Iliad, Book 23 (Ψ)
ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν · αὐτὰρ Ἀχαιοὶ
2ἐπεὶ δὴ νῆάςτε καὶ Ἑλλήσποντον ἵκοντο,
3οἳ μὲν ἄρ’ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
4Μυρμιδόνας δ’οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς,
5ἀλλ’ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα ·
612Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι7μὴ δή πω ὑπ’ὄχεσφι λυώμεθα μώνυχας ἵππους,8ἀλλ’αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες9Πάτροκλον κλαίωμεν · ὃ γὰρ γέρας ἐστὶ θανόντων.10αὐτὰρ ἐπεί κ’ὀλοοῖο τεταρπώμεσθα γόοιο,11ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες.
ὣς ἔφαθ’, οἳ δ’ᾤμωξαν ἀολλέες, ἦρχε δ’Ἀχιλλεύς.
13οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους
14μυρόμενοι · μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε.
15δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν
16δάκρυσι · τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.
17τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο
18χεῖρας ἐπ’ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου ·
1924χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι ·20πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην21Ἕκτορα δεῦρ’ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,22δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν23Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.
ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα
25πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας
26ἐν κονίῃς · οἳ δ’ἔντε’ἀφωπλίζοντο ἕκαστος
27χάλκεα μαρμαίροντα, λύον δ’ὑψηχέας ἵππους,
28κὰδ δ’ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο
29μυρίοι · αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ.
30πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ
31σφαζόμενοι, πολλοὶ δ’ὄϊες καὶ μηκάδες αἶγες ·
32πολλοὶ δ’ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ
33εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο ·
34πάντῃ δ’ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.
35αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα
36εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν
37σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.
38οἳ δ’ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες,
39αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν
40ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν
41Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.
42αὐτὰρ ὅ γ’ἠρνεῖτο στερεῶς, ἐπὶ δ’ὅρκον ὄμοσσεν ·
4354οὐ μὰ Ζῆν’, ὅς τίςτε θεῶν ὕπατος καὶ ἄριστος,44οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι45πρίν γ’ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμάτε χεῦαι46κείρασθαίτε κόμην, ἐπεὶ οὔ μ’ἔτι δεύτερον ὧδε47ἵξετ’ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.48ἀλλ’ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί ·49ἠῶθεν δ’ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον50ὕληντ’ἀξέμεναι παράτε σχεῖν ὅσσ’ἐπιεικὲς51νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα,52ὄφρ’ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ53θᾶσσον ἀπ’ὀφθαλμῶν, λαοὶ δ’ἐπὶ ἔργα τράπωνται.
ὣς ἔφαθ’, οἳ δ’ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
55ἐσσυμένως δ’ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι
56δαίνυντ’, οὐ δέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
57αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
58οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος,
59Πηλεΐδης δ’ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης
60κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν
61ἐν καθαρῷ, ὅθι κύματ’ἐπ’ἠϊόνος κλύζεσκον ·
62εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ
63νήδυμος ἀμφιχυθείς · μάλα γὰρ κάμε φαίδιμα γυῖα
64Ἕκτορ’ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν ·
65ἦλθε δ’ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο
66πάντ’αὐτῷ μέγεθόςτε καὶ ὄμματα κάλ’ἐϊκυῖα
67καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο ·
68στῆ δ’ἄρ’ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν ·
6993εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ.70οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος ·71θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω.72τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων,73οὐ δέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν,74ἀλλ’αὔτως ἀλάλημαι ἀν’εὐρυπυλὲς Ἄϊδος δῶ.75καί μοι δὸς τὴν χεῖρ’· ὀλοφύρομαι, οὐ γὰρ ἔτ’αὖτις76νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε.77οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων78βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλ’ἐμὲ μὲν κὴρ79ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ ·80καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελ’Ἀχιλλεῦ,81τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.82ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι ·83μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ’Ἀχιλλεῦ,84ἀλλ’ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν,85εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος86ἤγαγεν ὑμέτερόνδ’ἀνδροκτασίης ὕπο λυγρῆς,87ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος88νήπιος οὐκ ἐθέλων ἀμφ’ἀστραγάλοισι χολωθείς ·89ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς90ἔτραφέτ’ἐνδυκέως καὶ σὸν θεράποντ’ὀνόμηνεν ·91ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι92χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.
τὸν δ’ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
9499τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρ’εἰλήλουθας95καί μοι ταῦτα ἕκαστ’ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι96πάντα μάλ’ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.97ἀλλά μοι ἆσσον στῆθι · μίνυνθά περ ἀμφιβαλόντε98ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.
ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν
100οὐ δ’ἔλαβε · ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς
101ᾤχετο τετριγυῖα · ταφὼν δ’ἀνόρουσεν Ἀχιλλεὺς
102χερσίτε συμπλατάγησεν, ἔπος δ’ὀλοφυδνὸν ἔειπεν ·
103108ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι104ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν ·105παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο106ψυχὴ ἐφεστήκει γοόωσάτε μυρομένητε,107καί μοι ἕκαστ’ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.
ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ’ἵμερον ὦρσε γόοιο ·
109μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς
110ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων
111οὐρῆάςτ’ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην
112πάντοθεν ἐκ κλισιῶν · ἐπὶ δ’ἀνὴρ ἐσθλὸς ὀρώρει
113Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
114οἳ δ’ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες
115σειράςτ’εὐπλέκτους · πρὸ δ’ἄρ’οὐρῆες κίον αὐτῶν.
116πολλὰ δ’ἄναντα κάταντα πάραντάτε δόχμιάτ’ἦλθον ·
117ἀλλ’ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης,
118αὐτίκ’ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ
119τάμνον ἐπειγόμενοι · ταὶ δὲ μεγάλα κτυπέουσαι
120πῖπτον · τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ
121ἔκδεον ἡμιόνων · ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο
122ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.
123πάντες δ’ὑλοτόμοι φιτροὺς φέρον · ὡς γὰρ ἀνώγει
124Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
125κὰδ δ’ἄρ’ἐπ’ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθ’ἄρ’Ἀχιλλεὺς
126φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ.
127αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην
128ἥατ’ἄρ’αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς
129αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε
130χαλκὸν ζώννυσθαι, ζεῦξαι δ’ὑπ’ὄχεσφιν ἕκαστον
131ἵππους · οἳ δ’ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,
132ἂν δ’ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοίτε,
133πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν
134μυρίοι · ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι.
135θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον
136κειρόμενοι · ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς
137ἀχνύμενος · ἕταρον γὰρ ἀμύμονα πέμπ’Ἄϊδος δέ.
138οἳ δ’ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδ’Ἀχιλλεὺς
139κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην.
140ἔνθ’αὖτ’ἄλλ’ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς ·
141στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην,
142τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν ·
143ὀχθήσας δ’ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον ·
144152Σπερχεί’ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς145κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν146σοίτε κόμην κερέειν ῥέξεινθ’ἱερὴν ἑκατόμβην,147πεντήκοντα δ’ἔνορχα παρ’αὐτόθι μῆλ’ἱερεύσειν148ἐς πηγάς, ὅθι τοι τέμενος βωμόςτε θυήεις.149ὣς ἠρᾶθ’ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας.150νῦν δ’ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν151Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.
ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο
153θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφ’ἵμερον ὦρσε γόοιο.
154καί νύ κ’ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο
155εἰ μὴ Ἀχιλλεὺς αἶψ’Ἀγαμέμνονι εἶπε παραστάς ·
156161Ἀτρεΐδη, σοὶ γάρτε μάλιστά γε λαὸς Ἀχαιῶν157πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι,158νῦν δ’ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι159ὅπλεσθαι · τάδε δ’ἀμφὶ πονησόμεθ’οἷσι μάλιστα160κήδεός ἐστι νέκυς · παρὰ δ’οἵτ’ἀγοὶ ἄμμι μενόντων.
αὐτὰρ ἐπεὶ τό γ’ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
162αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας,
163κηδεμόνες δὲ παρ’αὖθι μένον καὶ νήεον ὕλην,
164ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα,
165ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ.
166πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
167πρόσθε πυρῆς ἔδερόντε καὶ ἄμφεπον · ἐκ δ’ἄρα πάντων
168δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς
169ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει.
170ἐν δ’ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας
171πρὸς λέχεα κλίνων · πίσυρας δ’ἐριαύχενας ἵππους
172ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων.
173ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν,
174καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας,
175δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς
176χαλκῷ δηϊόων · κακὰ δὲ φρεσὶ μήδετο ἔργα ·
177ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο.
178ᾤμωξέντ’ἄρ’ἔπειτα, φίλον δ’ὀνόμηνεν ἑταῖρον ·
179184χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι ·180πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην,181δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς182τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει · Ἕκτορα δ’οὔ τι183δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.
ὣς φάτ’ἀπειλήσας · τὸν δ’οὐ κύνες ἀμφεπένοντο,
185ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη
186ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ
187ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
188τῷ δ’ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων
189οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα
190ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο
191σκήλει’ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν.
192οὐ δὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος ·
193ἔνθ’αὖτ’ἀλλ’ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς ·
194στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτ’ἀνέμοισι
195Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά ·
196πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν
197ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί,
198ὕλητε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις
199ἀράων ἀΐουσα μετάγγελος ἦλθ’ἀνέμοισιν.
200οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον
201εἰλαπίνην δαίνυντο · θέουσα δὲ Ἶρις ἐπέστη
202βηλῷ ἔπι λιθέῳ · τοὶ δ’ὡς ἴδον ὀφθαλμοῖσι
203πάντες ἀνήϊξαν, κάλεόντέ μιν εἰς ἓ ἕκαστος ·
204ἣ δ’αὖθ’ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον ·
205212οὐχ ἕδος · εἶμι γὰρ αὖτις ἐπ’Ὠκεανοῖο ῥέεθρα206Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσ’ἑκατόμβας207ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν.208ἀλλ’Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν209ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά,210ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται211Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί.
