Iliad, Book 22 (Χ)
ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ
2ἱδρῶ ἀπεψύχοντο πίοντ’ἀκέοντότε δίψαν
3κεκλιμένοι καλῇσιν ἐπάλξεσιν · αὐτὰρ Ἀχαιοὶ
4τείχεος ἆσσον ἴσαν σάκε’ὤμοισι κλίναντες.
5Ἕκτορα δ’αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν
6Ἰλίου προπάροιθε πυλάωντε Σκαιάων.
7αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων ·
814τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις9αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐ δέ νύ πώ με10ἔγνως ὡς θεός εἰμι, σὺ δ’ἀσπερχὲς μενεαίνεις.11ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας,12οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης.13οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.
τὸν δὲ μέγ’ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
1521ἔβλαψάς μ’ἑκάεργε θεῶν ὀλοώτατε πάντων16ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος · ἦ κ’ἔτι πολλοὶ17γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.18νῦν δ’ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας19ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γ’ἔδεισας ὀπίσσω.20ἦ σ’ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.
ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,
22σευάμενος ὥςθ’ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,
23ὅς ῥάτε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο ·
24ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατ’ἐνώμα.
25τὸν δ’ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι
26παμφαίνονθ’ὥςτ’ἀστέρ’ἐπεσσύμενον πεδίοιο,
27ὅς ῥάτ’ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ
28φαίνονται πολλοῖσι μετ’ἀστράσι νυκτὸς ἀμολγῷ,
29ὅντε κύν’Ὠρίωνος ἐπίκλησιν καλέουσι.
30λαμπρότατος μὲν ὅ γ’ἐστί, κακὸν δέτε σῆμα τέτυκται,
31καίτε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν ·
32ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
33ᾤμωξεν δ’ὃ γέρων, κεφαλὴν δ’ὅ γε κόψατο χερσὶν
34ὑψόσ’ἀνασχόμενος, μέγα δ’οἰμώξας ἐγεγώνει
35λισσόμενος φίλον υἱόν · ὃ δὲ προπάροιθε πυλάων
36ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι ·
37τὸν δ’ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς ·
3877Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον39οἶος ἄνευθ’ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς40Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι41σχέτλιος · αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο42ὅσσον ἐμοί · τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν43κείμενον · ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι ·44ὅς μ’υἱῶν πολλῶντε καὶ ἐσθλῶν εὖνιν ἔθηκε45κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων.46καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον47οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων,48τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν.49ἀλλ’εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦτ’ἂν ἔπειτα50χαλκοῦτε χρυσοῦτ’ἀπολυσόμεθ’, ἔστι γὰρ ἔνδον ·51πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης.52εἰ δ’ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν,53ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα ·54λαοῖσιν δ’ἄλλοισι μινυνθαδιώτερον ἄλγος55ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς.56ἀλλ’εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς57Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς58Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς.59πρὸς δ’ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ’ἐλέησον60δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ61αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλ’ἐπιδόντα62υἷάςτ’ὀλλυμένους ἑλκηθείσαςτε θύγατρας,63καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα64βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι,65ἑλκομέναςτε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν.66αὐτὸν δ’ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν67ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ68τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,69οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς,70οἵ κ’ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ71κείσοντ’ἐν προθύροισι. νέῳ δέτε πάντ’ἐπέοικεν72ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ73κεῖσθαι · πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ ·74ἀλλ’ὅτε δὴ πολιόντε κάρη πολιόντε γένειον75αἰδῶτ’αἰσχύνωσι κύνες κταμένοιο γέροντος,76τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.
ἦ ῥ’ὃ γέρων, πολιὰς δ’ἄρ’ἀνὰ τρίχας ἕλκετο χερσὶ
78τίλλων ἐκ κεφαλῆς · οὐ δ’Ἕκτορι θυμὸν ἔπειθε.
79μήτηρ δ’αὖθ’ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα
80κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε ·
81καί μιν δάκρυ χέουσ’ἔπεα πτερόεντα προσηύδα ·
8290Ἕκτορ τέκνον ἐμὸν τάδετ’αἴδεο καί μ’ἐλέησον83αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον ·84τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα85τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ86σχέτλιος · εἴ περ γάρ σε κατακτάνῃ, οὔ σ’ἔτ’ἔγωγε87κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή,88οὐ δ’ἄλοχος πολύδωρος · ἄνευθε δέ σε μέγα νῶϊν89Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.
ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν
91πολλὰ λισσομένω · οὐ δ’Ἕκτορι θυμὸν ἔπειθον,
92ἀλλ’ὅ γε μίμν’Ἀχιλῆα πελώριον ἆσσον ἰόντα.
93ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι
94βεβρωκὼς κακὰ φάρμακ’, ἔδυ δέτέ μιν χόλος αἰνός,
95σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ ·
96ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει
97πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδ’ἐρείσας ·
98ὀχθήσας δ’ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν ·
99131ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω,100Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,101ὅς μ’ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι102νύχθ’ὕπο τήνδ’ὀλοὴν ὅτετ’ὤρετο δῖος Ἀχιλλεύς.103ἀλλ’ἐγὼ οὐ πιθόμην · ἦτ’ἂν πολὺ κέρδιον ἦεν.104νῦν δ’ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν,105αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,106μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο ·108ὣς ἐρέουσιν · ἐμοὶ δὲ τότ’ἂν πολὺ κέρδιον εἴη109ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι,110ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος.111εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν112καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας113αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω114καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθ’ἅμ’αὐτῇ,115πάντα μάλ’ὅσσάτ’Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν116ἠγάγετο Τροίηνδ’, ἥτ’ἔπλετο νείκεος ἀρχή,117δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δ’ἀμφὶς Ἀχαιοῖς118ἄλλ’ἀποδάσσεσθαι ὅσατε πτόλις ἥδε κέκευθε ·119Τρωσὶν δ’αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι120μή τι κατακρύψειν, ἀλλ’ἄνδιχα πάντα δάσασθαι121κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει ·122ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;123μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μ’οὐκ ἐλεήσει124οὐ δέ τί μ’αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα125αὔτως ὥςτε γυναῖκα, ἐπεί κ’ἀπὸ τεύχεα δύω.126οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐ δ’ἀπὸ πέτρης127τῷ ὀαριζέμεναι, ἅτε παρθένος ἠΐθεόςτε128παρθένος ἠΐθεόςτ’ὀαρίζετον ἀλλήλοιιν.129βέλτερον αὖτ’ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα ·130εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.
ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς
132ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ
133σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον
134δεινήν · ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ
135ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος.
136Ἕκτορα δ’, ὡς ἐνόησεν, ἕλε τρόμος · οὐ δ’ἄρ’ἔτ’ἔτλη
137αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς ·
138Πηλεΐδης δ’ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς.
139ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν
140ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν,
141ἣ δέθ’ὕπαιθα φοβεῖται, ὃ δ’ἐγγύθεν ὀξὺ λεληκὼς
142ταρφέ’ἐπαΐσσει, ἑλέειντέ ἑ θυμὸς ἀνώγει ·
143ὣς ἄρ’ὅ γ’ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δ’Ἕκτωρ
144τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατ’ἐνώμα.
145οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα
146τείχεος αἰὲν ὑπ’ἐκ κατ’ἀμαξιτὸν ἐσσεύοντο,
147κρουνὼ δ’ἵκανον καλλιρρόω · ἔνθα δὲ πηγαὶ
148δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.
149ἣ μὲν γάρθ’ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς
150γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο ·
151ἣ δ’ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ,
152ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.
153ἔνθα δ’ἐπ’αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι
154καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα
155πλύνεσκον Τρώων ἄλοχοι καλαίτε θύγατρες
156τὸ πρὶν ἐπ’εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν.
157τῇ ῥα παραδραμέτην φεύγων ὃ δ’ὄπισθε διώκων ·
158πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγ’ἀμείνων
159καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐ δὲ βοείην
160ἀρνύσθην, ἅτε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν,
161ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.
162ὡς δ’ὅτ’ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι
163ῥίμφα μάλα τρωχῶσι · τὸ δὲ μέγα κεῖται ἄεθλον
164ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος ·
165ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην
166καρπαλίμοισι πόδεσσι · θεοὶ δ’ἐς πάντες ὁρῶντο ·
167τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶντε θεῶντε ·
168177ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος169ὀφθαλμοῖσιν ὁρῶμαι · ἐμὸν δ’ὀλοφύρεται ἦτορ170Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρί’ἔκηεν171Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δ’αὖτε172ἐν πόλει ἀκροτάτῃ · νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς173ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.174ἀλλ’ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε175ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη176Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.
τὸν δ’αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη ·
178182ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες ·179ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ180ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;181ἔρδ’· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
τὴν δ’ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
183186θάρσει Τριτογένεια φίλον τέκος · οὔ νύ τι θυμῷ184πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι ·185ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δ’ἔτ’ἐρώει.
ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην ·
187βῆ δὲ κατ’Οὐλύμποιο καρήνων ἀΐξασα.
188Ἕκτορα δ’ἀσπερχὲς κλονέων ἔφεπ’ὠκὺς Ἀχιλλεύς.
189ὡς δ’ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται
190ὄρσας ἐξ εὐνῆς διάτ’ἄγκεα καὶ διὰ βήσσας ·
191τὸν δ’εἴ πέρτε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ,
192ἀλλάτ’ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ ·
193ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.
194ὁσσάκι δ’ὁρμήσειε πυλάων Δαρδανιάων
195ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους,
196εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,
197τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς
198πρὸς πεδίον · αὐτὸς δὲ ποτὶ πτόλιος πέτετ’αἰεί.
199ὡς δ’ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν ·
200οὔτ’ἄρ’ὃ τὸν δύναται ὑποφεύγειν οὔθ’ὃ διώκειν ·
201ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐ δ’ὃς ἀλύξαι.
202πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο,
203εἰ μή οἱ πύματόντε καὶ ὕστατον ἤντετ’Ἀπόλλων
204ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηράτε γοῦνα;
205λαοῖσιν δ’ἀνένευε καρήατι δῖος Ἀχιλλεύς,
206οὐ δ’ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα,
207μή τις κῦδος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι.
208ἀλλ’ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,
209καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,
210ἐν δ’ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,
211τὴν μὲν Ἀχιλλῆος, τὴν δ’Ἕκτορος ἱπποδάμοιο,
212ἕλκε δὲ μέσσα λαβών · ῥέπε δ’Ἕκτορος αἴσιμον ἦμαρ,
213ᾤχετο δ’εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.
214Πηλεΐωνα δ’ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,
215ἀγχοῦ δ’ἱσταμένη ἔπεα πτερόεντα προσηύδα ·
216224νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμ’Ἀχιλλεῦ217οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας218Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.219οὔ οἱ νῦν ἔτι γ’ἔστι πεφυγμένον ἄμμε γενέσθαι,220οὐ δ’εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων221προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.222ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δ’ἐγώ τοι223οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.
ὣς φάτ’Ἀθηναίη, ὃ δ’ἐπείθετο, χαῖρε δὲ θυμῷ,
225στῆ δ’ἄρ’ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς.
226ἣ δ’ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δ’Ἕκτορα δῖον
227Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν ·
228ἀγχοῦ δ’ἱσταμένη ἔπεα πτερόεντα προσηύδα ·
229232ἠθεῖ’ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς230ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων ·231ἀλλ’ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
τὴν δ’αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ ·
233238Δηΐφοβ’ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα234γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας ·235νῦν δ’ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι,236ὃς ἔτλης ἐμεῦ εἵνεκ’, ἐπεὶ ἴδες ὀφθαλμοῖσι,237τείχεος ἐξελθεῖν, ἄλλοι δ’ἔντοσθε μένουσι.
τὸν δ’αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη ·
239247ἠθεῖ’ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ240λίσσονθ’ἑξείης γουνούμενοι, ἀμφὶ δ’ἑταῖροι,241αὖθι μένειν · τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες ·242ἀλλ’ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ.243νῦν δ’ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων244ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς245νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται246νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ.
ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατ’Ἀθήνη ·
248οἳ δ’ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ἀλλήλοισιν ἰόντες,
249τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ ·
250260οὔ σ’ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ251τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐ δέ ποτ’ἔτλην252μεῖναι ἐπερχόμενον · νῦν αὖτέ με θυμὸς ἀνῆκε253στήμεναι ἀντία σεῖο · ἕλοιμί κεν ἤ κεν ἁλοίην.254ἀλλ’ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα · τοὶ γὰρ ἄριστοι255μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων ·256οὐ γὰρ ἐγώ σ’ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς257δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι ·258ἀλλ’ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχε’Ἀχιλλεῦ259νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν · ὣς δὲ σὺ ῥέζειν.
τὸν δ’ἄρ’ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
261273Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε ·262ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,263οὐ δὲ λύκοιτε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,264ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,265ὣς οὐκ ἔστ’ἐμὲ καὶ σὲ φιλήμεναι, οὐ δέ τι νῶϊν266ὅρκια ἔσσονται, πρίν γ’ἢ ἕτερόν γε πεσόντα267αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.268παντοίης ἀρετῆς μιμνήσκεο · νῦν σε μάλα χρὴ269αἰχμητήντ’ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.270οὔ τοι ἔτ’ἔσθ’ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη271ἔγχει ἐμῷ δαμάᾳ · νῦν δ’ἀθρόα πάντ’ἀποτίσεις272κήδε’ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.
ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος ·
274καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ ·
275ἕζετο γὰρ προϊδών, τὸ δ’ὑπέρπτατο χάλκεον ἔγχος,
276ἐν γαίῃ δ’ἐπάγη · ἀνὰ δ’ἥρπασε Παλλὰς Ἀθήνη,
277ἂψ δ’Ἀχιλῆϊ δίδου, λάθε δ’Ἕκτορα ποιμένα λαῶν.
278Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα ·
279289ἤμβροτες, οὐ δ’ἄρα πώ τι θεοῖς ἐπιείκελ’Ἀχιλλεῦ280ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε ·281ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,282ὄφρά σ’ὑποδείσας μένεος ἀλκῆςτε λάθωμαι.283οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,284ἀλλ’ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον285εἴ τοι ἔδωκε θεός · νῦν αὖτ’ἐμὸν ἔγχος ἄλευαι286χάλκεον · ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.287καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο288σεῖο καταφθιμένοιο · σὺ γάρ σφισι πῆμα μέγιστον.
ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
290καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐ δ’ἀφάμαρτε ·
291τῆλε δ’ἀπεπλάγχθη σάκεος δόρυ · χώσατο δ’Ἕκτωρ
292ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,
293στῆ δὲ κατηφήσας, οὐ δ’ἄλλ’ἔχε μείλινον ἔγχος.
294Δηΐφοβον δ’ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας ·
295ᾔτεέ μιν δόρυ μακρόν · ὃ δ’οὔ τί οἱ ἐγγύθεν ἦεν.
296Ἕκτωρ δ’ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέντε ·
297306ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν ·298Δηΐφοβον γὰρ ἔγωγ’ἐφάμην ἥρωα παρεῖναι ·299ἀλλ’ὃ μὲν ἐν τείχει, ἐμὲ δ’ἐξαπάτησεν Ἀθήνη.300νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐ δ’ἔτ’ἄνευθεν,301οὐ δ’ἀλέη · ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν302Ζηνίτε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε303πρόφρονες εἰρύατο · νῦν αὖτέ με μοῖρα κιχάνει.304μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,305ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.
ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,
307τό οἱ ὑπὸ λαπάρην τέτατο μέγατε στιβαρόντε,
308οἴμησεν δὲ ἀλεὶς ὥςτ’αἰετὸς ὑψιπετήεις,
309ὅςτ’εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν
310ἁρπάξων ἢ ἄρν’ἀμαλὴν ἤ πτῶκα λαγωόν ·
311ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.
312ὁρμήθη δ’Ἀχιλεύς, μένεος δ’ἐμπλήσατο θυμὸν
313ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε
314καλὸν δαιδάλεον, κόρυθι δ’ἐπένευε φαεινῇ
315τετραφάλῳ · καλαὶ δὲ περισσείοντο ἔθειραι
316χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
317οἷος δ’ἀστὴρ εἶσι μετ’ἀστράσι νυκτὸς ἀμολγῷ
318ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ,
319ὣς αἰχμῆς ἀπέλαμπ’εὐήκεος, ἣν ἄρ’Ἀχιλλεὺς
320πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ
321εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα.
322τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα
323καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς ·
324φαίνετο δ’ᾗ κληῗδες ἀπ’ὤμων αὐχέν’ἔχουσι
325λαυκανίην, ἵνατε ψυχῆς ὤκιστος ὄλεθρος ·
326τῇ ῥ’ἐπὶ οἷ μεμαῶτ’ἔλασ’ἔγχεϊ δῖος Ἀχιλλεύς,
327ἀντικρὺ δ’ἁπαλοῖο δι’αὐχένος ἤλυθ’ἀκωκή ·
328οὐ δ’ἄρ’ἀπ’ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,
329ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.
330ἤριπε δ’ἐν κονίῃς · ὃ δ’ἐπεύξατο δῖος Ἀχιλλεύς ·
331337Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆ’ἐξεναρίζων332σῶς ἔσσεσθ’, ἐμὲ δ’οὐδὲν ὀπίζεο νόσφιν ἐόντα333νήπιε · τοῖο δ’ἄνευθεν ἀοσσητὴρ μέγ’ἀμείνων334νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην,335ὅς τοι γούνατ’ἔλυσα · σὲ μὲν κύνες ἠδ’οἰωνοὶ336ἑλκήσουσ’ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.
