Iliad, Book 11 (Λ)
Ἠὼς δ’ἐκ λεχέων παρ’ἀγαυοῦ Τιθωνοῖο
2ὄρνυθ’, ἵν’ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι ·
3Ζεὺς δ’Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
4ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.
5στῆ δ’ἐπ’Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
6ἥ ῥ’ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
7ἠμὲν ἐπ’Αἴαντος κλισίας Τελαμωνιάδαο
8ἠδ’ἐπ’Ἀχιλλῆος, τοί ῥ’ἔσχατα νῆας ἐΐσας
9εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν
10ἔνθα στᾶσ’ἤϋσε θεὰ μέγατε δεινόντε
11ὄρθι’, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ’ἑκάστῳ
12καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
13τοῖσι δ’ἄφαρ πόλεμος γλυκίων γένετ’ἠὲ νέεσθαι
14ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
15Ἀτρεΐδης δ’ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν
16Ἀργείους · ἐν δ’αὐτὸς ἐδύσετο νώροπα χαλκόν.
17κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
18καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας ·
19δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε,
20τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.
21πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκ’Ἀχαιοὶ
22ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον ·
23το- τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ.
24τοῦ δ’ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,
25δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο ·
26κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν
27τρεῖς ἑκάτερθ’ἴρισσιν ἐοικότες, ἅςτε Κρονίων
28ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων.
29ἀμφὶ δ’ἄρ’ὤμοισιν βάλετο ξίφος · ἐν δέ οἱ ἧλοι
30χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν
31ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.
32ἂν δ’ἕλετ’ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν
33καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν,
34ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο
35λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο.
36τῇ δ’ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο
37δεινὸν δερκομένη, περὶ δὲ Δεῖμόςτε Φόβοςτε.
38τῆς δ’ἐξ ἀργύρεος τελαμὼν ἦν · αὐτὰρ ἐπ’αὐτοῦ
39κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν
40τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι.
41κρατὶ δ’ἐπ’ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
42ἵππουριν · δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
43εἵλετο δ’ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ
44ὀξέα · τῆλε δὲ χαλκὸς ἀπ’αὐτόφιν οὐρανὸν εἴσω
45λάμπ’· ἐπὶ δ’ἐγδούπησαν Ἀθηναίητε καὶ Ἥρη
46τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης.
47ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
48ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ’ἐπὶ τάφρῳ,
49αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
50ῥώοντ’· ἄσβεστος δὲ βοὴ γένετ’ἠῶθι πρό.
51φθὰν δὲ μέγ’ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες,
52ἱππῆες δ’ὀλίγον μετεκίαθον · ἐν δὲ κυδοιμὸν
53ὦρσε κακὸν Κρονίδης, κατὰ δ’ὑψόθεν ἧκεν ἐέρσας
54αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκ’ἔμελλε
55πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν.
56Τρῶες δ’αὖθ’ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο
57Ἕκτοράτ’ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα
58Αἰνείανθ’, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ,
59τρεῖςτ’Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον
60ἠΐθεόντ’Ἀκάμαντ’ἐπιείκελον ἀθανάτοισιν.
61Ἕκτωρ δ’ἐν πρώτοισι φέρ’ἀσπίδα πάντοσ’ἐΐσην,
62οἷος δ’ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ
63παμφαίνων, τοτὲ δ’αὖτις ἔδυ νέφεα σκιόεντα,
64ὣς Ἕκτωρ ὁτὲ μέντε μετὰ πρώτοισι φάνεσκεν,
65ἄλλοτε δ’ἐν πυμάτοισι κελεύων · πᾶς δ’ἄρα χαλκῷ
66λάμφ’ὥςτε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.
67οἳ δ’, ὥςτ’ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν
68ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ’ἄρουραν
69πυρῶν ἢ κριθῶν · τὰ δὲ δράγματα ταρφέα πίπτει ·
70ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ’ἀλλήλοισι θορόντες
71δῄουν, οὐ δ’ἕτεροι μνώοντ’ὀλοοῖο φόβοιο.
72ἴσας δ’ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς
73θῦνον · Ἔρις δ’ἄρ’ἔχαιρε πολύστονος εἰσορόωσα ·
74οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν,
75οἳ δ’ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι
76σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ
77δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο.
78πάντες δ’ᾐτιόωντο κελαινεφέα Κρονίωνα
79οὕνεκ’ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.
80τῶν μὲν ἄρ’οὐκ ἀλέγιζε πατήρ · ὃ δὲ νόσφι λιασθεὶς
81τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων
82εἰσορόων Τρώωντε πόλιν καὶ νῆας Ἀχαιῶν
83χαλκοῦτε στεροπήν, ὀλλύντάςτ’ὀλλυμένουςτε.
84ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
85τόφρα μάλ’ἀμφοτέρων βέλε’ἥπτετο, πῖπτε δὲ λαός ·
86ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον
87οὔρεος ἐν βήσσῃσιν, ἐπείτ’ἐκορέσσατο χεῖρας
88τάμνων δένδρεα μακρά, ἅδοςτέ μιν ἵκετο θυμόν,
89σίτουτε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ,
90τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας
91κεκλόμενοι ἑτάροισι κατὰ στίχας · ἐν δ’Ἀγαμέμνων
92πρῶτος ὄρουσ’, ἕλε δ’ἄνδρα Βιάνορα ποιμένα λαῶν
93αὐτόν, ἔπειτα δ’ἑταῖρον Ὀϊλῆα πλήξιππον.
94ἤτοι ὅ γ’ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη ·
95τὸν δ’ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ
96νύξ’, οὐ δὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια,
97ἀλλὰ δι’αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ
98ἔνδον ἅπας πεπάλακτο · δάμασσε δέ μιν μεμαῶτα.
99καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων
100στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας ·
101αὐτὰρ ὃ βῆ Ἶσόντε καὶ Ἄντιφον ἐξεναρίξων
102υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω
103εἰν ἑνὶ δίφρῳ ἐόντας · ὃ μὲν νόθος ἡνιόχευεν,
104Ἄντιφος αὖ παρέβασκε περικλυτός · ὥ ποτ’Ἀχιλλεὺς
105Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι,
106ποιμαίνοντ’ἐπ’ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων.
107δὴ τότε γ’Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
108τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί,
109Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δ’ἔβαλ’ἵππων.
110σπερχόμενος δ’ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ
111γιγνώσκων · καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν
112εἶδεν, ὅτ’ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς.
113ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα
114ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν
115ἐλθὼν εἰς εὐνήν, ἁπαλόντέ σφ’ἦτορ ἀπηύρα ·
116ἣ δ’εἴ πέρτε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι
117χραισμεῖν · αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει ·
118καρπαλίμως δ’ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην
119σπεύδουσ’ἱδρώουσα κραταιοῦ θηρὸς ὑφ’ὁρμῆς ·
120ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον
121Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπ’Ἀργείοισι φέβοντο.
122αὐτὰρ ὃ Πείσανδρόντε καὶ Ἱππόλοχον μενεχάρμην
123υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα
124χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα
125οὐκ εἴασχ’Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ,
126τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων
127εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δ’ἔχον ὠκέας ἵππους ·
128ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα,
129τὼ δὲ κυκηθήτην · ὃ δ’ἐναντίον ὦρτο λέων ὣς
130Ἀτρεΐδης · τὼ δ’αὖτ’ἐκ δίφρου γουναζέσθην ·
131136ζώγρει Ἀτρέος υἱέ, σὺ δ’ἄξια δέξαι ἄποινα ·132πολλὰ δ’ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται133χαλκόςτε χρυσόςτε πολύκμητόςτε σίδηρος,134τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι’ἄποινα,135εἰ νῶϊ ζωοὺς πεπύθοιτ’ἐπὶ νηυσὶν Ἀχαιῶν.
ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα
137μειλιχίοις ἐπέεσσιν · ἀμείλικτον δ’ὄπ’ἄκουσαν ·
138143εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν,139ὅς ποτ’ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν140ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ141αὖθι κατακτεῖναι μη δ’ἐξέμεν ἂψ ἐς Ἀχαιούς,142νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.
ἦ, καὶ Πείσανδρον μὲν ἀφ’ἵππων ὦσε χαμᾶζε
144δουρὶ βαλὼν πρὸς στῆθος · ὃ δ’ὕπτιος οὔδει ἐρείσθη.
145Ἱππόλοχος δ’ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε
146χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπότ’αὐχένα κόψας,
147ὅλμον δ’ὣς ἔσσευε κυλίνδεσθαι δι’ὁμίλου.
148τοὺς μὲν ἔασ’· ὃ δ’ὅθι πλεῖσται κλονέοντο φάλαγγες,
149τῇ ῥ’ἐνόρουσ’, ἅμα δ’ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.
150πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,
151ἱππεῖς δ’ἱππῆας · ὑπὸ δέ σφισιν ὦρτο κονίη
152ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων
153χαλκῷ δηϊόωντες · ἀτὰρ κρείων Ἀγαμέμνων
154αἰὲν ἀποκτείνων ἕπετ’Ἀργείοισι κελεύων.
155ὡς δ’ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,
156πάντῃτ’εἰλυφόων ἄνεμος φέρει, οἳ δέτε θάμνοι
157πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ ·
158ὣς ἄρ’ὑπ’Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα
159Τρώων φευγόντων, πολλοὶ δ’ἐριαύχενες ἵπποι
160κείν’ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας
161ἡνιόχους ποθέοντες ἀμύμονας · οἳ δ’ἐπὶ γαίῃ
162κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.
163Ἕκτορα δ’ἐκ βελέων ὕπαγε Ζεὺς ἔκτε κονίης
164ἔκτ’ἀνδροκτασίης ἔκθ’αἵματος ἔκτε κυδοιμοῦ ·
165Ἀτρεΐδης δ’ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων.
166οἳ δὲ παρ’Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο
167μέσσον κὰπ πεδίον παρ’ἐρινεὸν ἐσσεύοντο
168ἱέμενοι πόλιος · ὃ δὲ κεκλήγων ἕπετ’αἰεὶ
169Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.
170ἀλλ’ὅτε δὴ Σκαιάςτε πύλας καὶ φηγὸν ἵκοντο,
171ἔνθ’ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.
172οἳ δ’ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς,
173ἅςτε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ
174πάσας · τῇ δέτ’ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος ·
175τῆς δ’ἐξ αὐχέν’ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
176πρῶτον, ἔπειτα δέθ’αἷμα καὶ ἔγκατα πάντα λαφύσσει ·
177ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων
178αἰὲν ἀποκτείνων τὸν ὀπίστατον · οἳ δ’ἐφέβοντο.
179πολλοὶ δὲ πρηνεῖςτε καὶ ὕπτιοι ἔκπεσον ἵππων
180Ἀτρεΐδεω ὑπὸ χερσί · περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.
181ἀλλ’ὅτε δὴ τάχ’ἔμελλεν ὑπὸ πτόλιν αἰπύτε τεῖχος
182ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶντε θεῶντε
183Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης
184οὐρανόθεν καταβάς · ἔχε δ’ἀστεροπὴν μετὰ χερσίν.