ἣ μὲν ἄρ’ὣς εἰποῦσ’ἀπεβήσετο, τοὶ δ’ὀρέοντο
213ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν.
214αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα
215πνοιῇ ὕπο λιγυρῇ · Τροίην δ’ἐρίβωλον ἱκέσθην,
216ἐν δὲ πυρῇ πεσέτην, μέγα δ’ἴαχε θεσπιδαὲς πῦρ.
217παννύχιοι δ’ἄρα τοί γε πυρῆς ἄμυδις φλόγ’ἔβαλλον
218φυσῶντες λιγέως · ὃ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς
219χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον
220οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν
221ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο.
222ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων
223νυμφίου, ὅςτε θανὼν δειλοὺς ἀκάχησε τοκῆας,
224ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων,
225ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων.
226ἦμος δ’ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν,
227ὅντε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς,
228τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ.
229οἳ δ’ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι
230Θρηΐκιον κατὰ πόντον · ὃ δ’ἔστενεν οἴδματι θύων.
231Πηλεΐδης δ’ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς
232κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν ·
233οἳ δ’ἀμφ’Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο ·
234τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν,
235ἕζετο δ’ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν ·
236249Ἀτρεΐδητε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,237πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατ’αἴθοπι οἴνῳ238πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος · αὐτὰρ ἔπειτα239ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν240εὖ διαγιγνώσκοντες · ἀριφραδέα δὲ τέτυκται ·241ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δ’ἄλλοι ἄνευθεν242ἐσχατιῇ καίοντ’ἐπιμὶξ ἵπποιτε καὶ ἄνδρες.243καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ244θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι.245τύμβον δ’οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα,246ἀλλ’ἐπιεικέα τοῖον · ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ247εὐρύνθ’ὑψηλόντε τιθήμεναι, οἵ κεν ἐμεῖο248δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε.
ὣς ἔφαθ’, οἳ δ’ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι.
250πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
251ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη ·
252κλαίοντες δ’ἑτάροιο ἐνηέος ὀστέα λευκὰ
253ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν,
254ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν ·
255τορνώσαντο δὲ σῆμα θεμείλιάτε προβάλοντο
256ἀμφὶ πυρήν · εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν,
257χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺς
258αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα,
259νηῶν δ’ἔκφερ’ἄεθλα λέβητάςτε τρίποδάςτε
260ἵππουςθ’ἡμιόνουςτε βοῶντ’ἴφθιμα κάρηνα,
261ἠδὲ γυναῖκας ἐϋζώνους πολιόντε σίδηρον.
262ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλά’ἄεθλα
263θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν
264καὶ τρίποδ’ὠτώεντα δυωκαιεικοσίμετρον
265τῷ πρώτῳ · ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν
266ἑξέτε’ἀδμήτην βρέφος ἡμίονον κυέουσαν ·
267αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα
268καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτ’αὔτως ·
269τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα,
270πέμπτῳ δ’ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε.
271στῆ δ’ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν ·
272287Ἀτρεΐδητε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ273ἱππῆας τάδ’ἄεθλα δεδεγμένα κεῖτ’ἐν ἀγῶνι.274εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ275ἦτ’ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην.276ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι ·277ἀθάνατοίτε γάρ εἰσι, Ποσειδάων δὲ πόρ’αὐτοὺς278πατρὶ ἐμῷ Πηλῆϊ, ὃ δ’αὖτ’ἐμοὶ ἐγγυάλιξεν.279ἀλλ’ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι ·280τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο281ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον282χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ.283τὸν τώ γ’ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι284χαῖται ἐρηρέδαται, τὼ δ’ἕστατον ἀχνυμένω κῆρ.285ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν286ἵπποισίντε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.
ὣς φάτο Πηλεΐδης, ταχέες δ’ἱππῆες ἄγερθεν.
288ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος
289Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο ·
290τῷ δ’ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,
291ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτ’ἀπηύρα
292Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.
293τῷ δ’ἄρ’ἐπ’Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος
294διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους
295Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόντε Πόδαργον ·
296τὴν Ἀγαμέμνονι δῶκ’Ἀγχισιάδης Ἐχέπωλος
297δῶρ’, ἵνα μή οἱ ἕποιθ’ὑπὸ Ἴλιον ἠνεμόεσσαν,
298ἀλλ’αὐτοῦ τέρποιτο μένων · μέγα γάρ οἱ ἔδωκε
299Ζεὺς ἄφενος, ναῖεν δ’ὅ γ’ἐν εὐρυχόρῳ Σικυῶνι ·
300τὴν ὅ γ’ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν.
301Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθ’ἵππους,
302Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος
303τοῦ Νηληϊάδαο · Πυλοιγενέες δέ οἱ ἵπποι
304ὠκύποδες φέρον ἅρμα · πατὴρ δέ οἱ ἄγχι παραστὰς
305μυθεῖτ’εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ ·
306349Ἀντίλοχ’ἤτοι μέν σε νέον περ ἐόντ’ἐφίλησαν307Ζεύςτε Ποσειδάωντε, καὶ ἱπποσύνας ἐδίδαξαν308παντοίας · τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ ·309οἶσθα γὰρ εὖ περὶ τέρμαθ’ἑλισσέμεν · ἀλλά τοι ἵπποι310βάρδιστοι θείειν · τώτ’οἴω λοίγι’ἔσεσθαι.311τῶν δ’ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐ δὲ μὲν αὐτοὶ312πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι.313ἀλλ’ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ314παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα.315μήτι τοι δρυτόμος μέγ’ἀμείνων ἠὲ βίηφι ·316μήτι δ’αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ317νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι ·318μήτι δ’ἡνίοχος περιγίγνεται ἡνιόχοιο.319ἀλλ’ὃς μένθ’ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς320ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα,321ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐ δὲ κατίσχει ·322ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους,323αἰεὶ τέρμ’ὁρόων στρέφει ἐγγύθεν, οὐ δέ ἑ λήθει324ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,325ἀλλ’ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει.326σῆμα δέ τοι ἐρέω μάλ’ἀριφραδές, οὐ δέ σε λήσει.327ἕστηκε ξύλον αὖον ὅσοντ’ὄργυι’ὑπὲρ αἴης328ἢ δρυὸς ἢ πεύκης · τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ,329λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ330ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δ’ἱππόδρομος ἀμφὶς331ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος,332ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων,333καὶ νῦν τέρματ’ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς.334τῷ σὺ μάλ’ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους,335αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ336ἦκ’ἐπ’ἀριστερὰ τοῖιν · ἀτὰρ τὸν δεξιὸν ἵππον337κένσαι ὁμοκλήσας, εἶξαίτέ οἱ ἡνία χερσίν.338ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,339ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι340κύκλου ποιητοῖο · λίθου δ’ἀλέασθαι ἐπαυρεῖν,341μή πως ἵππουςτε τρώσῃς κατάθ’ἅρματα ἄξῃς ·342χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ343ἔσσεται · ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι.344εἰ γάρ κ’ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων,345οὐκ ἔσθ’ὅς κέ σ’ἕλῃσι μετάλμενος οὐ δὲ παρέλθῃ,346οὐ δ’εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι347Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν,348ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γ’ἔτραφεν ἐσθλοί.
ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ
350ἕζετ’, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατ’ἔειπε.
351Μηριόνης δ’ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθ’ἵππους.
352ἂν δ’ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο ·
353πάλλ’Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο
354Ἀντιλόχου · μετὰ τὸν δ’ἔλαχε κρείων Εὔμηλος ·
355τῷ δ’ἄρ’ἐπ’Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος,
356τῷ δ’ἐπὶ Μηριόνης λάχ’ἐλαυνέμεν · ὕστατος αὖτε
357Τυδεΐδης ὄχ’ἄριστος ἐὼν λάχ’ἐλαυνέμεν ἵππους.
358στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματ’Ἀχιλλεὺς
359τηλόθεν ἐν λείῳ πεδίῳ · παρὰ δὲ σκοπὸν εἷσεν
360ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο,
361ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι.
362οἳ δ’ἅμα πάντες ἐφ’ἵπποιιν μάστιγας ἄειραν,
363πέπληγόνθ’ἱμᾶσιν, ὁμόκλησάντ’ἐπέεσσιν
364ἐσσυμένως · οἳ δ’ὦκα διέπρησσον πεδίοιο
365νόσφι νεῶν ταχέως · ὑπὸ δὲ στέρνοισι κονίη
366ἵστατ’ἀειρομένη ὥςτε νέφος ἠὲ θύελλα,
367χαῖται δ’ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο.
368ἅρματα δ’ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,
369ἄλλοτε δ’ἀΐξασκε μετήορα · τοὶ δ’ἐλατῆρες
370ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου
371νίκης ἱεμένων · κέκλοντο δὲ οἷσιν ἕκαστος
372ἵπποις, οἳ δ’ἐπέτοντο κονίοντες πεδίοιο.
373ἀλλ’ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι
374ἂψ ἐφ’ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου
375φαίνετ’, ἄφαρ δ’ἵπποισι τάθη δρόμος · ὦκα δ’ἔπειτα
376αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.
377τὰς δὲ μετ’ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι
378Τρώϊοι, οὐ δέ τι πολλὸν ἄνευθ’ἔσαν, ἀλλὰ μάλ’ἐγγύς ·
379αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην,
380πνοιῇ δ’Εὐμήλοιο μετάφρενον εὐρέετ’ὤμω
381θέρμετ’· ἐπ’αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.