τὸν δ’ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ ·
338344λίσσομ’ὑπὲρ ψυχῆς καὶ γούνων σῶντε τοκήων339μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,340ἀλλὰ σὺ μὲν χαλκόντε ἅλις χρυσόντε δέδεξο341δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,342σῶμα δὲ οἴκαδ’ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με343Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
τὸν δ’ἄρ’ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς ·
345355μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων ·346αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη347ὤμ’ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας,348ὡς οὐκ ἔσθ’ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι,349οὐ δ’εἴ κεν δεκάκιςτε καὶ εἰκοσινήριτ’ἄποινα350στήσωσ’ἐνθάδ’ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα,351οὐ δ’εἴ κέν σ’αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι352Δαρδανίδης Πρίαμος · οὐ δ’ὧς σέ γε πότνια μήτηρ353ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή,354ἀλλὰ κύνεςτε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.
τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ ·
356361ἦ σ’εὖ γιγνώσκων προτιόσσομαι, οὐ δ’ἄρ’ἔμελλον357πείσειν · ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.358φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι359ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων360ἐσθλὸν ἐόντ’ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.
ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,
362ψυχὴ δ’ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
363ὃν πότμον γοόωσα λιποῦσ’ἀνδροτῆτα καὶ ἥβην.
364τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς ·
365367τέθναθι · κῆρα δ’ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ366Ζεὺς ἐθέλῃ τελέσαι ἠδ’ἀθάνατοι θεοὶ ἄλλοι.
ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,
368καὶ τό γ’ἄνευθεν ἔθηχ’, ὃ δ’ἀπ’ὤμων τεύχε’ἐσύλα
369αἱματόεντ’· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,
370οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν
371Ἕκτορος · οὐ δ’ἄρα οἵ τις ἀνουτητί γε παρέστη.
372ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον ·
373375ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι374Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.
ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς.
376τὸν δ’ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,
377στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντ’ἀγόρευεν ·
378395ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες379ἐπεὶ δὴ τόνδ’ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,380ὃς κακὰ πόλλ’ἔρρεξεν ὅσ’οὐ σύμπαντες οἱ ἄλλοι,381εἰ δ’ἄγετ’ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν,382ὄφρά κ’ἔτι γνῶμεν Τρώων νόον ὅν τιν’ἔχουσιν,383ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,384ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτ’ἐόντος.385ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;386κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος387Πάτροκλος · τοῦ δ’οὐκ ἐπιλήσομαι, ὄφρ’ἂν ἔγωγε388ζωοῖσιν μετέω καί μοι φίλα γούνατ’ὀρώρῃ ·389εἰ δὲ θανόντων περ καταλήθοντ’εἰν Ἀΐδαο390αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομ’ἑταίρου.391νῦν δ’ἄγ’ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν392νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δ’ἄγωμεν.393ἠράμεθα μέγα κῦδος · ἐπέφνομεν Ἕκτορα δῖον,394ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.
ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα.
396ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε
397ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δ’ἐξῆπτεν ἱμάντας,
398ἐκ δίφροιο δ’ἔδησε, κάρη δ’ἕλκεσθαι ἔασεν ·
399ἐς δίφρον δ’ἀναβὰς ἀνάτε κλυτὰ τεύχε’ἀείρας
400μάστιξέν ῥ’ἐλάαν, τὼ δ’οὐκ ἀέκοντε πετέσθην.
401τοῦ δ’ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται
402κυάνεαι πίτναντο, κάρη δ’ἅπαν ἐν κονίῃσι
403κεῖτο πάρος χαρίεν · τότε δὲ Ζεὺς δυσμενέεσσι
404δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.
405ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν · ἣ δέ νυ μήτηρ
406τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην
407τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδ’ἐσιδοῦσα ·
408ᾤμωξεν δ’ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ
409κωκυτῷτ’εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.
410τῷ δὲ μάλιστ’ἄρ’ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα
411Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατ’ἄκρης.
412λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα
413ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων.
414πάντας δ’ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον,
415ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον ·
416429σχέσθε φίλοι, καί μ’οἶον ἐάσατε κηδόμενοί περ417ἐξελθόντα πόληος ἱκέσθ’ἐπὶ νῆας Ἀχαιῶν.418λίσσωμ’ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,419ἤν πως ἡλικίην αἰδέσσεται ἠδ’ἐλεήσῃ420γῆρας · καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται421Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι422Τρωσί · μάλιστα δ’ἐμοὶ περὶ πάντων ἄλγε’ἔθηκε.423τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας ·424τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ425ὡς ἑνός, οὗ μ’ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω,426Ἕκτορος · ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι ·427τώ κε κορεσσάμεθα κλαίοντέτε μυρομένωτε428μήτηρθ’, ἥ μιν ἔτικτε δυσάμμορος, ἠδ’ἐγὼ αὐτός.
ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται ·
430Τρῳῇσιν δ’Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο ·
431437τέκνον ἐγὼ δειλή · τί νυ βείομαι αἰνὰ παθοῦσα432σεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτάςτε καὶ ἦμαρ433εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσίτ’ὄνειαρ434Τρωσίτε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς435δειδέχατ’· ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα436ζωὸς ἐών · νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
ὣς ἔφατο κλαίουσ’, ἄλοχος δ’οὔ πώ τι πέπυστο
438Ἕκτορος · οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν
439ἤγγειλ’ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων,
440ἀλλ’ἥ γ’ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο
441δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλ’ἔπασσε.
442κέκλετο δ’ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα
443ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο
444Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι
445νηπίη, οὐ δ’ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν
446χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη.
447κωκυτοῦ δ’ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου ·
448τῆς δ’ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς ·
449ἣ δ’αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα ·
450460δεῦτε δύω μοι ἕπεσθον, ἴδωμ’ὅτιν’ἔργα τέτυκται.451αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δ’ἐμοὶ αὐτῇ452στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα453πήγνυται · ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν.454αἲ γὰρ ἀπ’οὔατος εἴη ἐμεῦ ἔπος · ἀλλὰ μάλ’αἰνῶς455δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς456μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται,457καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς458ἥ μιν ἔχεσκ’, ἐπεὶ οὔ ποτ’ἐνὶ πληθυῖ μένεν ἀνδρῶν,459ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.
ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση
461παλλομένη κραδίην · ἅμα δ’ἀμφίπολοι κίον αὐτῇ
462αὐτὰρ ἐπεὶ πύργόντε καὶ ἀνδρῶν ἷξεν ὅμιλον
463ἔστη παπτήνασ’ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν
464ἑλκόμενον πρόσθεν πόλιος · ταχέες δέ μιν ἵπποι
465ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
466τὴν δὲ κατ’ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,
467ἤριπε δ’ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.
468τῆλε δ’ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα,
469ἄμπυκα κεκρύφαλόντε ἰδὲ πλεκτὴν ἀναδέσμην
470κρήδεμνόνθ’, ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη
471ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθ’Ἕκτωρ
472ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα.
473ἀμφὶ δέ μιν γαλόῳτε καὶ εἰνατέρες ἅλις ἔσταν,
474αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.
475ἣ δ’ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη
476ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν ·
477515Ἕκτορ ἐγὼ δύστηνος · ἰῇ ἄρα γεινόμεθ’αἴσῃ478ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα,479αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ480ἐν δόμῳ Ἠετίωνος, ὅ μ’ἔτρεφε τυτθὸν ἐοῦσαν481δύσμορος αἰνόμορον · ὡς μὴ ὤφελλε τεκέσθαι.482νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης483ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις484χήρην ἐν μεγάροισι · πάϊς δ’ἔτι νήπιος αὔτως,485ὃν τέκομεν σύτ’ἐγώτε δυσάμμοροι · οὔτε σὺ τούτῳ486ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος.487ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,488αἰεί τοι τούτῳ γε πόνος καὶ κήδε’ὀπίσσω489ἔσσοντ’· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.490ἦμαρ δ’ὀρφανικὸν παναφήλικα παῖδα τίθησι ·491πάντα δ’ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί,492δευόμενος δέτ’ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,493ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος ·494τῶν δ’ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε ·495χείλεα μέντ’ἐδίην’, ὑπερῴην δ’οὐκ ἐδίηνε.496τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε497χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων ·499δακρυόεις δέτ’ἄνεισι πάϊς ἐς μητέρα χήρην500Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς501μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν ·502αὐτὰρ ὅθ’ὕπνος ἕλοι, παύσαιτότε νηπιαχεύων,503εὕδεσκ’ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης504εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ ·505νῦν δ’ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν506Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν ·507οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.508νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων509αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται510γυμνόν · ἀτάρ τοι εἵματ’ἐνὶ μεγάροισι κέονται511λεπτάτε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν.512ἀλλ’ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ513οὐδὲν σοί γ’ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς,514ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.
ὣς ἔφατο κλαίουσ’, ἐπὶ δὲ στενάχοντο γυναῖκες.