185Ἶριν δ’ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν ·
186195βάσκ’ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες ·187ὄφρ’ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν188θύνοντ’ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,189τόφρ’ἀναχωρείτω, τὸν δ’ἄλλον λαὸν ἀνώχθω190μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.191αὐτὰρ ἐπεί κ’ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ192εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω193κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται194δύῃτ’ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
ὣς ἔφατ’, οὐ δ’ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
196βῆ δὲ κατ’Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
197εὗρ’υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
198ἑσταότ’ἔνθ’ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν ·
199ἀγχοῦ δ’ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις ·
200210Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε201Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι.202ὄφρ’ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν203θύνοντ’ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν,204τόφρ’ὑπόεικε μάχης, τὸν δ’ἄλλον λαὸν ἄνωχθι205μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.206αὐτὰρ ἐπεί κ’ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ207εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει208κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι209δύῃτ’ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
ἣ μὲν ἄρ’ὣς εἰποῦσ’ἀπέβη πόδας ὠκέα Ἶρις,
211Ἕκτωρ δ’ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
212πάλλων δ’ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
213ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
214οἳ δ’ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν,
215Ἀργεῖοι δ’ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.
216ἀρτύνθη δὲ μάχη, στὰν δ’ἀντίοι · ἐν δ’Ἀγαμέμνων
217πρῶτος ὄρουσ’, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.
218ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ἔχουσαι
219ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν
220ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων.
221Ἰφιδάμας Ἀντηνορίδης ἠΰςτε μέγαςτε
222ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων ·
223Κισσῆς τόν γ’ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα
224μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον ·
225αὐτὰρ ἐπεί ῥ’ἥβης ἐρικυδέος ἵκετο μέτρον,
226αὐτοῦ μιν κατέρυκε, δίδου δ’ὅ γε θυγατέρα ἥν ·
227γήμας δ’ἐκ θαλάμοιο μετὰ κλέος ἵκετ’Ἀχαιῶν
228σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.
229τὰς μὲν ἔπειτ’ἐν Περκώτῃ λίπε νῆας ἐΐσας,
230αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει ·
231ὅς ῥα τότ’Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν.
232οἳ δ’ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ἀλλήλοισιν ἰόντες,
233Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετ’ἔγχος,
234Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε
235νύξ’, ἐπὶ δ’αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας ·
236οὐ δ’ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν
237ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετ’αἰχμή.
238καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων
239ἕλκ’ἐπὶ οἷ μεμαὼς ὥςτε λίς, ἐκ δ’ἄρα χειρὸς
240σπάσσατο · τὸν δ’ἄορι πλῆξ’αὐχένα, λῦσε δὲ γυῖα.
241ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον
242οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων,
243κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δ’ἔδωκε ·
244πρῶθ’ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλι’ὑπέστη
245αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο.
246δὴ τότε γ’Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε,
247βῆ δὲ φέρων ἀν’ὅμιλον Ἀχαιῶν τεύχεα καλά.
248τὸν δ’ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν
249πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος
250ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος.
251στῆ δ’εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον,
252νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε,
253ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή.
254ῥίγησέντ’ἄρ’ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
255ἀλλ’οὐ δ’ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο,
256ἀλλ’ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος.
257ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον
258ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους ·
259τὸν δ’ἕλκοντ’ἀν’ὅμιλον ὑπ’ἀσπίδος ὀμφαλοέσσης
260οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα ·
261τοῖο δ’ἐπ’Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς.
262ἔνθ’Ἀντήνορος υἷες ὑπ’Ἀτρεΐδῃ βασιλῆϊ
263πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω.
264αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
265ἔγχεΐτ’ἄορίτε μεγάλοισίτε χερμαδίοισιν,
266ὄφρά οἱ αἷμ’ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.
267αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ’αἷμα,
268ὀξεῖαι δ’ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
269ὡς δ’ὅτ’ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα
270δριμύ, τότε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι
271Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι,
272ὣς ὀξεῖ’ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
273ἐς δίφρον δ’ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε
274νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν · ἤχθετο γὰρ κῆρ.
275ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς ·
276280ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες277ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι278φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς279εἴασε Τρώεσσι πανημέριον πολεμίζειν.
ὣς ἔφαθ’, ἡνίοχος δ’ἵμασεν καλλίτριχας ἵππους
281νῆας ἔπι γλαφυράς · τὼ δ’οὐκ ἀέκοντε πετέσθην ·
282ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ
283τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες.
284Ἕκτωρ δ’ὡς ἐνόησ’Ἀγαμέμνονα νόσφι κιόντα
285Τρωσίτε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας ·
286291Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ287ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.288οἴχετ’ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγ’εὖχος ἔδωκε289Ζεὺς Κρονίδης · ἀλλ’ἰθὺς ἐλαύνετε μώνυχας ἵππους290ἰφθίμων Δαναῶν, ἵν’ὑπέρτερον εὖχος ἄρησθε.
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
292ὡς δ’ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας
293σεύῃ ἐπ’ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι,
294ὣς ἐπ’Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους
295Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ.
296αὐτὸς δ’ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει,
297ἐν δ’ἔπεσ’ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ,
298ἥτε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.
299ἔνθα τίνα πρῶτον, τίνα δ’ὕστατον ἐξενάριξεν
300Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν;
301Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην
302καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδ’Ἀγέλαον
303Αἴσυμνόντ’Ὦρόντε καὶ Ἱππόνοον μενεχάρμην.
304τοὺς ἄρ’ὅ γ’ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα
305πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ
306ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων ·
307πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δ’ἄχνη
308σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς ·
309ὣς ἄρα πυκνὰ καρήαθ’ὑφ’Ἕκτορι δάμνατο λαῶν.
310ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
311καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί,
312εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετ’Ὀδυσσεύς ·
313316Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;314ἀλλ’ἄγε δεῦρο πέπον, παρ’ἔμ’ἵσταο · δὴ γὰρ ἔλεγχος315ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ.
τὸν δ’ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης ·
317320ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι · ἀλλὰ μίνυνθα318ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς319Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.
