Iliad, Book 24 (Ω)
λῦτο δ’ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι
2ἐσκίδναντ’ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο
3ὕπνουτε γλυκεροῦ ταρπήμεναι · αὐτὰρ Ἀχιλλεὺς
4κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐ δέ μιν ὕπνος
5ᾕρει πανδαμάτωρ, ἀλλ’ἐστρέφετ’ἔνθα καὶ ἔνθα
6Πατρόκλου ποθέων ἀνδροτῆτάτε καὶ μένος ἠΰ,
7ἠδ’ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα
8ἀνδρῶντε πτολέμους ἀλεγεινάτε κύματα πείρων ·
9τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,
10ἄλλοτ’ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δ’αὖτε
11ὕπτιος, ἄλλοτε δὲ πρηνής · τοτὲ δ’ὀρθὸς ἀναστὰς
12δινεύεσκ’ἀλύων παρὰ θῖν’ἁλός · οὐ δέ μιν ἠὼς
13φαινομένη λήθεσκεν ὑπεὶρ ἅλατ’ἠϊόναςτε.
14ἀλλ’ὅ γ’ἐπεὶ ζεύξειεν ὑφ’ἅρμασιν ὠκέας ἵππους,
15Ἕκτορα δ’ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,
16τρὶς δ’ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος
17αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέτ’ἔασκεν
18ἐν κόνι ἐκτανύσας προπρηνέα · τοῖο δ’Ἀπόλλων
19πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτ’ἐλεαίρων
20καὶ τεθνηότα περ · περὶ δ’αἰγίδι πάντα κάλυπτε
21χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
22ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων ·
23τὸν δ’ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,
24κλέψαι δ’ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην.
25ἔνθ’ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐ δέ ποθ’Ἥρῃ
26οὐ δὲ Ποσειδάων’οὐ δὲ γλαυκώπιδι κούρῃ,
27ἀλλ’ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ
28καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκ’ἄτης,
29ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,
30τὴν δ’ᾔνησ’ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν.
31ἀλλ’ὅτε δή ῥ’ἐκ τοῖο δυωδεκάτη γένετ’ἠώς,
32καὶ τότ’ἄρ’ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων ·
3355σχέτλιοί ἐστε θεοί, δηλήμονες · οὔ νύ ποθ’ὑμῖν34Ἕκτωρ μηρί’ἔκηε βοῶν αἰγῶντε τελείων;35τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι36ᾗτ’ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ37καὶ πατέρι Πριάμῳ λαοῖσίτε, τοί κέ μιν ὦκα38ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.39ἀλλ’ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθ’ἐπαρήγειν,40ᾧ οὔτ’ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα41γναμπτὸν ἐνὶ στήθεσσι, λέων δ’ὣς ἄγρια οἶδεν,42ὅςτ’ἐπεὶ ἂρ μεγάλῃτε βίῃ καὶ ἀγήνορι θυμῷ43εἴξας εἶσ’ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν ·44ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐ δέ οἱ αἰδὼς45γίγνεται, ἥτ’ἄνδρας μέγα σίνεται ἠδ’ὀνίνησι.46μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι47ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν ·48ἀλλ’ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε ·49τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.50αὐτὰρ ὅ γ’Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,51ἵππων ἐξάπτων περὶ σῆμ’ἑτάροιο φίλοιο52ἕλκει · οὐ μήν οἱ τό γε κάλλιον οὐ δέτ’ἄμεινον.53μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς ·54κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.
τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη ·
5664εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε57εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν.58Ἕκτωρ μὲν θνητόςτε γυναῖκάτε θήσατο μαζόν ·59αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ60θρέψάτε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν61Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετ’ἀθανάτοισι.62πάντες δ’ἀντιάασθε θεοὶ γάμου · ἐν δὲ σὺ τοῖσι63δαίνυ’ἔχων φόρμιγγα κακῶν ἕταρ’, αἰὲν ἄπιστε.
τὴν δ’ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
6577Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν ·66οὐ μὲν γὰρ τιμή γε μί’ἔσσεται · ἀλλὰ καὶ Ἕκτωρ67φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν ·68ὣς γὰρ ἔμοιγ’, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.69οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης70λοιβῆςτε κνίσηςτε · τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.71ἀλλ’ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐ δέ πῃ ἔστι,72λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα · ἦ γάρ οἱ αἰεὶ73μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάςτε καὶ ἦμαρ.74ἀλλ’εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο,75ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς76δώρων ἐκ Πριάμοιο λάχῃ ἀπόθ’Ἕκτορα λύσῃ.
ὣς ἔφατ’, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,
78μεσσηγὺς δὲ Σάμουτε καὶ Ἴμβρου παιπαλοέσσης
79ἔνθορε μείλανι πόντῳ · ἐπεστονάχησε δὲ λίμνη.
80ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,
81ἥτε κατ’ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα
82ἔρχεται ὠμηστῇσιν ἐπ’ἰχθύσι κῆρα φέρουσα.
83εὗρε δ’ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δ’ἄρ’ἄλλαι
84εἵαθ’ὁμηγερέες ἅλιαι θεαί · ἣ δ’ἐνὶ μέσσῃς
85κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε
86φθίσεσθ’ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.
87ἀγχοῦ δ’ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις ·
8889ὄρσο Θέτι · καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
τὴν δ’ἠμείβετ’ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα ·
9093τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ91μίσγεσθ’ἀθανάτοισιν, ἔχω δ’ἄχε’ἄκριτα θυμῷ.92εἶμι μέν, οὐ δ’ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ.
ὣς ἄρα φωνήσασα κάλυμμ’ἕλε δῖα θεάων
94κυάνεον, τοῦ δ’οὔ τι μελάντερον ἔπλετο ἔσθος.