382καί νύ κεν ἢ παρέλασσ’ἢ ἀμφήριστον ἔθηκεν,
383εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων,
384ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.
385τοῖο δ’ἀπ’ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο,
386οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας,
387οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.
388οὐ δ’ἄρ’Ἀθηναίην ἐλεφηράμενος λάθ’Ἀπόλλων
389Τυδεΐδην, μάλα δ’ὦκα μετέσσυτο ποιμένα λαῶν,
390δῶκε δέ οἱ μάστιγα, μένος δ’ἵπποισιν ἐνῆκεν ·
391ἣ δὲ μετ’Ἀδμήτου υἱὸν κοτέουσ’ἐβεβήκει,
392ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν · αἳ δέ οἱ ἵπποι
393ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δ’ἐπὶ γαῖαν ἐλύσθη.
394αὐτὸς δ’ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,
395ἀγκῶνάςτε περιδρύφθη στόματε ῥῖνάςτε,
396θρυλίχθη δὲ μέτωπον ἐπ’ὀφρύσι · τὼ δέ οἱ ὄσσε
397δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
398Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,
399πολλὸν τῶν ἄλλων ἐξάλμενος · ἐν γὰρ Ἀθήνη
400ἵπποις ἧκε μένος καὶ ἐπ’αὐτῷ κῦδος ἔθηκε.
401τῷ δ’ἄρ’ἐπ’Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος.
402Ἀντίλοχος δ’ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο ·
403417ἔμβητον καὶ σφῶϊ · τιταίνετον ὅττι τάχιστα.404ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω405Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη406νῦν ὤρεξε τάχος καὶ ἐπ’αὐτῷ κῦδος ἔθηκεν ·407ἵππους δ’Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον,408καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ409Αἴθη θῆλυς ἐοῦσα · τί ἢ λείπεσθε φέριστοι;410ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται ·411οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν412ἔσσεται, αὐτίκα δ’ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ,413αἴ κ’ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον.414ἀλλ’ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα ·415ταῦτα δ’ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω416στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐ δέ με λήσει.
ὣς ἔφαθ’, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
418μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον · αἶψα δ’ἔπειτα
419στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης.
420ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ
421ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα ·
422τῇ ῥ’εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.
423Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους
424ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.
425Ἀτρεΐδης δ’ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει ·
426429Ἀντίλοχ’ἀφραδέως ἱππάζεαι, ἀλλ’ἄνεχ’ἵππους ·427στεινωπὸς γὰρ ὁδός, τάχα δ’εὐρυτέρη παρελάσσαι ·428μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.
ὣς ἔφατ’, Ἀντίλοχος δ’ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε
430κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς.
431ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται,
432ὅντ’αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,
433τόσσον ἐπιδραμέτην · αἳ δ’ἠρώησαν ὀπίσσω
434Ἀτρεΐδεω · αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν
435μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι,
436δίφρουςτ’ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δ’αὐτοὶ
437ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης.
438τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος ·
439442Ἀντίλοχ’οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος ·440ἔρρ’, ἐπεὶ οὔ σ’ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί.441ἀλλ’οὐ μὰν οὐ δ’ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.
ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέντε ·
443446μή μοι ἐρύκεσθον μὴ δ’ἕστατον ἀχνυμένω κῆρ.444φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα445ἢ ὑμῖν · ἄμφω γὰρ ἀτέμβονται νεότητος.
ὣς ἔφαθ’, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
447μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο.
448Ἀργεῖοι δ’ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο
449ἵππους · τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.
450πρῶτος δ’Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθ’ἵππους ·
451ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ ·
452τοῖο δ’ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας
453ἔγνω, φράσσατο δ’ἵππον ἀριπρεπέα προὔχοντα,
454ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ
455λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη.
456στῆ δ’ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν ·
457473ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες458οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς;459ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι,460ἄλλος δ’ἡνίοχος ἰνδάλλεται · αἳ δέ που αὐτοῦ461ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν ·462ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας,463νῦν δ’οὔ πῃ δύναμαι ἰδέειν · πάντῃ δέ μοι ὄσσε464Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι ·465ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐ δὲ δυνάσθη466εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας ·467ἔνθά μιν ἐκπεσέειν ὀΐω σύνθ’ἅρματα ἆξαι,468αἳ δ’ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν.469ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν · οὐ γὰρ ἔγωγε470εὖ διαγιγνώσκω · δοκέει δέ μοι ἔμμεναι ἀνὴρ471Αἰτωλὸς γενεήν, μετὰ δ’Ἀργείοισιν ἀνάσσει472Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.
τὸν δ’αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας ·
474482Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέτ’ἄνευθεν475ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται.476οὔτε νεώτατός ἐσσι μετ’Ἀργείοισι τοσοῦτον,477οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε ·478ἀλλ’αἰεὶ μύθοις λαβρεύεαι · οὐ δέ τί σε χρὴ479λαβραγόρην ἔμεναι · πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι.480ἵπποι δ’αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ,481Εὐμήλου, ἐν δ’αὐτὸς ἔχων εὔληρα βέβηκε.
τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα ·
483488Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλάτε πάντα484δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής.485δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος,486ἴστορα δ’Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω,487ὁππότεραι πρόσθ’ἵπποι, ἵνα γνώῃς ἀποτίνων.
ὣς ἔφατ’, ὄρνυτο δ’αὐτίκ’Ὀϊλῆος ταχὺς Αἴας
489χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι ·
490καί νύ κε δὴ προτέρω ἔτ’ἔρις γένετ’ἀμφοτέροισιν,
491εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον ·
492499μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν493Αἶαν Ἰδομενεῦτε κακοῖς, ἐπεὶ οὐ δὲ ἔοικε.494καὶ δ’ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι.495ἀλλ’ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε496ἵππους · οἳ δὲ τάχ’αὐτοὶ ἐπειγόμενοι περὶ νίκης497ἐνθάδ’ἐλεύσονται · τότε δὲ γνώσεσθε ἕκαστος498ἵππους Ἀργείων, οἳ δεύτεροι οἵτε πάροιθεν.
ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων,
500μάστι δ’αἰὲν ἔλαυνε κατωμαδόν · οἳ δέ οἱ ἵπποι
501ὑψόσ’ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.
502αἰεὶ δ’ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον,
503ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳτε
504ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον · οὐ δέ τι πολλὴ
505γίγνετ’ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν
506ἐν λεπτῇ κονίῃ · τὼ δὲ σπεύδοντε πετέσθην.
507στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δ’ἀνεκήκιεν ἱδρὼς
508ἵππων ἔκτε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.
509αὐτὸς δ’ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,
510κλῖνε δ’ἄρα μάστιγα ποτὶ ζυγόν · οὐ δὲ μάτησεν
511ἴφθιμος Σθένελος, ἀλλ’ἐσσυμένως λάβ’ἄεθλον,
512δῶκε δ’ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα
513καὶ τρίποδ’ὠτώεντα φέρειν · ὃ δ’ἔλυεν ὑφ’ἵππους.
514τῷ δ’ἄρ’ἐπ’Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους
515κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον ·
516ἀλλὰ καὶ ὧς Μενέλαος ἔχ’ἐγγύθεν ὠκέας ἵππους.
517ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα
518ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι ·
519τοῦ μέντε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι
520οὐραῖαι · ὃ δέτ’ἄγχι μάλα τρέχει, οὐ δέ τι πολλὴ
521χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος ·
522τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο
523λείπετ’· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο,
524ἀλλά μιν αἶψα κίχανεν · ὀφέλλετο γὰρ μένος ἠῢ
525ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης ·
526εἰ δέ κ’ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι,
527τώ κέν μιν παρέλασσ’οὐ δ’ἀμφήριστον ἔθηκεν.
528αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος
529λείπετ’ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν ·
530βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι,
531ἤκιστος δ’ἦν αὐτὸς ἐλαυνέμεν ἅρμ’ἐν ἀγῶνι.
532υἱὸς δ’Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων
533ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους.
534τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς,
535στὰς δ’ἄρ’ἐν Ἀργείοις ἔπεα πτερόεντ’ἀγόρευε ·
536539λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους ·537ἀλλ’ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς538δεύτερ’· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.
ὣς ἔφαθ’, οἳ δ’ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.
540καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί,
541εἰ μὴ ἄρ’Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
542Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατ’ἀναστάς ·
543555ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς544τοῦτο ἔπος · μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον545τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέ’ἵππω546αὐτόςτ’ἐσθλὸς ἐών · ἀλλ’ὤφελεν ἀθανάτοισιν547εὔχεσθαι · τό κεν οὔ τι πανύστατος ἦλθε διώκων.548εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ549ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς550καὶ πρόβατ’, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι ·551τῶν οἱ ἔπειτ’ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον552ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σ’αἰνήσωσιν Ἀχαιοί.553τὴν δ’ἐγὼ οὐ δώσω · περὶ δ’αὐτῆς πειρηθήτω554ἀνδρῶν ὅς κ’ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.
ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς
556χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος ·
557καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα ·
558563Ἀντίλοχ’, εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο559Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω.560δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων561χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο562ἀμφιδεδίνηται · πολέος δέ οἱ ἄξιος ἔσται.
ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ
564οἰσέμεναι κλισίηθεν · ὃ δ’ᾤχετο καί οἱ ἔνεικεν,
565Εὐμήλῳ δ’ἐν χερσὶ τίθει · ὃ δὲ δέξατο χαίρων.
566τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων
567Ἀντιλόχῳ ἄμοτον κεχολωμένος · ἐν δ’ἄρα κῆρυξ
568χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαίτε κέλευσεν
569Ἀργείους · ὃ δ’ἔπειτα μετηύδα ἰσόθεος φώς ·
570586Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας.571ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους572τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν.573ἀλλ’ἄγετ’Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες574ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δ’ἐπ’ἀρωγῇ,575μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων ·579εἰ δ’ἄγ’ἐγὼν αὐτὸς δικάσω, καί μ’οὔ τινά φημι580ἄλλον ἐπιπλήξειν Δαναῶν · ἰθεῖα γὰρ ἔσται.581Ἀντίλοχ’εἰ δ’ἄγε δεῦρο διοτρεφές, ἣ θέμις ἐστί,582στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην583χερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες,584ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον585ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι.
τὸν δ’αὖτ’Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα ·
587596ἄνσχεο νῦν · πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι588σεῖο ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων.589οἶσθ’οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι ·590κραιπνότερος μὲν γάρτε νόος, λεπτὴ δέτε μῆτις.591τώ τοι ἐπιτλήτω κραδίη · ἵππον δέ τοι αὐτὸς592δώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλο593μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι594βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα595ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός.
ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς
597ἐν χείρεσσι τίθει Μενελάου · τοῖο δὲ θυμὸς
598ἰάνθη ὡς εἴτε περὶ σταχύεσσιν ἐέρση
599ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι ·
600ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη.
601καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
602612Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς603χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐ δ’ἀεσίφρων604ἦσθα πάρος · νῦν αὖτε νόον νίκησε νεοίη.605δεύτερον αὖτ’ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν.606οὐ γάρ κέν με τάχ’ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν.607ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας608σόςτε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκ’ἐμεῖο ·609τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον610δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε611ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.
ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ
613ἵππον ἄγειν · ὃ δ’ἔπειτα λέβηθ’ἕλε παμφανόωντα.
614Μηριόνης δ’ἀνάειρε δύω χρυσοῖο τάλαντα
615τέτρατος, ὡς ἔλασεν. πέμπτον δ’ὑπελείπετ’ἄεθλον,
616ἀμφίθετος φιάλη · τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς
617Ἀργείων ἀν’ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς ·
618624τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω619Πατρόκλοιο τάφου μνῆμ’ἔμμεναι · οὐ γὰρ ἔτ’αὐτὸν620ὄψῃ ἐν Ἀργείοισι · δίδωμι δέ τοι τόδ’ἄεθλον621αὔτως · οὐ γὰρ πύξ γε μαχήσεαι, οὐ δὲ παλαίσεις,622οὐ δ’ἔτ’ἀκοντιστὺν ἐσδύσεαι, οὐ δὲ πόδεσσι623θεύσεαι · ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει.
ὣς εἰπὼν ἐν χερσὶ τίθει · ὃ δ’ἐδέξατο χαίρων,
625καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
626651ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες ·627οὐ γὰρ ἔτ’ἔμπεδα γυῖα φίλος πόδες, οὐ δέ τι χεῖρες628ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί.629εἴθ’ὣς ἡβώοιμι βίητέ μοι ἔμπεδος εἴη630ὡς ὁπότε κρείοντ’Ἀμαρυγκέα θάπτον Ἐπειοὶ631Βουπρασίῳ, παῖδες δ’ἔθεσαν βασιλῆος ἄεθλα ·632ἔνθ’οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετ’, οὔτ’ἄρ’Ἐπειῶν633οὔτ’αὐτῶν Πυλίων οὔτ’Αἰτωλῶν μεγαθύμων.634πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν,635Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη ·636Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,637δουρὶ δ’ὑπειρέβαλον Φυλῆάτε καὶ Πολύδωρον.638οἴοισίν μ’ἵπποισι παρήλασαν Ἀκτορίωνε639πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης,640οὕνεκα δὴ τὰ μέγιστα παρ’αὐτόθι λείπετ’ἄεθλα.641οἳ δ’ἄρ’ἔσαν δίδυμοι · ὃ μὲν ἔμπεδον ἡνιόχευεν,642ἔμπεδον ἡνιόχευ’, ὃ δ’ἄρα μάστιγι κέλευεν.643ὥς ποτ’ἔον · νῦν αὖτε νεώτεροι ἀντιοώντων644ἔργων τοιούτων · ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ645πείθεσθαι, τότε δ’αὖτε μετέπρεπον ἡρώεσσιν.646ἀλλ’ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε.647τοῦτο δ’ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ,648ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐ δέ σε λήθω,649τιμῆς ἧςτέ μ’ἔοικε τετιμῆσθαι μετ’Ἀχαιοῖς.650σοὶ δὲ θεοὶ τῶνδ’ἀντὶ χάριν μενοεικέα δοῖεν.
ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθ’ὅμιλον Ἀχαιῶν
652ᾤχετ’, ἐπεὶ πάντ’αἶνον ἐπέκλυε Νηλεΐδαο.
653αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα ·
654ἡμίονον ταλαεργὸν ἄγων κατέδησ’ἐν ἀγῶνι
655ἑξέτε’ἀδμήτην, ἥτ’ἀλγίστη δαμάσασθαι ·
656τῷ δ’ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον.
