Iliad, Book 18 (Σ)
ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο,
2Ἀντίλοχος δ’Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε.
3τὸν δ’εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων
4τὰ φρονέοντ’ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν ·
5ὀχθήσας δ’ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν ·
615ὤ μοι ἐγώ, τίτ’ἄρ’αὖτε κάρη κομόωντες Ἀχαιοὶ7νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο;8μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ,9ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε10Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο11χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.12ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς13σχέτλιος · ἦτ’ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ14ἂψ ἐπὶ νῆας ἴμεν, μη δ’Ἕκτορι ἶφι μάχεσθαι.
εἷος ὃ ταῦθ’ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
16τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς
17δάκρυα θερμὰ χέων, φάτο δ’ἀγγελίην ἀλεγεινήν ·
1822ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆς19πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.20κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται21γυμνοῦ · ἀτὰρ τά γε τεύχε’ἔχει κορυθαίολος Ἕκτωρ.
ὣς φάτο, τὸν δ’ἄχεος νεφέλη ἐκάλυψε μέλαινα ·
23ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
24χεύατο κὰκ κεφαλῆς, χαρίεν δ’ᾔσχυνε πρόσωπον ·
25νεκταρέῳ δὲ χιτῶνι μέλαιν’ἀμφίζανε τέφρη.
26αὐτὸς δ’ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς
27κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων.
28δμῳαὶ δ’ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλόςτε
29θυμὸν ἀκηχέμεναι μεγάλ’ἴαχον, ἐκ δὲ θύραζε
30ἔδραμον ἀμφ’Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι
31στήθεα πεπλήγοντο, λύθεν δ’ὑπὸ γυῖα ἑκάστης.
32Ἀντίλοχος δ’ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων
33χεῖρας ἔχων Ἀχιλῆος · ὃ δ’ἔστενε κυδάλιμον κῆρ ·
34δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ.
35σμερδαλέον δ’ᾤμωξεν · ἄκουσε δὲ πότνια μήτηρ
36ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι,
37κώκυσέντ’ἄρ’ἔπειτα · θεαὶ δέ μιν ἀμφαγέροντο
38πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.
39ἔνθ’ἄρ’ἔην Γλαύκητε Θάλειάτε Κυμοδόκητε
40Νησαίη Σπειώτε Θόηθ’Ἁλίητε βοῶπις
41Κυμοθόητε καὶ Ἀκταίη καὶ Λιμνώρεια
42καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ
43Δωτώτε Πρωτώτε Φέρουσάτε Δυναμένητε
44Δεξαμένητε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα
45Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια
46Νημερτήςτε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα ·
47ἔνθα δ’ἔην Κλυμένη Ἰάνειράτε καὶ Ἰάνασσα
48Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμόςτ’Ἀμάθεια
49ἄλλαιθ’αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.
50τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος · αἳ δ’ἅμα πᾶσαι
51στήθεα πεπλήγοντο, Θέτις δ’ἐξῆρχε γόοιο ·
5265κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρ’ἐῢ πᾶσαι53εἴδετ’ἀκούουσαι ὅσ’ἐμῷ ἔνι κήδεα θυμῷ.54ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια,55ἥτ’ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονάτε κρατερόντε56ἔξοχον ἡρώων · ὃ δ’ἀνέδραμεν ἔρνεϊ ἶσος ·57τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς58νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω59Τρωσὶ μαχησόμενον · τὸν δ’οὐχ ὑποδέξομαι αὖτις60οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.61ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο62ἄχνυται, οὐ δέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.63ἀλλ’εἶμ’, ὄφρα ἴδωμι φίλον τέκος, ἠδ’ἐπακούσω64ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.
ὣς ἄρα φωνήσασα λίπε σπέος · αἳ δὲ σὺν αὐτῇ
66δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης
67ῥήγνυτο · ταὶ δ’ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο
68ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ
69Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφ’Ἀχιλῆα.
70τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,
71ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,
72καί ῥ’ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα ·
7378τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;74ἐξαύδα, μὴ κεῦθε · τὰ μὲν δή τοι τετέλεσται75ἐκ Διός, ὡς ἄρα δὴ πρίν γ’εὔχεο χεῖρας ἀνασχὼν76πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν77σεῦ ἐπιδευομένους, παθέειντ’ἀεκήλια ἔργα.
τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
7994μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν ·80ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθ’ἑταῖρος81Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων82ἶσον ἐμῇ κεφαλῇ; τὸν ἀπώλεσα, τεύχεα δ’Ἕκτωρ83δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι84καλά · τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα85ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ.86αἴθ’ὄφελες σὺ μὲν αὖθι μετ’ἀθανάτῃς ἁλίῃσι87ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.88νῦν δ’ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη89παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις90οἴκαδε νοστήσαντ’, ἐπεὶ οὐ δ’ἐμὲ θυμὸς ἄνωγε91ζώειν οὐ δ’ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ92πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ,93Πατρόκλοιο δ’ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ.
τὸν δ’αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα ·
9597ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷ’ἀγορεύεις ·96αὐτίκα γάρ τοι ἔπειτα μεθ’Ἕκτορα πότμος ἑτοῖμος.
τὴν δὲ μέγ’ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
98127αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρ’ἔμελλον ἑταίρῳ99κτεινομένῳ ἐπαμῦναι · ὃ μὲν μάλα τηλόθι πάτρης100ἔφθιτ’, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι.101νῦν δ’ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν,102οὐ δέ τι Πατρόκλῳ γενόμην φάος οὐ δ’ἑτάροισι103τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ,104ἀλλ’ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,105τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων106ἐν πολέμῳ · ἀγορῇ δέτ’ἀμείνονές εἰσι καὶ ἄλλοι.107ὡς ἔρις ἔκτε θεῶν ἔκτ’ἀνθρώπων ἀπόλοιτο108καὶ χόλος, ὅςτ’ἐφέηκε πολύφρονά περ χαλεπῆναι,109ὅςτε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο110ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός ·111ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.112ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,113θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ ·114νῦν δ’εἶμ’ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω115Ἕκτορα · κῆρα δ’ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ116Ζεὺς ἐθέλῃ τελέσαι ἠδ’ἀθάνατοι θεοὶ ἄλλοι.117οὐ δὲ γὰρ οὐ δὲ βίη Ἡρακλῆος φύγε κῆρα,118ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι ·119ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.120ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται,121κείσομ’ἐπεί κε θάνω · νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην,122καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων123ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων124δάκρυ’ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην,125γνοῖεν δ’ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι ·126μὴ δέ μ’ἔρυκε μάχης φιλέουσά περ · οὐ δέ με πείσεις.
τὸν δ’ἠμείβετ’ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα ·
128138ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι129τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.130ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται131χάλκεα μαρμαίροντα · τὰ μὲν κορυθαίολος Ἕκτωρ132αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται · οὐ δέ ἕ φημι133δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.134ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος135πρίν γ’ἐμὲ δεῦρ’ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι ·136ἠῶθεν γὰρ νεῦμαι ἅμ’ἠελίῳ ἀνιόντι137τεύχεα καλὰ φέρουσα παρ’Ἡφαίστοιο ἄνακτος.
ὣς ἄρα φωνήσασα πάλιν τράπεθ’υἷος ἑοῖο,
139καὶ στρεφθεῖσ’ἁλίῃσι κασιγνήτῃσι μετηύδα ·
140145ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον141ὀψόμεναίτε γέρονθ’ἅλιον καὶ δώματα πατρός,142καί οἱ πάντ’ἀγορεύσατ’· ἐγὼ δ’ἐς μακρὸν Ὄλυμπον143εἶμι παρ’Ἥφαιστον κλυτοτέχνην, αἴ κ’ἐθέλῃσιν144υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.
ὣς ἔφαθ’, αἳ δ’ὑπὸ κῦμα θαλάσσης αὐτίκ’ἔδυσαν ·
146ἣ δ’αὖτ’Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα
147ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχε’ἐνείκαι.
148τὴν μὲν ἄρ’Οὔλυμπον δὲ πόδες φέρον · αὐτὰρ Ἀχαιοὶ
149θεσπεσίῳ ἀλαλητῷ ὑφ’Ἕκτορος ἀνδροφόνοιο
150φεύγοντες νῆάςτε καὶ Ἑλλήσποντον ἵκοντο.
151οὐ δέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ
152ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντ’Ἀχιλῆος ·
153αὖτις γὰρ δὴ τόν γε κίχον λαόςτε καὶ ἵπποι
154Ἕκτωρτε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν.
155τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ
156ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα ·
157τρὶς δὲ δύ’Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν
158νεκροῦ ἀπεστυφέλιξαν · ὃ δ’ἔμπεδον ἀλκὶ πεποιθὼς
159ἄλλοτ’ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δ’αὖτε
160στάσκε μέγα ἰάχων · ὀπίσω δ’οὐ χάζετο πάμπαν.