95βῆ δ’ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις
96ἡγεῖτ’· ἀμφὶ δ’ἄρα σφι λιάζετο κῦμα θαλάσσης.
97ἀκτὴν δ’ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην,
98εὗρον δ’εὐρύοπα Κρονίδην, περὶ δ’ἄλλοι ἅπαντες
99εἵαθ’ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.
100ἣ δ’ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δ’Ἀθήνη.
101Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε
102καί ῥ’εὔφρην’ἐπέεσσι · Θέτις δ’ὤρεξε πιοῦσα.
103τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶντε θεῶντε ·
104120ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ,105πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν · οἶδα καὶ αὐτός ·106ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σ’εἵνεκα δεῦρο κάλεσσα.107ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν108Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ ·109κλέψαι δ’ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην ·110αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω111αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων.112αἶψα μάλ’ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον ·113σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δ’ἔξοχα πάντων114ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν115Ἕκτορ’ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐ δ’ἀπέλυσεν,116αἴ κέν πως ἐμέτε δείσῃ ἀπόθ’Ἕκτορα λύσῃ.117αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω118λύσασθαι φίλον υἱὸν ἰόντ’ἐπὶ νῆας Ἀχαιῶν,119δῶρα δ’Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ.
ὣς ἔφατ’, οὐ δ’ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα,
121βῆ δὲ κατ’Οὐλύμποιο καρήνων ἀΐξασα,
122ἷξεν δ’ἐς κλισίην οὗ υἱέος · ἔνθ’ἄρα τόν γε
123εὗρ’ἁδινὰ στενάχοντα · φίλοι δ’ἀμφ’αὐτὸν ἑταῖροι
124ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον ·
125τοῖσι δ’ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο.
126ἣ δὲ μάλ’ἄγχ’αὐτοῖο καθέζετο πότνια μήτηρ,
127χειρίτέ μιν κατέρεξεν ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζε ·
128138τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων129σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου130οὔτ’εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι131μίσγεσθ’· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη132ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή.133ἀλλ’ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι ·134σκύζεσθαι σοί φησι θεούς, ἑὲ δ’ἔξοχα πάντων135ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν136Ἕκτορ’ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐ δ’ἀπέλυσας.137ἀλλ’ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.
τὴν δ’ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
139141τῇδ’εἴη · ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο,140εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει.
ὣς οἵ γ’ἐν νηῶν ἀγύρει μήτηρτε καὶ υἱὸς
142πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντ’ἀγόρευον.
143Ἶριν δ’ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν ·
144159βάσκ’ἴθι Ἶρι ταχεῖα λιποῦσ’ἕδος Οὐλύμποιο145ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω146λύσασθαι φίλον υἱὸν ἰόντ’ἐπὶ νῆας Ἀχαιῶν,147δῶρα δ’Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ148οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.149κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κ’ἰθύνοι150ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις151νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.152μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος ·153τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην,154ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.155αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,156οὔτ’αὐτὸς κτενέει ἀπότ’ἄλλους πάντας ἐρύξει ·157οὔτε γάρ ἐστ’ἄφρων οὔτ’ἄσκοπος οὔτ’ἀλιτήμων,158ἀλλὰ μάλ’ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.
ὣς ἔφατ’, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα.
160ἷξεν δ’ἐς Πριάμοιο, κίχεν δ’ἐνοπήντε γόοντε.
161παῖδες μὲν πατέρ’ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς
162δάκρυσιν εἵματ’ἔφυρον, ὃ δ’ἐν μέσσοισι γεραιὸς
163ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος · ἀμφὶ δὲ πολλὴ
164κόπρος ἔην κεφαλῇτε καὶ αὐχένι τοῖο γέροντος
165τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι.
166θυγατέρες δ’ἀνὰ δώματ’ἰδὲ νυοὶ ὠδύροντο
167τῶν μιμνησκόμεναι οἳ δὴ πολέεςτε καὶ ἐσθλοὶ
168χερσὶν ὑπ’Ἀργείων κέατο ψυχὰς ὀλέσαντες.
169στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα
170τυτθὸν φθεγξαμένη · τὸν δὲ τρόμος ἔλλαβε γυῖα ·
171188θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει ·172οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδ’ἱκάνω173ἀλλ’ἀγαθὰ φρονέουσα · Διὸς δέ τοι ἄγγελός εἰμι,174ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ’ἐλεαίρει.175λύσασθαί σ’ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον,176δῶρα δ’Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ177οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.178κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κ’ἰθύνοι179ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις180νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.181μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μη δέ τι τάρβος ·182τοῖος γάρ τοι πομπὸς ἅμ’ἕψεται ἀργεϊφόντης,183ὅς σ’ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.184αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,185οὔτ’αὐτὸς κτενέει ἀπότ’ἄλλους πάντας ἐρύξει ·186οὔτε γάρ ἔστ’ἄφρων οὔτ’ἄσκοπος οὔτ’ἀλιτήμων,187ἀλλὰ μάλ’ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.
ἣ μὲν ἄρ’ὣς εἰποῦσ’ἀπέβη πόδας ὠκέα Ἶρις,
189αὐτὰρ ὅ γ’υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην
190ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπ’αὐτῆς.
191αὐτὸς δ’ἐς θάλαμον κατεβήσετο κηώεντα
192κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει ·
193ἐς δ’ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέντε ·
194200δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε195λύσασθαι φίλον υἱὸν ἰόντ’ἐπὶ νῆας Ἀχαιῶν,196δῶρα δ’Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ.197ἀλλ’ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι;198αἰνῶς γάρ μ’αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε199κεῖσ’ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν.
ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ ·
201217ὤ μοι πῇ δή τοι φρένες οἴχονθ’, ᾗς τὸ πάρος περ202ἔκλε’ἐπ’ἀνθρώπους ξείνους ἠδ’οἷσιν ἀνάσσεις;203πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος204ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέαςτε καὶ ἐσθλοὺς205υἱέας ἐξενάριξε · σιδήρειόν νύ τοι ἦτορ.206εἰ γάρ σ’αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν207ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σ’ἐλεήσει,208οὐ δέ τί σ’αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν209ἥμενοι ἐν μεγάρῳ · τῷ δ’ὥς ποθι Μοῖρα κραταιὴ210γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή,211ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων212ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι213ἐσθέμεναι προσφῦσα · τότ’ἄντιτα ἔργα γένοιτο214παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα,215ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων216ἑσταότ’οὔτε φόβου μεμνημένον οὔτ’ἀλεωρῆς.
τὴν δ’αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής ·
218228μή μ’ἐθέλοντ’ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ219ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ · οὐ δέ με πείσεις.220εἰ μὲν γάρ τίς μ’ἄλλος ἐπιχθονίων ἐκέλευεν,221ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες,222ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον ·223νῦν δ’, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,224εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα225τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων226βούλομαι · αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς227ἀγκὰς ἑλόντ’ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην.
ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλ’ἀνέῳγεν ·
229ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους,
230δώδεκα δ’ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,
231τόσσα δὲ φάρεα λευκά, τόσους δ’ἐπὶ τοῖσι χιτῶνας.
232χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα,
233ἐκ δὲ δύ’αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας,
234ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες
235ἐξεσίην ἐλθόντι μέγα κτέρας · οὐ δέ νυ τοῦ περ
236φείσατ’ἐνὶ μεγάροις ὃ γέρων, περὶ δ’ἤθελε θυμῷ
237λύσασθαι φίλον υἱόν. ὃ δὲ Τρῶας μὲν ἅπαντας
238αἰθούσης ἀπέεργεν ἔπεσσ’αἰσχροῖσιν ἐνίσσων ·
239247ἔρρετε λωβητῆρες ἐλεγχέες · οὔ νυ καὶ ὑμῖν240οἴκοι ἔνεστι γόος, ὅτι μ’ἤλθετε κηδήσοντες;241ἦ ὀνόσασθ’ὅτι μοι Κρονίδης Ζεὺς ἄλγε’ἔδωκε242παῖδ’ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες ·243ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε244κείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε245πρὶν ἀλαπαζομένηντε πόλιν κεραϊζομένηντε246ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω.
ἦ καὶ σκηπανίῳ δίεπ’ἀνέρας · οἳ δ’ἴσαν ἔξω
248σπερχομένοιο γέροντος · ὃ δ’υἱάσιν οἷσιν ὁμόκλα
249νεικείων Ἕλενόντε Πάριντ’Ἀγάθωνάτε δῖον
250Πάμμονάτ’Ἀντίφονόντε βοὴν ἀγαθόντε Πολίτην
251Δηΐφοβόντε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν ·
252ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε ·
253265σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες · αἴθ’ἅμα πάντες254Ἕκτορος ὠφέλετ’ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι.255ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους256Τροίῃ ἐν εὐρείῃ, τῶν δ’οὔ τινά φημι λελεῖφθαι,257Μήστοράτ’ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην258Ἕκτοράθ’, ὃς θεὸς ἔσκε μετ’ἀνδράσιν, οὐ δὲ ἐῴκει259ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο.260τοὺς μὲν ἀπώλεσ’Ἄρης, τὰ δ’ἐλέγχεα πάντα λέλειπται261ψεῦσταίτ’ὀρχησταίτε χοροιτυπίῃσιν ἄριστοι262ἀρνῶν ἠδ’ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.263οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,264ταῦτάτε πάντ’ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;
ὣς ἔφαθ’, οἳ δ’ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν
266ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην
267καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπ’αὐτῆς,
268κὰδ δ’ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον
269πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός ·
270ἐκ δ’ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ.
271καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ
272πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,
273τρὶς δ’ἑκάτερθεν ἔδησαν ἐπ’ὀμφαλόν, αὐτὰρ ἔπειτα
274ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δ’ἔκαμψαν.
275ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπ’ἀπήνης
276νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσι’ἄποινα,
277ζεῦξαν δ’ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,
278τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.
279ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς
280αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ.
281τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι
282κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε’ἔχοντες ·
283ἀγχίμολον δέ σφ’ἦλθ’Ἑκάβη τετιηότι θυμῷ
284οἶνον ἔχουσ’ἐν χειρὶ μελίφρονα δεξιτερῆφι
285χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην ·
286στῆ δ’ἵππων προπάροιθεν ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζε ·
287299τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδ’ἱκέσθαι288ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς289ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης.290ἀλλ’εὔχεο σύ γ’ἔπειτα κελαινεφέϊ Κρονίωνι291Ἰδαίῳ, ὅςτε Τροίην κατὰ πᾶσαν ὁρᾶται,292αἴτει δ’οἰωνὸν ταχὺν ἄγγελον, ὅςτέ οἱ αὐτῷ293φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,294δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας295τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων.296εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς,297οὐκ ἂν ἔγωγέ σ’ἔπειτα ἐποτρύνουσα κελοίμην298νῆας ἐπ’Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.
τὴν δ’ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής ·
300302ὦ γύναι οὐ μέν τοι τόδ’ἐφιεμένῃ ἀπιθήσω.301ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κ’ἐλεήσῃ.
ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυν’ὃ γεραιὸς
303χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον · ἣ δὲ παρέστη
304χέρνιβον ἀμφίπολος πρόχοόνθ’ἅμα χερσὶν ἔχουσα.
305νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο ·
306εὔχετ’ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον
307οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα ·
308314Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε309δός μ’ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδ’ἐλεεινόν,310πέμψον δ’οἰωνὸν ταχὺν ἄγγελον, ὅςτε σοὶ αὐτῷ311φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,312δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας313τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.
ὣς ἔφατ’εὐχόμενος, τοῦ δ’ἔκλυε μητίετα Ζεὺς
315αὐτίκα δ’αἰετὸν ἧκε τελειότατον πετεηνῶν
316μόρφνον θηρητῆρ’ὃν καὶ περκνὸν καλέουσιν.
317ὅσση δ’ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται
318ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσ’ἀραρυῖα,
319τόσσ’ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά · εἴσατο δέ σφι
320δεξιὸς ἀΐξας διὰ ἄστεος · οἳ δὲ ἰδόντες
321γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
322σπερχόμενος δ’ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου,
323ἐκ δ’ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.
324πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,
325τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων · αὐτὰρ ὄπισθεν
326ἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε
327καρπαλίμως κατὰ ἄστυ · φίλοι δ’ἅμα πάντες ἕποντο
328πόλλ’ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα.
329οἳ δ’ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δ’ἀφίκοντο,
330οἳ μὲν ἄρ’ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο
331παῖδες καὶ γαμβροί, τὼ δ’οὐ λάθον εὐρύοπα Ζῆν
332ἐς πεδίον προφανέντε · ἰδὼν δ’ἐλέησε γέροντα,
333αἶψα δ’ἄρ’Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα ·
334339Ἑρμεία, σοὶ γάρτε μάλιστά γε φίλτατόν ἐστιν335ἀνδρὶ ἑταιρίσσαι, καίτ’ἔκλυες ᾧ κ’ἐθέλῃσθα,336βάσκ’ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν337ὣς ἄγαγ’, ὡς μήτ’ἄρ τις ἴδῃ μήτ’ἄρτε νοήσῃ338τῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνα δ’ἱκέσθαι.
ὣς ἔφατ’, οὐ δ’ἀπίθησε διάκτορος ἀργεϊφόντης.
340αὐτίκ’ἔπειθ’ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα
341ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ’ὑγρὴν
342ἠδ’ἐπ’ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο ·
343εἵλετο δὲ ῥάβδον, τῇτ’ἀνδρῶν ὄμματα θέλγει
344ὧν ἐθέλει, τοὺς δ’αὖτε καὶ ὑπνώοντας ἐγείρει ·
345τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.
346αἶψα δ’ἄρα Τροίηντε καὶ Ἑλλήσποντον ἵκανε,
347βῆ δ’ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς
348πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη.
349οἳ δ’ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν,
350στῆσαν ἄρ’ἡμιόνουςτε καὶ ἵππους ὄφρα πίοιεν
351ἐν ποταμῷ · δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν.
352τὸν δ’ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ
353Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέντε ·
354358φράζεο Δαρδανίδη · φραδέος νόου ἔργα τέτυκται.355ἄνδρ’ὁρόω, τάχα δ’ἄμμε διαρραίσεσθαι ὀΐω.356ἀλλ’ἄγε δὴ φεύγωμεν ἐφ’ἵππων, ἤ μιν ἔπειτα357γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κ’ἐλεήσῃ.
ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δ’αἰνῶς,
359ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι,
360στῆ δὲ ταφών · αὐτὸς δ’ἐριούνιος ἐγγύθεν ἐλθὼν
361χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε ·
362372πῇ πάτερ ὧδ’ἵππουςτε καὶ ἡμιόνους ἰθύνεις363νύκτα δι’ἀμβροσίην, ὅτεθ’εὕδουσι βροτοὶ ἄλλοι;364οὐ δὲ σύ γ’ἔδεισας μένεα πνείοντας Ἀχαιούς,365οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι;366τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν367τοσσάδ’ὀνείατ’ἄγοντα, τίς ἂν δή τοι νόος εἴη;368οὔ τ’αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ,369ἄνδρ’ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.370ἀλλ’ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον371σεῦ ἀπαλεξήσαιμι · φίλῳ δέ σε πατρὶ ἐΐσκω.
τὸν δ’ἠμείβετ’ἔπειτα γέρων Πρίαμος θεοειδής ·
373378οὕτω πῃ τάδε γ’ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις.374ἀλλ’ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα,375ὅς μοι τοιόνδ’ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι376αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός,377πέπνυσαίτε νόῳ, μακάρων δ’ἔξεσσι τοκήων.
τὸν δ’αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης ·
379386ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες.380ἀλλ’ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,381ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ382ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ,383ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν384δειδιότες · τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε385σὸς πάϊς · οὐ μὲν γάρ τι μάχης ἐπιδεύετ’Ἀχαιῶν.
τὸν δ’ἠμείβετ’ἔπειτα γέρων Πρίαμος θεοειδής ·
387389τίς δὲ σύ ἐσσι φέριστε τέων δ’ἔξεσσι τοκήων;388ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες.
