ἵπποι834ποσσὶν ὀρωρέχαται πολεμίζειν · ἔγχεϊ δ’αὐτὸς835Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω836ἦμαρ ἀναγκαῖον · σὲ δέτ’ἐνθάδε γῦπες ἔδονται.837ἆ δείλ’, οὐ δέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς,838ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετ’ἰόντι ·842ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.
τὸν δ’ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ ·
844855ἤδη νῦν Ἕκτορ μεγάλ’εὔχεο · σοὶ γὰρ ἔδωκε845νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν846ῥηιδίως · αὐτοὶ γὰρ ἀπ’ὤμων τεύχε’ἕλοντο.847τοιοῦτοι δ’εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν,848πάντές κ’αὐτόθ’ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.849ἀλλά με μοῖρ’ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός,850ἀνδρῶν δ’Εὔφορβος · σὺ δέ με τρίτος ἐξεναρίζεις.851ἄλλο δέ τοι ἐρέω, σὺ δ’ἐνὶ φρεσὶ βάλλεο σῇσιν ·852οὔ θην οὐ δ’αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη853ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ854χερσὶ δαμέντ’Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.
ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε ·
856ψυχὴ δ’ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
857ὃν πότμον γοόωσα λιποῦσ’ἀνδροτῆτα καὶ ἥβην.
858τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ ·
859862Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;860τίς δ’οἶδ’εἴ κ’Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο861φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;
ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς
863εἴρυσε λὰξ προσβάς, τὸν δ’ὕπτιον ὦσ’ἀπὸ δουρός.
864αὐτίκα δὲ ξὺν δουρὶ μετ’Αὐτομέδοντα βεβήκει
865ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο ·
866ἵετο γὰρ βαλέειν · τὸν δ’ἔκφερον ὠκέες ἵπποι
867ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.