161ὡς δ’ἀπὸ σώματος οὔ τι λέοντ’αἴθωνα δύνανται
162ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι,
163ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ
164Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι.
165καί νύ κεν εἴρυσσέντε καὶ ἄσπετον ἤρατο κῦδος,
166εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις
167ἄγγελος ἦλθε θέουσ’ἀπ’Ὀλύμπου θωρήσσεσθαι
168κρύβδα Διὸς ἄλλωντε θεῶν · πρὸ γὰρ ἧκέ μιν Ἥρη.
169ἀγχοῦ δ’ἱσταμένη ἔπεα πτερόεντα προσηύδα ·
170181ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατ’ἀνδρῶν ·171Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ172ἕστηκε πρὸ νεῶν · οἳ δ’ἀλλήλους ὀλέκουσιν173οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος,174οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν175Τρῶες ἐπιθύουσι · μάλιστα δὲ φαίδιμος Ἕκτωρ176ἑλκέμεναι μέμονεν · κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε177πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθ’ἁπαλῆς ἀπὸ δειρῆς.178ἀλλ’ἄνα μη δ’ἔτι κεῖσο · σέβας δέ σε θυμὸν ἱκέσθω179Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι ·180σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ.
τὴν δ’ἠμείβετ’ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς ·
182183Ἶρι θεὰ τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε;
τὸν δ’αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις ·
184187Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις ·185οὐ δ’οἶδε Κρονίδης ὑψίζυγος οὐ δέ τις ἄλλος186ἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται.
τὴν δ’ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
188196πῶς τὰρ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχε’ἐκεῖνοι ·189μήτηρ δ’οὔ με φίλη πρίν γ’εἴα θωρήσσεσθαι190πρίν γ’αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι ·191στεῦτο γὰρ Ἡφαίστοιο πάρ’οἰσέμεν ἔντεα καλά.192ἄλλου δ’οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω,193εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο.194ἀλλὰ καὶ αὐτὸς ὅ γ’ἔλπομ’ἐνὶ πρώτοισιν ὁμιλεῖ195ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος.
τὸν δ’αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις ·
197202εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχε’ἔχονται ·198ἀλλ’αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι,199αἴ κέ σ’ὑποδείσαντες ἀπόσχωνται πολέμοιο200Τρῶες, ἀναπνεύσωσι δ’ἀρήϊοι υἷες Ἀχαιῶν201τειρόμενοι · ὀλίγη δέτ’ἀνάπνευσις πολέμοιο.
ἣ μὲν ἄρ’ὣς εἰποῦσ’ἀπέβη πόδας ὠκέα Ἶρις,
203αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος · ἀμφὶ δ’Ἀθήνη
204ὤμοις ἰφθίμοισι βάλ’αἰγίδα θυσσανόεσσαν,
205ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων
206χρύσεον, ἐκ δ’αὐτοῦ δαῖε φλόγα παμφανόωσαν.
207ὡς δ’ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρ’ἵκηται
208τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται,
209οἵτε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ
210ἄστεος ἐκ σφετέρου · ἅμα δ’ἠελίῳ καταδύντι
211πυρσοίτε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δ’αὐγὴ
212γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι,
213αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται ·
214ὣς ἀπ’Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρ’ἵκανε ·
215στῆ δ’ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐ δ’ἐς Ἀχαιοὺς
216μίσγετο · μητρὸς γὰρ πυκινὴν ὠπίζετ’ἐφετμήν.
217ἔνθα στὰς ἤϋσ’, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη
218φθέγξατ’· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν.
219ὡς δ’ὅτ’ἀριζήλη φωνή, ὅτετ’ἴαχε σάλπιγξ
220ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων,
221ὣς τότ’ἀριζήλη φωνὴ γένετ’Αἰακίδαο.
222οἳ δ’ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο,
223πᾶσιν ὀρίνθη θυμός · ἀτὰρ καλλίτριχες ἵπποι
224ἂψ ὄχεα τρόπεον · ὄσσοντο γὰρ ἄλγεα θυμῷ.
225ἡνίοχοι δ’ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ
226δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος
227δαιόμενον · τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη.
228τρὶς μὲν ὑπὲρ τάφρου μεγάλ’ἴαχε δῖος Ἀχιλλεύς,
229τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοίτ’ἐπίκουροι.