τὸν δ’αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης ·
390405πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον.391τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ392ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτ’ἐπὶ νηυσὶν ἐλάσσας393Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ ·394ἡμεῖς δ’ἑσταότες θαυμάζομεν · οὐ γὰρ Ἀχιλλεὺς395εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι.396τοῦ γὰρ ἐγὼ θεράπων, μία δ’ἤγαγε νηῦς εὐεργής ·397Μυρμιδόνων δ’ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ.398ἀφνειὸς μὲν ὅ γ’ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε,399ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι ·400τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδ’ἕπεσθαι.401νῦν δ’ἦλθον πεδίον δ’ἀπὸ νηῶν · ἠῶθεν γὰρ402θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί.403ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐ δὲ δύνανται404ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν.
τὸν δ’ἠμείβετ’ἔπειτα γέρων Πρίαμος θεοειδής ·
406410εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος407εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον,408ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη409ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς.
τὸν δ’αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης ·
411424ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐ δ’οἰωνοί,412ἀλλ’ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ413αὔτως ἐν κλισίῃσι · δυωδεκάτη δέ οἱ ἠὼς414κειμένῳ, οὐ δέ τί οἱ χρὼς σήπεται, οὐ δέ μιν εὐλαὶ415ἔσθουσ’, αἵ ῥάτε φῶτας ἀρηϊφάτους κατέδουσιν.416ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο417ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ,418οὐ δέ μιν αἰσχύνει · θηοῖό κεν αὐτὸς ἐπελθὼν419οἷον ἐερσήεις κεῖται, περὶ δ’αἷμα νένιπται,420οὐ δέ ποθι μιαρός · σὺν δ’ἕλκεα πάντα μέμυκεν421ὅσσ’ἐτύπη · πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν.422ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος423καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι.
ὣς φάτο, γήθησεν δ’ὃ γέρων, καὶ ἀμείβετο μύθῳ ·
425432ὦ τέκος, ἦ ῥ’ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι426ἀθανάτοις, ἐπεὶ οὔ ποτ’ἐμὸς πάϊς, εἴ ποτ’ἔην γε,427λήθετ’ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι ·428τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ.429ἀλλ’ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον,430αὐτόντε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν,431ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι.
τὸν δ’αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης ·
433440πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐ δέ με πείσεις,434ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι.435τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι436συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται.437σοὶ δ’ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην,438ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων ·439οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.
ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους
441καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,
442ἐν δ’ἔπνευσ’ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ.
443ἀλλ’ὅτε δὴ πύργουςτε νεῶν καὶ τάφρον ἵκοντο,
444οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο,
445τοῖσι δ’ἐφ’ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης
446πᾶσιν, ἄφαρ δ’ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας,
447ἐς δ’ἄγαγε Πρίαμόντε καὶ ἀγλαὰ δῶρ’ἐπ’ἀπήνης.
448ἀλλ’ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο
449ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι
450δοῦρ’ἐλάτης κέρσαντες · ἀτὰρ καθύπερθεν ἔρεψαν
451λαχνήεντ’ὄροφον λειμωνόθεν ἀμήσαντες ·
452ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι
453σταυροῖσιν πυκινοῖσι · θύρην δ’ἔχε μοῦνος ἐπιβλὴς
454εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί,
455τρεῖς δ’ἀναοίγεσκον μεγάλην κληῗδα θυράων
456τῶν ἄλλων · Ἀχιλεὺς δ’ἄρ’ἐπιρρήσσεσκε καὶ οἶος ·
457δή ῥα τόθ’Ἑρμείας ἐριούνιος ᾦξε γέροντι,
458ἐς δ’ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι,
459ἐξ ἵππων δ’ἀπέβαινεν ἐπὶ χθόνα φώνησέντε ·
460468ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα461Ἑρμείας · σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.462ἀλλ’ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐ δ’Ἀχιλῆος463ὀφθαλμοὺς εἴσειμι · νεμεσσητὸν δέ κεν εἴη464ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην ·465τύνη δ’εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος,466καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο467λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.
ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
469Ἑρμείας · Πρίαμος δ’ἐξ ἵππων ἆλτο χαμᾶζε,
470Ἰδαῖον δὲ κατ’αὖθι λίπεν · ὃ δὲ μίμνεν ἐρύκων
471ἵππους ἡμιόνουςτε · γέρων δ’ἰθὺς κίεν οἴκου,
472τῇ ῥ’Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος · ἐν δέ μιν αὐτὸν
473εὗρ’, ἕταροι δ’ἀπάνευθε καθήατο · τὼ δὲ δύ’οἴω
474ἥρως Αὐτομέδωντε καὶ Ἄλκιμος ὄζος Ἄρηος
475ποίπνυον παρεόντε · νέον δ’ἀπέληγεν ἐδωδῆς
476ἔσθων καὶ πίνων · ἔτι καὶ παρέκειτο τράπεζα.
477τοὺς δ’ἔλαθ’εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δ’ἄρα στὰς
478χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας
479δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.
480ὡς δ’ὅτ’ἂν ἄνδρ’ἄτη πυκινὴ λάβῃ, ὅςτ’ἐνὶ πάτρῃ
481φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον
482ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δ’ἔχει εἰσορόωντας,
483ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα ·
484θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο.
485τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε ·
486507μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελ’Ἀχιλλεῦ,487τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ ·488καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες489τείρουσ’, οὐ δέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι.490ἀλλ’ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων491χαίρειτ’ἐν θυμῷ, ἐπίτ’ἔλπεται ἤματα πάντα492ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα ·493αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους494Τροίῃ ἐν εὐρείῃ, τῶν δ’οὔ τινά φημι λελεῖφθαι.495πεντήκοντά μοι ἦσαν ὅτ’ἤλυθον υἷες Ἀχαιῶν ·496ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν,497τοὺς δ’ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες.498τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ’ἔλυσεν ·499ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς,500τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης501Ἕκτορα · τοῦ νῦν εἵνεχ’ἱκάνω νῆας Ἀχαιῶν502λυσόμενος παρὰ σεῖο, φέρω δ’ἀπερείσι’ἄποινα.503ἀλλ’αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόντ’ἐλέησον504μνησάμενος σοῦ πατρός · ἐγὼ δ’ἐλεεινότερός περ,505ἔτλην δ’οἷ’οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος,506ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρ’ὀρέγεσθαι.