ἦ καὶ Θυμβραῖον μὲν ἀφ’ἵππων ὦσε χαμᾶζε
321δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν · αὐτὰρ Ὀδυσσεὺς
322ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος.
323τοὺς μὲν ἔπειτ’εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν ·
324τὼ δ’ἀν’ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω
325ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον ·
326ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω · αὐτὰρ Ἀχαιοὶ
327ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον.
328ἔνθ’ἑλέτην δίφρόντε καὶ ἀνέρε δήμου ἀρίστω
329υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
330ᾔδεε μαντοσύνας, οὐ δὲ οὓς παῖδας ἔασκε
331στείχειν ἐς πόλεμον φθισήνορα · τὼ δέ οἱ οὔ τι
332πειθέσθην · κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
333τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης
334θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχε’ἀπηύρα ·
335Ἱππόδαμον δ’Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν.
336ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων
337ἐξ Ἴδης καθορῶν · τοὶ δ’ἀλλήλους ἐνάριζον.
338ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ
339Παιονίδην ἥρωα κατ’ἰσχίον · οὐ δέ οἱ ἵπποι
340ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ.
341τοὺς μὲν γὰρ θεράπων ἀπάνευθ’ἔχεν, αὐτὰρ ὃ πεζὸς
342θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.
343Ἕκτωρ δ’ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δ’ἐπ’αὐτοὺς
344κεκλήγων · ἅμα δὲ Τρώων εἵποντο φάλαγγες.
345τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης,
346αἶψα δ’Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα ·
347349νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ ·348ἀλλ’ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
350καὶ βάλεν, οὐ δ’ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν,
351ἄκρην κὰκ κόρυθα · πλάγχθη δ’ἀπὸ χαλκόφι χαλκός,
352οὐ δ’ἵκετο χρόα καλόν · ἐρύκακε γὰρ τρυφάλεια
353τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων.
354Ἕκτωρ δ’ὦκ’ἀπέλεθρον ἀνέδραμε, μίκτο δ’ὁμίλῳ,
355στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
356γαίης · ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν.
357ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετ’ἐρωὴν
358τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης
359τόφρ’Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας
360ἐξέλασ’ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν.
361δουρὶ δ’ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης ·
362368ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον · ἦτέ τοι ἄγχι363ἦλθε κακόν · νῦν αὖτέ σ’ἐρύσατο Φοῖβος Ἀπόλλων364ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.365ἦ θήν σ’ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,366εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.367νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.
ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν.
369αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
370Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν,
371στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ
372Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος.
373ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο
374αἴνυτ’ἀπὸ στήθεσφι παναίολον ἀσπίδατ’ὤμων
375καὶ κόρυθα βριαρήν · ὃ δὲ τόξου πῆχυν ἄνελκε
376καὶ βάλεν, οὐ δ’ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,
377ταρσὸν δεξιτεροῖο ποδός · διὰ δ’ἀμπερὲς ἰὸς
378ἐν γαίῃ κατέπηκτο · ὃ δὲ μάλα ἡδὺ γελάσσας
379ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα ·
380384βέβληαι οὐ δ’ἅλιον βέλος ἔκφυγεν · ὡς ὄφελόν τοι381νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.382οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος,383οἵτέ σε πεφρίκασι λέονθ’ὡς μηκάδες αἶγες.
τὸν δ’οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης ·
385396τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα386εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,387οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί ·388νῦν δέ μ’ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως.389οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων ·390κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο.391ἦτ’ἄλλως ὑπ’ἐμεῖο, καὶ εἴ κ’ὀλίγον περ ἐπαύρῃ,392ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι.393τοῦ δὲ γυναικὸς μέντ’ἀμφίδρυφοί εἰσι παρειαί,394παῖδες δ’ὀρφανικοί · ὃ δέθ’αἵματι γαῖαν ἐρεύθων395πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.
ὣς φάτο, τοῦ δ’Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν
397ἔστη πρόσθ’· ὃ δ’ὄπισθε καθεζόμενος βέλος ὠκὺ
398ἐκ ποδὸς ἕλκ’, ὀδύνη δὲ διὰ χροὸς ἦλθ’ἀλεγεινή.
399ἐς δίφρον δ’ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε
400νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν · ἤχθετο γὰρ κῆρ.
401οἰώθη δ’Ὀδυσεὺς δουρὶ κλυτός, οὐ δέ τις αὐτῷ
402Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας ·
403ὀχθήσας δ’ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν ·
404411ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι405πληθὺν ταρβήσας · τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω406μοῦνος · τοὺς δ’ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.407ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;408οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,409ὃς δέ κ’ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ410ἑστάμεναι κρατερῶς, ἤτ’ἔβλητ’ἤτ’ἔβαλ’ἄλλον.
εἷος ὃ ταῦθ’ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
412τόφρα δ’ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων,
413ἔλσαν δ’ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες.
414ὡς δ’ὅτε κάπριον ἀμφὶ κύνες θαλεροίτ’αἰζηοὶ
415σεύωνται, ὃ δέτ’εἶσι βαθείης ἐκ ξυλόχοιο
416θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν,
417ἀμφὶ δέτ’ἀΐσσονται, ὑπαὶ δέτε κόμπος ὀδόντων
418γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,
419ὥς ῥα τότ’ἀμφ’Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο
420Τρῶες · ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην
421οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί,
422αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε.
423Χερσιδάμαντα δ’ἔπειτα καθ’ἵππων ἀΐξαντα
424δουρὶ κατὰ πρότμησιν ὑπ’ἀσπίδος ὀμφαλοέσσης
425νύξεν · ὃ δ’ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
426τοὺς μὲν ἔασ’, ὃ δ’ἄρ’Ἱππασίδην Χάροπ’οὔτασε δουρὶ
427αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.