230ἔνθα δὲ καὶ τότ’ὄλοντο δυώδεκα φῶτες ἄριστοι
231ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶ
232ἀσπασίως Πάτροκλον ὑπ’ἐκ βελέων ἐρύσαντες
233κάτθεσαν ἐν λεχέεσσι · φίλοι δ’ἀμφέσταν ἑταῖροι
234μυρόμενοι · μετὰ δέ σφι ποδώκης εἵπετ’Ἀχιλλεὺς
235δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον
236κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ,
237τόν ῥ’ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν
238ἐς πόλεμον, οὐ δ’αὖτις ἐδέξατο νοστήσαντα.
239Ἠέλιον δ’ἀκάμαντα βοῶπις πότνια Ἥρη
240πέμψεν ἐπ’Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι ·
241ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ
242φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο.
243Τρῶες δ’αὖθ’ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης
244χωρήσαντες ἔλυσαν ὑφ’ἅρμασιν ὠκέας ἵππους,
245ἐς δ’ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι.
246ὀρθῶν δ’ἑσταότων ἀγορὴ γένετ’, οὐ δέ τις ἔτλη
247ἕζεσθαι · πάντας γὰρ ἔχε τρόμος, οὕνεκ’Ἀχιλλεὺς
248ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ’ἀλεγεινῆς.
249τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχ’ἀγορεύειν
250Πανθοΐδης · ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω ·
251Ἕκτορι δ’ἦεν ἑταῖρος, ἰῇ δ’ἐν νυκτὶ γένοντο,
252ἀλλ’ὃ μὲν ἂρ μύθοισιν, ὃ δ’ἔγχεϊ πολλὸν ἐνίκα ·
253ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν ·
254284ἀμφὶ μάλα φράζεσθε φίλοι · κέλομαι γὰρ ἔγωγε255ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν256ἐν πεδίῳ παρὰ νηυσίν · ἑκὰς δ’ἀπὸ τείχεός εἰμεν.257ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ258τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί ·259χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων260ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας.261νῦν δ’αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα ·262οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει263μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ264ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται,265ἀλλὰ περὶ πτόλιόςτε μαχήσεται ἠδὲ γυναικῶν.266ἀλλ’ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι · ὧδε γὰρ ἔσται ·267νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα268ἀμβροσίη · εἰ δ’ἄμμε κιχήσεται ἐνθάδ’ἐόντας269αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν270γνώσεται · ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν271ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται272Τρώων · αἲ γὰρ δή μοι ἀπ’οὔατος ὧδε γένοιτο.273εἰ δ’ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ,274νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι275ὑψηλαίτε πύλαι σανίδεςτ’ἐπὶ τῇς ἀραρυῖαι276μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται ·277πρῶϊ δ’ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες278στησόμεθ’ἂμ πύργους · τῷ δ’ἄλγιον, αἴ κ’ἐθέλῃσιν279ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι.280ἂψ πάλιν εἶσ’ἐπὶ νῆας, ἐπεί κ’ἐριαύχενας ἵππους281παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων ·282εἴσω δ’οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει,283οὐ δέ ποτ’ἐκπέρσει · πρίν μιν κύνες ἀργοὶ ἔδονται.
τὸν δ’ἄρ’ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ ·
285310Πουλυδάμα σὺ μὲν οὐκέτ’ἐμοὶ φίλα ταῦτ’ἀγορεύεις,286ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας.287ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων;288πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι289πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον ·290νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά,291πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν292κτήματα περνάμεν’ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς.293νῦν δ’ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω294κῦδος ἀρέσθ’ἐπὶ νηυσί, θαλάσσῃτ’ἔλσαι Ἀχαιούς,295νήπιε μηκέτι ταῦτα νοήματα φαῖν’ἐνὶ δήμῳ ·296οὐ γάρ τις Τρώων ἐπιπείσεται · οὐ γὰρ ἐάσω.297ἀλλ’ἄγεθ’ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.298νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι,299καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος ·300Τρώων δ’ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει,301συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι ·302τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς.303πρῶϊ δ’ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες304νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.305εἰ δ’ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς,306ἄλγιον αἴ κ’ἐθέλῃσι τῷ ἔσσεται · οὔ μιν ἔγωγε307φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλ’ἄντην308στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην.309ξυνὸς Ἐνυάλιος, καίτε κτανέοντα κατέκτα.
ὣς Ἕκτωρ ἀγόρευ’, ἐπὶ δὲ Τρῶες κελάδησαν
311νήπιοι · ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη.
312Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι,
313Πουλυδάμαντι δ’ἄρ’οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν.