ὣς φάτο, τῷ δ’ἄρα πατρὸς ὑφ’ἵμερον ὦρσε γόοιο ·
508ἁψάμενος δ’ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα.
509τὼ δὲ μνησαμένω ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο
510κλαῖ’ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς,
511αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρ’, ἄλλοτε δ’αὖτε
512Πάτροκλον · τῶν δὲ στοναχὴ κατὰ δώματ’ὀρώρει.
513αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς,
514καί οἱ ἀπὸ πραπίδων ἦλθ’ἵμερος ἠδ’ἀπὸ γυίων,
515αὐτίκ’ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη
516οἰκτίρων πολιόντε κάρη πολιόντε γένειον,
517καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
518552ἆ δείλ’, ἦ δὴ πολλὰ κάκ’ἄνσχεο σὸν κατὰ θυμόν.519πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος520ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέαςτε καὶ ἐσθλοὺς521υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ.522ἀλλ’ἄγε δὴ κατ’ἄρ’ἕζευ ἐπὶ θρόνου, ἄλγεα δ’ἔμπης523ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ ·524οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο ·525ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι526ζώειν ἀχνυμένοις · αὐτοὶ δέτ’ἀκηδέες εἰσί.527δοιοὶ γάρτε πίθοι κατακείαται ἐν Διὸς οὔδει528δώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων ·529ᾧ μέν κ’ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος,530ἄλλοτε μέντε κακῷ ὅ γε κύρεται, ἄλλοτε δ’ἐσθλῷ ·531ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε,532καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,533φοιτᾷ δ’οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.534ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα535ἐκ γενετῆς · πάντας γὰρ ἐπ’ἀνθρώπους ἐκέκαστο536ὄλβῳτε πλούτῳτε, ἄνασσε δὲ Μυρμιδόνεσσι,537καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν.538ἀλλ’ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι539παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων,540ἀλλ’ἕνα παῖδα τέκεν παναώριον · οὐ δέ νυ τόν γε541γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης542ἧμαι ἐνὶ Τροίῃ, σέτε κήδων ἠδὲ σὰ τέκνα.543καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι ·544ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει545καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων,546τῶν σε γέρον πλούτῳτε καὶ υἱάσι φασὶ κεκάσθαι.547αὐτὰρ ἐπεί τοι πῆμα τόδ’ἤγαγον Οὐρανίωνες548αἰεί τοι περὶ ἄστυ μάχαιτ’ἀνδροκτασίαιτε.549ἄνσχεο, μὴ δ’ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν ·550οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος,551οὐ δέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.
τὸν δ’ἠμείβετ’ἔπειτα γέρων Πρίαμος θεοειδής ·
553559μή πω μ’ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ554κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα555λῦσον ἵν’ὀφθαλμοῖσιν ἴδω · σὺ δὲ δέξαι ἄποινα556πολλά, τά τοι φέρομεν · σὺ δὲ τῶνδ’ἀπόναιο, καὶ ἔλθοις557σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας558αὐτόντε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
τὸν δ’ἄρ’ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
560571μηκέτι νῦν μ’ἐρέθιζε γέρον · νοέω δὲ καὶ αὐτὸς561Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε562μήτηρ, ἥ μ’ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.563καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐ δέ με λήθεις,564ὅττι θεῶν τίς σ’ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.565οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐ δὲ μάλ’ἡβῶν,566ἐς στρατόν · οὐ δὲ γὰρ ἂν φυλάκους λάθοι, οὐ δέ κ’ὀχῆα567ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.568τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς,569μή σε γέρον οὐ δ’αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω570καὶ ἱκέτην περ ἐόντα, Διὸς δ’ἀλίτωμαι ἐφετμάς.
ὣς ἔφατ’, ἔδεισεν δ’ὃ γέρων καὶ ἐπείθετο μύθῳ.
572Πηλεΐδης δ’οἴκοιο λέων ὣς ἆλτο θύραζε
573οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο
574ἥρως Αὐτομέδων ἠδ’Ἄλκιμος, οὕς ῥα μάλιστα
575τῖ’Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα,
576οἳ τόθ’ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνουςτε,
577ἐς δ’ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος,
578κὰδ δ’ἐπὶ δίφρου εἷσαν · ἐϋξέστου δ’ἀπ’ἀπήνης
579ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσι’ἄποινα.
580κὰδ δ’ἔλιπον δύο φάρε’ἐΰννητόντε χιτῶνα,
581ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι.
582δμῳὰς δ’ἐκκαλέσας λοῦσαι κέλετ’ἀμφίτ’ἀλεῖψαι
583νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν,
584μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο
585παῖδα ἰδών, Ἀχιλῆϊ δ’ὀρινθείη φίλον ἦτορ,
586καί ἑ κατακτείνειε, Διὸς δ’ἀλίτηται ἐφετμάς.
587τὸν δ’ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
588ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα,
589αὐτὸς τόν γ’Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας,
590σὺν δ’ἕταροι ἤειραν ἐϋξέστην ἐπ’ἀπήνην.