428τῷ δ’ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς,
429στῆ δὲ μάλ’ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν
430434ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτ’ἠδὲ πόνοιο431σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι432τοιώδ’ἄνδρε κατακτείνας καὶ τεύχε’ἀπούρας,433ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.
ὣς εἰπὼν οὔτησε κατ’ἀσπίδα πάντοσ’ἐΐσην.
435διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
436καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,
437πάντα δ’ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐ δ’ἔτ’ἔασε
438Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.
439γνῶ δ’Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν,
440ἂψ δ’ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν ·
441446ἆ δείλ’ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.442ἤτοι μέν ῥ’ἔμ’ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι ·443σοὶ δ’ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν444ἤματι τῷδ’ἔσσεσθαι, ἐμῷ δ’ὑπὸ δουρὶ δαμέντα445εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ’Ἄϊδι κλυτοπώλῳ.
ἦ, καὶ ὃ μὲν φύγαδ’αὖτις ὑποστρέψας ἐβεβήκει,
447τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
448ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
449δούπησεν δὲ πεσών · ὃ δ’ἐπεύξατο δῖος Ὀδυσσεύς ·
450456ὦ Σῶχ’Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο451φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐ δ’ὑπάλυξας.452ἆ δείλ’οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ453ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλ’οἰωνοὶ454ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες.455αὐτὰρ ἔμ’, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί.
ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος
457ἔξωτε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης ·
458αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.
459Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμ’Ὀδυσῆος
460κεκλόμενοι καθ’ὅμιλον ἐπ’αὐτῷ πάντες ἔβησαν.
461αὐτὰρ ὅ γ’ἐξοπίσω ἀνεχάζετο, αὖε δ’ἑταίρους.
462τρὶς μὲν ἔπειτ’ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός,
463τρὶς δ’ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος.
464αἶψα δ’ἄρ’Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα ·
465472Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν466ἀμφί μ’Ὀδυσσῆος ταλασίφρονος ἵκετ’ἀϋτὴ467τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα468Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.469ἀλλ’ἴομεν καθ’ὅμιλον · ἀλεξέμεναι γὰρ ἄμεινον.470δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς471ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.
ὣς εἰπὼν ὃ μὲν ἦρχ’, ὃ δ’ἅμ’ἕσπετο ἰσόθεος φώς.
473εὗρον ἔπειτ’Ὀδυσῆα Διῒ φίλον · ἀμφὶ δ’ἄρ’αὐτὸν
474Τρῶες ἕπονθ’ὡς εἴτε δαφοινοὶ θῶες ὄρεσφιν
475ἀμφ’ἔλαφον κεραὸν βεβλημένον, ὅντ’ἔβαλ’ἀνὴρ
476ἰῷ ἀπὸ νευρῆς · τὸν μέντ’ἤλυξε πόδεσσι
477φεύγων, ὄφρ’αἷμα λιαρὸν καὶ γούνατ’ὀρώρῃ ·
478αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός,
479ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν
480ἐν νέμεϊ σκιερῷ · ἐπίτε λῖν ἤγαγε δαίμων
481σίντην · θῶες μέντε διέτρεσαν, αὐτὰρ ὃ δάπτει ·
482ὥς ῥα τότ’ἀμφ’Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
483Τρῶες ἕπον πολλοίτε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γ’ἥρως
484ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.
485Αἴας δ’ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,
486στῆ δὲ παρέξ · Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.
487ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγ’ὁμίλου
488χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους.
489Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον
490Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα,
491οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.
492ὡς δ’ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι
493χειμάρρους κατ’ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ,
494πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέτε πεύκας
495ἐσφέρεται, πολλὸν δέτ’ἀφυσγετὸν εἰς ἅλα βάλλει,
496ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας,
497δαΐζων ἵππουςτε καὶ ἀνέρας · οὐ δέ πω Ἕκτωρ
498πεύθετ’, ἐπεί ῥα μάχης ἐπ’ἀριστερὰ μάρνατο πάσης
499ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα
500ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δ’ἄσβεστος ὀρώρει
501Νέστοράτ’ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.
502Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων
503ἔγχεΐθ’ἱπποσύνῃτε, νέων δ’ἀλάπαζε φάλαγγας ·
504οὐ δ’ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ
505εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
506παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν,
507ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.
508τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ
509μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.
510αὐτίκα δ’Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον ·
511516ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν512ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων513βαινέτω, ἐς νῆας δὲ τάχιστ’ἔχε μώνυχας ἵππους ·514ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων515ἰούςτ’ἐκτάμνειν ἐπίτ’ἤπια φάρμακα πάσσειν.
ὣς ἔφατ’, οὐ δ’ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
517αὐτίκα δ’ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων
518βαῖν’Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος ·
519μάστιξεν δ’ἵππους, τὼ δ’οὐκ ἀέκοντε πετέσθην
520νῆας ἔπι γλαφυράς · τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
521Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν
522Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν ·
523531Ἕκτορ νῶϊ μὲν ἐνθάδ’ὁμιλέομεν Δαναοῖσιν524ἐσχατιῇ πολέμοιο δυσηχέος · οἳ δὲ δὴ ἄλλοι525Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποιτε καὶ αὐτοί.526Αἴας δὲ κλονέει Τελαμώνιος · εὖ δέ μιν ἔγνων ·527εὐρὺ γὰρ ἀμφ’ὤμοισιν ἔχει σάκος · ἀλλὰ καὶ ἡμεῖς528κεῖσ’ἵππουςτε καὶ ἅρμ’ἰθύνομεν, ἔνθα μάλιστα529ἱππῆες πεζοίτε κακὴν ἔριδα προβαλόντες530ἀλλήλους ὀλέκουσι, βοὴ δ’ἄσβεστος ὄρωρεν.
ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους
532μάστιγι λιγυρῇ · τοὶ δὲ πληγῆς ἀΐοντες
533ῥίμφ’ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς
534στείβοντες νέκυάςτε καὶ ἀσπίδας · αἵματι δ’ἄξων
535νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
536ἃς ἄρ’ἀφ’ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
537αἵτ’ἀπ’ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον
538ἀνδρόμεον ῥῆξαίτε μετάλμενος · ἐν δὲ κυδοιμὸν
539ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.
540αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
541ἔγχεΐτ’ἄορίτε μεγάλοισίτε χερμαδίοισιν,
542Αἴαντος δ’ἀλέεινε μάχην Τελαμωνιάδαο.
544Ζεὺς δὲ πατὴρ Αἴανθ’ὑψίζυγος ἐν φόβον ὦρσε ·
545στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,
546τρέσσε δὲ παπτήνας ἐφ’ὁμίλου θηρὶ ἐοικὼς
547ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων.
548ὡς δ’αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο
549ἐσσεύαντο κύνεςτε καὶ ἀνέρες ἀγροιῶται,
550οἵτέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
551πάννυχοι ἐγρήσσοντες · ὃ δὲ κρειῶν ἐρατίζων
552ἰθύει, ἀλλ’οὔ τι πρήσσει · θαμέες γὰρ ἄκοντες
553ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν
554καιόμεναίτε δεταί, τάςτε τρεῖ ἐσσύμενός περ ·
555ἠῶθεν δ’ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ ·
556ὣς Αἴας τότ’ἀπὸ Τρώων τετιημένος ἦτορ
557ἤϊε πόλλ’ἀέκων · περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.
558ὡς δ’ὅτ’ὄνος παρ’ἄρουραν ἰὼν ἐβιήσατο παῖδας
559νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλ’ἀμφὶς ἐάγῃ,
560κείρειτ’εἰσελθὼν βαθὺ λήϊον · οἳ δέτε παῖδες
561τύπτουσιν ῥοπάλοισι · βίη δέτε νηπίη αὐτῶν ·
562σπουδῇτ’ἐξήλασσαν, ἐπείτ’ἐκορέσσατο φορβῆς ·
563ὣς τότ’ἔπειτ’Αἴαντα μέγαν Τελαμώνιον υἱὸν
564Τρῶες ὑπέρθυμοι πολυηγερέεςτ’ἐπίκουροι
565νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο.
566Αἴας δ’ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς
567αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας
568Τρώων ἱπποδάμων · ὁτὲ δὲ τρωπάσκετο φεύγειν.
569πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν,
570αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ
571ἱστάμενος · τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
572ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω,
573πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν,
574ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
575τὸν δ’ὡς οὖν ἐνόησ’Εὐαίμονος ἀγλαὸς υἱὸς
576Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι,
577στῆ ῥα παρ’αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
578καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν
579ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ’ὑπὸ γούνατ’ἔλυσεν ·
580Εὐρύπυλος δ’ἐπόρουσε καὶ αἴνυτο τεύχε’ἀπ’ὤμων.
581τὸν δ’ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
582τεύχε’ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον
583ἕλκετ’ἐπ’Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ
584δεξιόν · ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.
585ἂψ δ’ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ἀλεείνων,
586ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς ·
587592ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες588στῆτ’ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ589Αἴανθ’, ὃς βελέεσσι βιάζεται, οὐ δέ ἕ φημι590φεύξεσθ’ἐκ πολέμοιο δυσηχέος · ἀλλὰ μάλ’ἄντην591ἵστασθ’ἀμφ’Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
ὣς ἔφατ’Εὐρύπυλος βεβλημένος · οἳ δὲ παρ’αὐτὸν
593πλησίοι ἔστησαν σάκε’ὤμοισι κλίναντες
594δούρατ’ἀνασχόμενοι · τῶν δ’ἀντίος ἤλυθεν Αἴας.
595στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
596ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο ·
597Νέστορα δ’ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι
598ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν.
599τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς ·
600ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ
601εἰσορόων πόνον αἰπὺν ἰῶκάτε δακρυόεσσαν.
602αἶψα δ’ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε
603φθεγξάμενος παρὰ νηός · ὃ δὲ κλισίηθεν ἀκούσας
604ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δ’ἄρα οἱ πέλεν ἀρχή.
605τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός ·
606607τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο;
τὸν δ’ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
608616δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ609νῦν ὀΐω περὶ γούνατ’ἐμὰ στήσεσθαι Ἀχαιοὺς610λισσομένους · χρειὼ γὰρ ἱκάνεται οὐκέτ’ἀνεκτός.611ἀλλ’ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορ’ἔρειο612ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο ·613ἤτοι μὲν τά γ’ὄπισθε Μαχάονι πάντα ἔοικε614τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός ·615ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.
ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ’ἑταίρῳ,
617βῆ δὲ θέειν παράτε κλισίας καὶ νῆας Ἀχαιῶν.
618οἳ δ’ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο,
619αὐτοὶ μέν ῥ’ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν,
620ἵππους δ’Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος
621ἐξ ὀχέων · τοὶ δ’ἱδρῶ ἀπεψύχοντο χιτώνων
622στάντε ποτὶ πνοιὴν παρὰ θῖν’ἁλός · αὐτὰρ ἔπειτα
623ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον.
624τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη,
625τὴν ἄρετ’ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς,
626θυγατέρ’Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ
627ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.
628ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν
629καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπ’αὐτῆς
630χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον,
631ἠδὲ μέλι χλωρόν, παρὰ δ’ἀλφίτου ἱεροῦ ἀκτήν,
632πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγ’ὁ γεραιός,
633χρυσείοις ἥλοισι πεπαρμένον · οὔατα δ’αὐτοῦ
634τέσσαρ’ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
635χρύσειαι νεμέθοντο, δύω δ’ὑπὸ πυθμένες ἦσαν.
636ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
637πλεῖον ἐόν, Νέστωρ δ’ὁ γέρων ἀμογητὶ ἄειρεν.
638ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν
639οἴνῳ Πραμνείῳ, ἐπὶ δ’αἴγειον κνῆ τυρὸν
640κνήστι χαλκείῃ, ἐπὶ δ’ἄλφιτα λευκὰ πάλυνε,
641πινέμεναι δ’ἐκέλευσεν, ἐπεί ῥ’ὥπλισσε κυκειῶ.
642τὼ δ’ἐπεὶ οὖν πίνοντ’ἀφέτην πολυκαγκέα δίψαν
643μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες,
644Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς.
645τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ,
646ἐς δ’ἄγε χειρὸς ἑλών, κατὰ δ’ἑδριάασθαι ἄνωγε.
647Πάτροκλος δ’ἑτέρωθεν ἀναίνετο εἶπέτε μῦθον ·
648655οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐ δέ με πείσεις.649αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι650ὅν τινα τοῦτον ἄγεις βεβλημένον · ἀλλὰ καὶ αὐτὸς651γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν.652νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμ’Ἀχιλῆϊ.653εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος654δεινὸς ἀνήρ · τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.
τὸν δ’ἠμείβετ’ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
656804τίπτε τὰρ ὧδ’Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν,657ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐ δέ τι οἶδε658πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν · οἳ γὰρ ἄριστοι659ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοίτε.660βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,661οὔτασται δ’Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδ’Ἀγαμέμνων ·662βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ ·663τοῦτον δ’ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο664ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς665ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐ δ’ἐλεαίρει.666ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης667Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,668αὐτοίτε κτεινώμεθ’ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς669ἔσθ’οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.670εἴθ’ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη671ὡς ὁπότ’Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη672ἀμφὶ βοηλασίῃ, ὅτ’ἐγὼ κτάνον Ἰτυμονῆα673ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε,674ῥύσι’ἐλαυνόμενος · ὃ δ’ἀμύνων ᾗσι βόεσσιν675ἔβλητ’ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι,676κὰδ δ’ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται.677ληΐδα δ’ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν678πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,679τόσσα συῶν συβόσια, τόσ’αἰπόλια πλατέ’αἰγῶν,680ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα681πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν.682καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω683ἐννύχιοι προτὶ ἄστυ · γεγήθει δὲ φρένα Νηλεύς,684οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι.685κήρυκες δ’ἐλίγαινον ἅμ’ἠοῖ φαινομένηφι686τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετ’ἐν Ἤλιδι δίῃ ·687οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες688δαίτρευον · πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον,689ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν ·690ἐλθὼν γάρ ῥ’ἐκάκωσε βίη Ἡρακληείη691τῶν προτέρων ἐτέων, κατὰ δ’ἔκταθεν ὅσσοι ἄριστοι ·692δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν ·693τῶν οἶος λιπόμην, οἳ δ’ἄλλοι πάντες ὄλοντο.694ταῦθ’ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες695ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο.696ἐκ δ’ὃ γέρων ἀγέληντε βοῶν καὶ πῶϋ μέγ’οἰῶν697εἵλετο κρινάμενος τριηκόσι’ἠδὲ νομῆας.698καὶ γὰρ τῷ χρεῖος μέγ’ὀφείλετ’ἐν Ἤλιδι δίῃ699τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν700ἐλθόντες μετ’ἄεθλα · περὶ τρίποδος γὰρ ἔμελλον701θεύσεσθαι · τοὺς δ’αὖθι ἄναξ ἀνδρῶν Αὐγείας702κάσχεθε, τὸν δ’ἐλατῆρ’ἀφίει ἀκαχήμενον ἵππων.703τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων704ἐξέλετ’ἄσπετα πολλά · τὰ δ’ἄλλ’ἐς δῆμον ἔδωκε705δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης.706ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφίτε ἄστυ707ἕρδομεν ἱρὰ θεοῖς · οἳ δὲ τρίτῳ ἤματι πάντες708ἦλθον ὁμῶς αὐτοίτε πολεῖς καὶ μώνυχες ἵπποι709πανσυδίῃ · μετὰ δέ σφι Μολίονε θωρήσσοντο710παῖδ’ἔτ’ἐόντ’, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς.711ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη712τηλοῦ ἐπ’Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος ·713τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.714ἀλλ’ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δ’Ἀθήνη715ἄγγελος ἦλθε θέουσ’ἀπ’Ὀλύμπου θωρήσσεσθαι716ἔννυχος, οὐ δ’ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν717ἀλλὰ μάλ’ἐσσυμένους πολεμίζειν. οὐ δέ με Νηλεὺς718εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους ·719οὐ γάρ πώ τί μ’ἔφη ἴδμεν πολεμήϊα ἔργα.720ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι721καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη.722ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων723ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν724ἱππῆες Πυλίων, τὰ δ’ἐπέρρεον ἔθνεα πεζῶν.725ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες726ἔνδιοι ἱκόμεσθ’ἱερὸν ῥόον Ἀλφειοῖο.727ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά,728ταῦρον δ’Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι,729αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην,730δόρπον ἔπειθ’ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι,731καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος732ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ733ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες ·734ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος ·735εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,736συμφερόμεσθα μάχῃ Διίτ’εὐχόμενοι καὶ Ἀθήνῃ.737ἀλλ’ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος,738πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους,739Μούλιον αἰχμητήν · γαμβρὸς δ’ἦν Αὐγείαο,740πρεσβυτάτην δὲ θύγατρ’εἶχε ξανθὴν