314δόρπον ἔπειθ’εἵλοντο κατὰ στρατόν · αὐτὰρ Ἀχαιοὶ
315παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες.
316τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο
317χεῖρας ἐπ’ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου
318πυκνὰ μάλα στενάχων ὥςτε λὶς ἠϋγένειος,
319ᾧ ῥάθ’ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ
320ὕλης ἐκ πυκινῆς · ὃ δέτ’ἄχνυται ὕστερος ἐλθών,
321πολλὰ δέτ’ἄγκε’ἐπῆλθε μετ’ἀνέρος ἴχνι’ἐρευνῶν
322εἴ ποθεν ἐξεύροι · μάλα γὰρ δριμὺς χόλος αἱρεῖ ·
323ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν ·
324343ὢ πόποι ἦ ῥ’ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ325θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι ·326φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν327Ἴλιον ἐκπέρσαντα, λαχόντατε ληΐδος αἶσαν.328ἀλλ’οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ ·329ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι330αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐ δ’ἐμὲ νοστήσαντα331δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς332οὐ δὲ Θέτις μήτηρ, ἀλλ’αὐτοῦ γαῖα καθέξει.333νῦν δ’ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμ’ὑπὸ γαῖαν,334οὔ σε πρὶν κτεριῶ πρίν γ’Ἕκτορος ἐνθάδ’ἐνεῖκαι335τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος ·336δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω337Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.338τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως,339ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι340κλαύσονται νύκτάςτε καὶ ἤματα δάκρυ χέουσαι,341τὰς αὐτοὶ καμόμεσθα βίηφίτε δουρίτε μακρῷ342πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.
ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς
344ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα
345Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα.
346οἳ δὲ λοετροχόον τρίποδ’ἵστασαν ἐν πυρὶ κηλέῳ,
347ἐν δ’ἄρ’ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες.
348γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δ’ὕδωρ ·
349αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,
350καὶ τότε δὴ λοῦσάντε καὶ ἤλειψαν λίπ’ἐλαίῳ,
351ἐν δ’ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο ·
352ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν
353ἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ.
354παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφ’Ἀχιλῆα
355Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες ·
356Ζεὺς δ’Ἥρην προσέειπε κασιγνήτην ἄλοχόντε ·
357360ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη358ἀνστήσασ’Ἀχιλῆα πόδας ταχύν · ἦ ῥά νυ σεῖο359ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί.
τὸν δ’ἠμείβετ’ἔπειτα βοῶπις πότνια Ἥρη ·
361368αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.362καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι,363ὅς περ θνητόςτ’ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε ·364πῶς δὴ ἔγωγ’, ἥ φημι θεάων ἔμμεν ἀρίστη,365ἀμφότερον γενεῇτε καὶ οὕνεκα σὴ παράκοιτις366κέκλημαι, σὺ δὲ πᾶσι μετ’ἀθανάτοισιν ἀνάσσεις,367οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ·
369Ἡφαίστου δ’ἵκανε δόμον Θέτις ἀργυρόπεζα
370ἄφθιτον ἀστερόεντα μεταπρεπέ’ἀθανάτοισι
371χάλκεον, ὅν ῥ’αὐτὸς ποιήσατο κυλλοποδίων.
372τὸν δ’εὗρ’ἱδρώοντα ἑλισσόμενον περὶ φύσας
373σπεύδοντα · τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν
374ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο,
375χρύσεα δέ σφ’ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν,
376ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατ’ἀγῶνα
377ἠδ’αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι.
378οἳ δ’ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δ’οὔ πω
379δαιδάλεα προσέκειτο · τά ῥ’ἤρτυε, κόπτε δὲ δεσμούς.
380ὄφρ’ὅ γε ταῦτ’ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι,
381τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.
382τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος
383καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις ·
384ἔντ’ἄρα οἱ φῦ χειρὶ ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζε ·
385388τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ386αἰδοίητε φίλητε; πάρος γε μὲν οὔ τι θαμίζεις.387ἀλλ’ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.
ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων.
389τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου
390καλοῦ δαιδαλέου · ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν ·
391κέκλετο δ’Ἥφαιστον κλυτοτέχνην εἶπέτε μῦθον ·
392393Ἥφαιστε πρόμολ’ὧδε · Θέτις νύ τι σεῖο χατίζει.