591ᾤμωξέντ’ἄρ’ἔπειτα, φίλον δ’ὀνόμηνεν ἑταῖρον ·
592596μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι593εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα594πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.595σοὶ δ’αὖ ἐγὼ καὶ τῶνδ’ἀποδάσσομαι ὅσσ’ἐπέοικεν.
ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς,
597ἕζετο δ’ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη
598τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον ·
599621υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες,600κεῖται δ’ἐν λεχέεσσ’· ἅμα δ’ἠοῖ φαινομένηφιν601ὄψεαι αὐτὸς ἄγων · νῦν δὲ μνησώμεθα δόρπου.602καὶ γάρτ’ἠΰκομος Νιόβη ἐμνήσατο σίτου,603τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο604ἓξ μὲν θυγατέρες, ἓξ δ’υἱέες ἡβώοντες.605τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπ’ἀργυρέοιο βιοῖο606χωόμενος Νιόβῃ, τὰς δ’Ἄρτεμις ἰοχέαιρα,607οὕνεκ’ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ ·608φῆ δοιὼ τεκέειν, ἣ δ’αὐτὴ γείνατο πολλούς ·609τὼ δ’ἄρα καὶ δοιώ περ ἐόντ’ἀπὸ πάντας ὄλεσσαν.610οἳ μὲν ἄρ’ἐννῆμαρ κέατ’ἐν φόνῳ, οὐ δέ τις ἦεν611κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων ·612τοὺς δ’ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες.613ἣ δ’ἄρα σίτου μνήσατ’, ἐπεὶ κάμε δάκρυ χέουσα.614νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν615ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς616νυμφάων, αἵτ’ἀμφ’Ἀχελώϊον ἐρρώσαντο,617ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.618ἀλλ’ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ619σίτου · ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα620Ἴλιον εἰσαγαγών · πολυδάκρυτος δέ τοι ἔσται.
ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς
622σφάξ’· ἕταροι δ’ἔδερόντε καὶ ἄμφεπον εὖ κατὰ κόσμον,
623μίστυλλόντ’ἄρ’ἐπισταμένως πεῖράντ’ὀβελοῖσιν,
624ὄπτησάντε περιφραδέως, ἐρύσαντότε πάντα.
625Αὐτομέδων δ’ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
626καλοῖς ἐν κανέοισιν · ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
627οἳ δ’ἐπ’ὀνείαθ’ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
628αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
629ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζ’Ἀχιλῆα
630ὅσσος ἔην οἷόςτε · θεοῖσι γὰρ ἄντα ἐῴκει ·
631αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς
632εἰσορόων ὄψίντ’ἀγαθὴν καὶ μῦθον ἀκούων.
633αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,
634τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής ·
635643λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη636ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες ·637οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν638ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν,639ἀλλ’αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω640αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.641νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον642λαυκανίης καθέηκα · πάρος γε μὲν οὔ τι πεπάσμην.
ἦ ῥ’, Ἀχιλεὺς δ’ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε
644δέμνι’ὑπ’αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
645πορφύρε’ἐμβαλέειν, στορέσαιτ’ἐφύπερθε τάπητας,
646χλαίναςτ’ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
647αἳ δ’ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
648αἶψα δ’ἄρα στόρεσαν δοιὼ λέχε’ἐγκονέουσαι.
649τὸν δ’ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
650659ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶν651ἐνθάδ’ἐπέλθῃσιν βουληφόρος, οἵτέ μοι αἰεὶ652βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί ·653τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν,654αὐτίκ’ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν,655καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται.656ἀλλ’ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,657ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον,658ὄφρα τέως αὐτόςτε μένω καὶ λαὸν ἐρύκω.
τὸν δ’ἠμείβετ’ἔπειτα γέρων Πρίαμος θεοειδής ·
660668εἰ μὲν δή μ’ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ,661ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης.662οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δ’ὕλη663ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν.664ἐννῆμαρ μέν κ’αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν,665τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτότε λαός,666ἑνδεκάτῃ δέ κε τύμβον ἐπ’αὐτῷ ποιήσαιμεν,667τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη.
τὸν δ’αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς ·
669671ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμ’ὡς σὺ κελεύεις ·670σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.
ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος
672ἔλλαβε δεξιτερήν, μή πως δείσει’ἐνὶ θυμῷ.
673οἳ μὲν ἄρ’ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο
674κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε’ἔχοντες,
675αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου ·
676τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος.
677ἄλλοι μέν ῥα θεοίτε καὶ ἀνέρες ἱπποκορυσταὶ
678εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ ·
679ἀλλ’οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν
680ὁρμαίνοντ’ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα
681νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς.
682στῆ δ’ἄρ’ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν ·
683689ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθ’εὕδεις684ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σ’εἴασεν Ἀχιλλεύς.685καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δ’ἔδωκας ·686σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα687παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κ’Ἀγαμέμνων688γνώῃ σ’Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί.
ὣς ἔφατ’, ἔδεισεν δ’ὃ γέρων, κήρυκα δ’ἀνίστη.
690τοῖσιν δ’Ἑρμείας ζεῦξ’ἵππους ἡμιόνουςτε,
691ῥίμφα δ’ἄρ’αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐ δέ τις ἔγνω.
692ἀλλ’ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
693Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,
694Ἑρμείας μὲν ἔπειτ’ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
695Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’αἶαν,
696οἳ δ’εἰς ἄστυ ἔλων οἰμωγῇτε στοναχῇτε
697ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐ δέ τις ἄλλος
698ἔγνω πρόσθ’ἀνδρῶν καλλιζώνωντε γυναικῶν,
699ἀλλ’ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ
700Πέργαμον εἰσαναβᾶσα φίλον πατέρ’εἰσενόησεν
701ἑσταότ’ἐν δίφρῳ, κήρυκάτε ἀστυβοώτην ·
702τὸν δ’ἄρ’ἐφ’ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι ·
703κώκυσέντ’ἄρ’ἔπειτα γέγωνέτε πᾶν κατὰ ἄστυ ·
704707ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορ’ἰόντες,705εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι706χαίρετ’, ἐπεὶ μέγα χάρμα πόλειτ’ἦν παντίτε δήμῳ.