Ἀγαμήδην,741ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών.742τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί,743ἤριπε δ’ἐν κονίῃσιν · ἐγὼ δ’ἐς δίφρον ὀρούσας744στῆν ῥα μετὰ προμάχοισιν · ἀτὰρ μεγάθυμοι Ἐπειοὶ745ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα746ἡγεμόν’ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι.747αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος,748πεντήκοντα δ’ἕλον δίφρους, δύο δ’ἀμφὶς ἕκαστον749φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες.750καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδ’ἀλάπαξα,751εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων752ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ.753ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε ·754τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο755κτείνοντέςτ’αὐτοὺς ἀνάτ’ἔντεα καλὰ λέγοντες,756ὄφρ’ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους757πέτρηςτ’Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη758κέκληται · ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.759ἔνθ’ἄνδρα κτείνας πύματον λίπον · αὐτὰρ Ἀχαιοὶ760ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδ’ἔχον ὠκέας ἵππους,761πάντες δ’εὐχετόωντο θεῶν Διὶ Νέστορίτ’ἀνδρῶν.762ὣς ἔον, εἴ ποτ’ἔον γε, μετ’ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς763οἶος τῆς ἀρετῆς ἀπονήσεται · ἦτέ μιν οἴω764πολλὰ μετακλαύσεσθαι ἐπεί κ’ἀπὸ λαὸς ὄληται.765ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδ’ἐπέτελλεν766ἤματι τῷ ὅτε σ’ἐκ Φθίης Ἀγαμέμνονι πέμπε,767νῶϊ δέτ’ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς768πάντα μάλ’ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.769Πηλῆος δ’ἱκόμεσθα δόμους εὖ ναιετάοντας770λαὸν ἀγείροντες κατ’Ἀχαιΐδα πουλυβότειραν.771ἔνθα δ’ἔπειθ’ἥρωα Μενοίτιον εὕρομεν ἔνδον772ἠδὲ σέ, πὰρ δ’Ἀχιλῆα · γέρων δ’ἱππηλάτα Πηλεὺς773πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ774αὐλῆς ἐν χόρτῳ · ἔχε δὲ χρύσειον ἄλεισον775σπένδων αἴθοπα οἶνον ἐπ’αἰθομένοις ἱεροῖσι.776σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δ’ἔπειτα777στῆμεν ἐνὶ προθύροισι · ταφὼν δ’ἀνόρουσεν Ἀχιλλεύς,778ἐς δ’ἄγε χειρὸς ἑλών, κατὰ δ’ἑδριάασθαι ἄνωγε,779ξείνιάτ’εὖ παρέθηκεν, ἅτε ξείνοις θέμις ἐστίν.780αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος,781ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ’ἅμ’ἕπεσθαι ·782σφὼ δὲ μάλ’ἠθέλετον, τὼ δ’ἄμφω πόλλ’ἐπέτελλον.783Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλ’Ἀχιλῆϊ784αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων ·785σοὶ δ’αὖθ’ὧδ’ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός ·790ὣς ἐπέτελλ’ὃ γέρων, σὺ δὲ λήθεαι · ἀλλ’ἔτι καὶ νῦν791ταῦτ’εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται.792τίς δ’οἶδ’εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις793παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.794εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει795καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,796ἀλλὰ σέ περ προέτω, ἅμα δ’ἄλλος λαὸς ἑπέσθω797Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι ·798καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι,799αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο800Τρῶες, ἀναπνεύσωσι δ’ἀρήϊοι υἷες Ἀχαιῶν801τειρόμενοι · ὀλίγη δέτ’ἀνάπνευσις πολέμοιο.802ῥεῖα δέ κ’ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ803ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
ὣς φάτο, τῷ δ’ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
805βῆ δὲ θέειν παρὰ νῆας ἐπ’Αἰακίδην Ἀχιλῆα.
806ἀλλ’ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο
807ἷξε θέων Πάτροκλος, ἵνά σφ’ἀγορήτε θέμιςτε
808ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί,
809ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε
810διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ
811σκάζων ἐκ πολέμου · κατὰ δὲ νότιος ῥέεν ἱδρὼς
812ὤμων καὶ κεφαλῆς, ἀπὸ δ’ἕλκεος ἀργαλέοιο
813αἷμα μέλαν κελάρυζε · νόος γε μὲν ἔμπεδος ἦεν.
814τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός,
815καί ῥ’ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα ·
816822ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες817ὣς ἄρ’ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης818ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.819ἀλλ’ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλ’ἥρως,820ἤ ῥ’ἔτι που σχήσουσι πελώριον Ἕκτορ’Ἀχαιοί,821ἦ ἤδη φθίσονται ὑπ’αὐτοῦ δουρὶ δαμέντες;
τὸν δ’αὖτ’Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα ·
823837οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν824ἔσσεται, ἀλλ’ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.825οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,826ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοίτε827χερσὶν ὕπο Τρώων · τῶν δὲ σθένος ὄρνυται αἰέν.828ἀλλ’ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν,829μηροῦ δ’ἔκταμ’ὀϊστόν, ἀπ’αὐτοῦ δ’αἷμα κελαινὸν830νίζ’ὕδατι λιαρῷ, ἐπὶ δ’ἤπια φάρμακα πάσσε831ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι,832ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων.833ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων834τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα835χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος836κεῖσθαι · ὃ δ’ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα.
τὸν δ’αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός ·
838842πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλ’ἥρως;839ἔρχομαι ὄφρ’Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω840ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν ·841ἀλλ’οὐ δ’ὧς περ σεῖο μεθήσω τειρομένοιο.
ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν
843ἐς κλισίην · θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.
844ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ
845ὀξὺ βέλος περιπευκές, ἀπ’αὐτοῦ δ’αἷμα κελαινὸν
846νίζ’ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν
847χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας
848ἔσχ’ὀδύνας · τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ’αἷμα.