τὴν δ’ἠμείβετ’ἔπειτα περικλυτὸς ἀμφιγυήεις ·
394410ἦ ῥά νύ μοι δεινήτε καὶ αἰδοίη θεὸς ἔνδον,395ἥ μ’ἐσάωσ’ὅτε μ’ἄλγος ἀφίκετο τῆλε πεσόντα396μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μ’ἐθέλησε397κρύψαι χωλὸν ἐόντα · τότ’ἂν πάθον ἄλγεα θυμῷ,398εἰ μή μ’Εὐρυνόμητε Θέτιςθ’ὑπεδέξατο κόλπῳ399Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο.400τῇσι παρ’εἰνάετες χάλκευον δαίδαλα πολλά,401πόρπαςτε γναμπτάςθ’ἕλικας κάλυκάςτε καὶ ὅρμους402ἐν σπῆϊ γλαφυρῷ · περὶ δὲ ῥόος Ὠκεανοῖο403ἀφρῷ μορμύρων ῥέεν ἄσπετος · οὐ δέ τις ἄλλος404ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,405ἀλλὰ Θέτιςτε καὶ Εὐρυνόμη ἴσαν, αἵ μ’ἐσάωσαν.406ἣ νῦν ἡμέτερον δόμον ἵκει · τώ με μάλα χρεὼ407πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν.408ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά,409ὄφρ’ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλάτε πάντα.
ἦ, καὶ ἀπ’ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη
411χωλεύων · ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
412φύσας μέν ῥ’ἀπάνευθε τίθει πυρός, ὅπλάτε πάντα
413λάρνακ’ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο ·
414σπόγγῳ δ’ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρ’ἀπομόργνυ
415αὐχένατε στιβαρὸν καὶ στήθεα λαχνήεντα,
416δῦ δὲ χιτῶν’, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε
417χωλεύων · ὑπὸ δ’ἀμφίπολοι ῥώοντο ἄνακτι
418χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι.
419τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ
420καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν.
421αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον · αὐτὰρ ὃ ἔρρων
422πλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ,
423ἔντ’ἄρα οἱ φῦ χειρὶ ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζε ·
424428τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ425αἰδοίητε φίλητε; πάρος γε μὲν οὔ τι θαμίζεις.426αὔδα ὅ τι φρονέεις · τελέσαι δέ με θυμὸς ἄνωγεν,427εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
τὸν δ’ἠμείβετ’ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα ·
429462Ἥφαιστ’, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσ’ἐν Ὀλύμπῳ,430τοσσάδ’ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ431ὅσσ’ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγε’ἔδωκεν;432ἐκ μέν μ’ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν433Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν434πολλὰ μάλ’οὐκ ἐθέλουσα. ὃ μὲν δὴ γήραϊ λυγρῷ435κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν,436υἱὸν ἐπεί μοι δῶκε γενέσθαίτε τραφέμεντε437ἔξοχον ἡρώων · ὃ δ’ἀνέδραμεν ἔρνεϊ ἶσος ·438τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς439νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω440Τρωσὶ μαχησόμενον · τὸν δ’οὐχ ὑποδέξομαι αὖτις441οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.442ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο443ἄχνυται, οὐ δέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.444κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν,445τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων.446ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν · αὐτὰρ Ἀχαιοὺς447Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐ δὲ θύραζε448εἴων ἐξιέναι · τὸν δὲ λίσσοντο γέροντες449Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρ’ὀνόμαζον.450ἔνθ’αὐτὸς μὲν ἔπειτ’ἠναίνετο λοιγὸν ἀμῦναι,451αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε,452πέμπε δέ μιν πόλεμον δέ, πολὺν δ’ἅμα λαὸν ὄπασσε.453πᾶν δ’ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι ·454καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων455πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν456ἔκταν’ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.457το- τοὔνεκα νῦν τὰ σὰ γούναθ’ἱκάνομαι, αἴ κ’ἐθέλῃσθα458υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν459καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας460καὶ θώρηχ’· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος461Τρωσὶ δαμείς · ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.
τὴν δ’ἠμείβετ’ἔπειτα περικλυτὸς ἀμφιγυήεις ·
463468θάρσει · μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.464αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην465νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι,466ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε467ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.
ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δ’ἐπὶ φύσας ·
469τὰς δ’ἐς πῦρ ἔτρεψε κέλευσέτε ἐργάζεσθαι.
470φῦσαι δ’ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων
471παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι,
472ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δ’αὖτε,
473ὅππως Ἥφαιστόςτ’ἐθέλοι καὶ ἔργον ἄνοιτο.