ὣς ἔφατ’, οὐ δέ τις αὐτόθ’ἐνὶ πτόλεϊ λίπετ’ἀνὴρ
708οὐ δὲ γυνή · πάντας γὰρ ἀάσχετον ἵκετο πένθος ·
709ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι.
710πρῶται τόν γ’ἄλοχόςτε φίλη καὶ πότνια μήτηρ
711τιλλέσθην ἐπ’ἄμαξαν ἐΰτροχον ἀΐξασαι
712ἁπτόμεναι κεφαλῆς · κλαίων δ’ἀμφίσταθ’ὅμιλος.
713καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
714Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων,
715εἰ μὴ ἄρ’ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα ·
716718εἴξατέ μοι οὐρεῦσι διελθέμεν · αὐτὰρ ἔπειτα717ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ.
ὣς ἔφαθ’, οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ.
719οἳ δ’ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα
720τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δ’εἷσαν ἀοιδοὺς
721θρήνων ἐξάρχους, οἵτε στονόεσσαν ἀοιδὴν
722οἳ μὲν ἄρ’ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
723τῇσιν δ’Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο
724Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα ·
725746ἆνερ ἀπ’αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην726λείπεις ἐν μεγάροισι · πάϊς δ’ἔτι νήπιος αὔτως727ὃν τέκομεν σύτ’ἐγώτε δυσάμμοροι, οὐ δέ μιν οἴω728ἥβην ἵξεσθαι · πρὶν γὰρ πόλις ἥδε κατ’ἄκρης729πέρσεται · ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅςτέ μιν αὐτὴν730ῥύσκευ, ἔχες δ’ἀλόχους κεδνὰς καὶ νήπια τέκνα,731αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι,732καὶ μὲν ἐγὼ μετὰ τῇσι · σὺ δ’αὖ τέκος ἢ ἐμοὶ αὐτῇ733ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο734ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν735ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον736χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ737ἢ πατέρ’ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν738Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας.739οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ ·740τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ,741ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας742Ἕκτορ · ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά.743οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας,744οὐ δέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗτέ κεν αἰεὶ745μεμνῄμην νύκτάςτε καὶ ἤματα δάκρυ χέουσα.
ὣς ἔφατο κλαίουσ’, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
747τῇσιν δ’αὖθ’Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο ·
748760Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων,749ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν ·750οἳ δ’ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ.751ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς752πέρνασχ’ὅν τιν’ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο,753ἐς Σάμον ἔςτ’Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν ·754σεῦ δ’ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,755πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμ’ἑτάροιο756Πατρόκλου, τὸν ἔπεφνες · ἀνέστησεν δέ μιν οὐ δ’ὧς.757νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι758κεῖσαι, τῷ ἴκελος ὅντ’ἀργυρότοξος Ἀπόλλων759οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.
ὣς ἔφατο κλαίουσα, γόον δ’ἀλίαστον ὄρινε.
761τῇσι δ’ἔπειθ’Ἑλένη τριτάτη ἐξῆρχε γόοιο ·
762776Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων,763ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,764ὅς μ’ἄγαγε Τροίηνδ’· ὡς πρὶν ὤφελλον ὀλέσθαι.765ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν766ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης ·767ἀλλ’οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐ δ’ἀσύφηλον ·768ἀλλ’εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι769δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων,770ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί,771ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες772σῇτ’ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.773τὼ σέθ’ἅμα κλαίω καὶ ἔμ’ἄμμορον ἀχνυμένη κῆρ ·774οὐ γάρ τίς μοι ἔτ’ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ775ἤπιος οὐ δὲ φίλος, πάντες δέ με πεφρίκασιν.
ὣς ἔφατο κλαίουσ’, ἐπὶ δ’ἔστενε δῆμος ἀπείρων.
777λαοῖσιν δ’ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν ·
778782ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ779δείσητ’Ἀργείων πυκινὸν λόχον · ἦ γὰρ Ἀχιλλεὺς780πέμπων μ’ὧδ’ἐπέτελλε μελαινάων ἀπὸ νηῶν781μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς.
ὣς ἔφαθ’, οἳ δ’ὑπ’ἀμάξῃσιν βόας ἡμιόνουςτε
783ζεύγνυσαν, αἶψα δ’ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.
784ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην ·
785ἀλλ’ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς,
786καὶ τότ’ἄρ’ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες,
787ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δ’ἔβαλον πῦρ.
788ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
789τῆμος ἄρ’ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.
790αὐτὰρ ἐπεί ῥ’ἤγερθεν ὁμηγερέεςτ’ἐγένοντο
791πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
792πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος · αὐτὰρ ἔπειτα
793ὀστέα λευκὰ λέγοντο κασίγνητοίθ’ἕταροίτε
794μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν.
795καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες
796πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν.
797αἶψα δ’ἄρ’ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε
798πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι ·
799ῥίμφα δὲ σῆμ’ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ,
800μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί.
801χεύαντες δὲ τὸ σῆμα πάλιν κίον · αὐτὰρ ἔπειτα
802εὖ συναγειρόμενοι δαίνυντ’ἐρικυδέα δαῖτα
803δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος.
804ὣς οἵ γ’ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.