474χαλκὸν δ’ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόντε
475καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον · αὐτὰρ ἔπειτα
476θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ
477ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην.
478ποίει δὲ πρώτιστα σάκος μέγατε στιβαρόντε
479πάντοσε δαιδάλλων, περὶ δ’ἄντυγα βάλλε φαεινὴν
480τρίπλακα μαρμαρέην, ἐκ δ’ἀργύρεον τελαμῶνα.
481πέντε δ’ἄρ’αὐτοῦ ἔσαν σάκεος πτύχες · αὐτὰρ ἐν αὐτῷ
482ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν.
483ἐν μὲν γαῖαν ἔτευξ’, ἐν δ’οὐρανόν, ἐν δὲ θάλασσαν,
484ἠέλιόντ’ἀκάμαντα σελήνηντε πλήθουσαν,
485ἐν δὲ τὰ τείρεα πάντα, τάτ’οὐρανὸς ἐστεφάνωται,
486Πληϊάδαςθ’Ὑάδαςτε τότε σθένος Ὠρίωνος
487Ἄρκτόνθ’, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν,
488ἥτ’αὐτοῦ στρέφεται καίτ’Ὠρίωνα δοκεύει,
489οἴη δ’ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.
490ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων
491καλάς. ἐν τῇ μέν ῥα γάμοιτ’ἔσαν εἰλαπίναιτε,
492νύμφας δ’ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων
493ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δ’ὑμέναιος ὀρώρει ·
494κοῦροι δ’ὀρχηστῆρες ἐδίνεον, ἐν δ’ἄρα τοῖσιν
495αὐλοὶ φόρμιγγέςτε βοὴν ἔχον · αἳ δὲ γυναῖκες
496ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.
497λαοὶ δ’εἰν ἀγορῇ ἔσαν ἀθρόοι · ἔνθα δὲ νεῖκος
498ὠρώρει, δύο δ’ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς
499ἀνδρὸς ἀποφθιμένου · ὃ μὲν εὔχετο πάντ’ἀποδοῦναι
500δήμῳ πιφαύσκων, ὃ δ’ἀναίνετο μηδὲν ἑλέσθαι ·
501ἄμφω δ’ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.
502λαοὶ δ’ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί ·
503κήρυκες δ’ἄρα λαὸν ἐρήτυον · οἳ δὲ γέροντες
504εἵατ’ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ,
505σκῆπτρα δὲ κηρύκων ἐν χέρσ’ἔχον ἠεροφώνων ·
506τοῖσιν ἔπειτ’ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.
507κεῖτο δ’ἄρ’ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα,
508τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι.
509τὴν δ’ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν
510τεύχεσι λαμπόμενοι · δίχα δέ σφισιν ἥνδανε βουλή,
511ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι
512κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν ·
513οἳ δ’οὔ πω πείθοντο, λόχῳ δ’ὑπεθωρήσσοντο.
514τεῖχος μέν ῥ’ἄλοχοίτε φίλαι καὶ νήπια τέκνα
515ῥύατ’ἐφεσταότες, μετὰ δ’ἀνέρες οὓς ἔχε γῆρας ·
516οἳ δ’ἴσαν · ἦρχε δ’ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη
517ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην,
518καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥςτε θεώ περ
519ἀμφὶς ἀριζήλω · λαοὶ δ’ὑπολίζονες ἦσαν.
520οἳ δ’ὅτε δή ῥ’ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι
521ἐν ποταμῷ, ὅθιτ’ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν,
522ἔνθ’ἄρα τοί γ’ἵζοντ’εἰλυμένοι αἴθοπι χαλκῷ.
523τοῖσι δ’ἔπειτ’ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν
524δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς.
525οἳ δὲ τάχα προγένοντο, δύω δ’ἅμ’ἕποντο νομῆες
526τερπόμενοι σύριγξι · δόλον δ’οὔ τι προνόησαν.
527οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δ’ἔπειτα
528τάμνοντ’ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ
529ἀργεννέων οἰῶν, κτεῖνον δ’ἐπὶ μηλοβοτῆρας.
530οἳ δ’ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν
531εἰράων προπάροιθε καθήμενοι, αὐτίκ’ἐφ’ἵππων
532βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δ’ἵκοντο.
533στησάμενοι δ’ἐμάχοντο μάχην ποταμοῖο παρ’ὄχθας,
534βάλλον δ’ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
535ἐν δ’Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δ’ὀλοὴ Κήρ,
536ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
537ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν ·
538εἷμα δ’ἔχ’ἀμφ’ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.
539ὡμίλευν δ’ὥςτε ζωοὶ βροτοὶ ἠδ’ἐμάχοντο,
540νεκρούςτ’ἀλλήλων ἔρυον κατατεθνηῶτας.
541ἐν δ’ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν
542εὐρεῖαν τρίπολον · πολλοὶ δ’ἀροτῆρες ἐν αὐτῇ
543ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.
544οἳ δ’ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης,
545τοῖσι δ’ἔπειτ’ἐν χερσὶ δέπας μελιηδέος οἴνου
546δόσκεν ἀνὴρ ἐπιών · τοὶ δὲ στρέψασκον ἀν’ὄγμους,
547ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι.
548ἣ δὲ μελαίνετ’ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει,
549χρυσείη περ ἐοῦσα · τὸ δὴ περὶ θαῦμα τέτυκτο.
550ἐν δ’ἐτίθει τέμενος βασιλήϊον · ἔνθα δ’ἔριθοι
551ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες.
552δράγματα δ’ἄλλα μετ’ὄγμον ἐπήτριμα πῖπτον ἔραζε,
553ἄλλα δ’ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.
554τρεῖς δ’ἄρ’ἀμαλλοδετῆρες ἐφέστασαν · αὐτὰρ ὄπισθε
555παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες
556ἀσπερχὲς πάρεχον · βασιλεὺς δ’ἐν τοῖσι σιωπῇ
557σκῆπτρον ἔχων ἑστήκει ἐπ’ὄγμου γηθόσυνος κῆρ.
558κήρυκες δ’ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο,
559βοῦν δ’ἱερεύσαντες μέγαν ἄμφεπον · αἳ δὲ γυναῖκες
560δεῖπνον ἐρίθοισιν λεύκ’ἄλφιτα πολλὰ πάλυνον.
561ἐν δ’ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν
562καλὴν χρυσείην · μέλανες δ’ἀνὰ βότρυες ἦσαν,
563ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν.
564ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ’ἕρκος ἔλασσε
565κασσιτέρου · μία δ’οἴη ἀταρπιτὸς ἦεν ἐπ’αὐτήν,
566τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν.
567παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες
568πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.
569τοῖσιν δ’ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ
570ἱμερόεν κιθάριζε, λίνον δ’ὑπὸ καλὸν ἄειδε
571λεπταλέῃ φωνῇ · τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ
572μολπῇτ’ἰυγμῷτε ποσὶ σκαίροντες ἕποντο.
573ἐν δ’ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων ·
574αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρουτε,
575μυκηθμῷ δ’ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ
576πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα.
577χρύσειοι δὲ νομῆες ἅμ’ἐστιχόωντο βόεσσι
578τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο.
579σμερδαλέω δὲ λέοντε δύ’ἐν πρώτῃσι βόεσσι
580ταῦρον ἐρύγμηλον ἐχέτην · ὃ δὲ μακρὰ μεμυκὼς
581ἕλκετο · τὸν δὲ κύνες μετεκίαθον ἠδ’αἰζηοί.
582τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην
583ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον · οἳ δὲ νομῆες
584αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.
585οἳ δ’ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων,
586ἱστάμενοι δὲ μάλ’ἐγγὺς ὑλάκτεον ἔκτ’ἀλέοντο.
587ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις
588ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων,
589σταθμούςτε κλισίαςτε κατηρεφέας ἰδὲ σηκούς.
590ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις,
591τῷ ἴκελον οἷόν ποτ’ἐνὶ Κνωσῷ εὐρείῃ
592Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.
593ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι
594ὀρχεῦντ’ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες.
595τῶν δ’αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶνας
596εἵατ’ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ ·
597καί ῥ’αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας
598εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.
599οἳ δ’ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι
600ῥεῖα μάλ’, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν
601ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν ·
602ἄλλοτε δ’αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.
603πολλὸς δ’ἱμερόεντα χορὸν περιίσταθ’ὅμιλος
604τερπόμενοι · δοιὼ δὲ κυβιστητῆρε κατ’αὐτοὺς
605μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.
606ἐν δ’ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο
607ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο.
608αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγατε στιβαρόντε,
609τεῦξ’ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς,
610τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν
611καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε,
612τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο.
613αὐτὰρ ἐπεὶ πάνθ’ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις,
614μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας.
615ἣ δ’ἴρηξ ὣς ἆλτο κατ’Οὐλύμπου νιφόεντος
616τεύχεα μαρμαίροντα παρ’Ἡφαίστοιο φέρουσα.