657στῆ δ’ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν ·
658664Ἀτρεΐδητε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ659ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,660πὺξ μάλ’ἀνασχομένω πεπληγέμεν · ᾧ δέ κ’Ἀπόλλων661δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί,662ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω ·663αὐτὰρ ὃ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον.
ὣς ἔφατ’, ὄρνυτο δ’αὐτίκ’ἀνὴρ ἠΰςτε μέγαςτε
665εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός,
666ἅψατο δ’ἡμιόνου ταλαεργοῦ φώνησέντε ·
667676ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον ·668ἡμίονον δ’οὔ φημί τιν’ἀξέμεν ἄλλον Ἀχαιῶν669πυγμῇ νικήσαντ’, ἐπεὶ εὔχομαι εἶναι ἄριστος.670ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐ δ’ἄρα πως ἦν671ἐν πάντεσσ’ἔργοισι δαήμονα φῶτα γενέσθαι.672ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται ·673ἀντικρὺ χρόατε ῥήξω σύντ’ὀστέ’ἀράξω.674κηδεμόνες δέ οἱ ἐνθάδ’ἀολλέες αὖθι μενόντων,675οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.
ὣς ἔφαθ’, οἳ δ’ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
677Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς
678Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος,
679ὅς ποτε Θήβας δ’ἦλθε δεδουπότος Οἰδιπόδαο
680ἐς τάφον · ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας.
681τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο
682θαρσύνων ἔπεσιν, μέγα δ’αὐτῷ βούλετο νίκην.
683ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα
684δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.
685τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα,
686ἄντα δ’ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμ’ἄμφω
687σύν ῥ’ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.
688δεινὸς δὲ χρόμαδος γενύων γένετ’, ἔρρεε δ’ἱδρὼς
689πάντοθεν ἐκ μελέων · ἐπὶ δ’ὄρνυτο δῖος Ἐπειός,
690κόψε δὲ παπτήναντα παρήϊον · οὐ δ’ἄρ’ἔτι δὴν
691ἑστήκειν · αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.
692ὡς δ’ὅθ’ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς
693θίν’ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν,
694ὣς πληγεὶς ἀνέπαλτ’· αὐτὰρ μεγάθυμος Ἐπειὸς
695χερσὶ λαβὼν ὤρθωσε · φίλοι δ’ἀμφέσταν ἑταῖροι,
696οἵ μιν ἄγον δι’ἀγῶνος ἐφελκομένοισι πόδεσσιν
697αἷμα παχὺ πτύοντα κάρη βάλλονθ’ἑτέρωσε ·
698κὰδ δ’ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες,
699αὐτοὶ δ’οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.
700Πηλεΐδης δ’αἶψ’ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα
701δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς,
702τῷ μὲν νικήσαντι μέγαν τρίποδ’ἐμπυριβήτην,
703τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί ·
704ἀνδρὶ δὲ νικηθέντι γυναῖκ’ἐς μέσσον ἔθηκε,
705πολλὰ δ’ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον.
706στῆ δ’ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν ·
707708ὄρνυσθ’οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.
ὣς ἔφατ’, ὦρτο δ’ἔπειτα μέγας Τελαμώνιος Αἴας,
709ἂν δ’Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς.
710ζωσαμένω δ’ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα,
711ἀγκὰς δ’ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν
712ὡς ὅτ’ἀμείβοντες, τούςτε κλυτὸς ἤραρε τέκτων
713δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων.
714τετρίγει δ’ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν
715ἑλκόμενα στερεῶς · κατὰ δὲ νότιος ῥέεν ἱδρώς,
716πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράςτε καὶ ὤμους
717αἵματι φοινικόεσσαι ἀνέδραμον · οἳ δὲ μάλ’αἰεὶ
718νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο ·
719οὔτ’Ὀδυσεὺς δύνατο σφῆλαι οὔδειτε πελάσσαι,
720οὔτ’Αἴας δύνατο, κρατερὴ δ’ἔχεν ἲς Ὀδυσῆος.
721ἀλλ’ὅτε δή ῥ’ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς,
722δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας ·
723725διογενὲς Λαερτιάδη πολυμήχαν’Ὀδυσσεῦ724ἤ μ’ἀνάειρ’, ἢ ἐγὼ σέ · τὰ δ’αὖ Διὶ πάντα μελήσει.
ὣς εἰπὼν ἀνάειρε · δόλου δ’οὐ λήθετ’Ὀδυσσεύς ·
726κόψ’ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα,
727κὰδ δ’ἔβαλ’ἐξοπίσω · ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς
728κάππεσε · λαοὶ δ’αὖ θηεῦντότε θάμβησάντε.
729δεύτερος αὖτ’ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,
730κίνησεν δ’ἄρα τυτθὸν ἀπὸ χθονός, οὐ δ’ἔτ’ἄειρεν,
731ἐν δὲ γόνυ γνάμψεν · ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω
732πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ.
733καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντ’ἐπάλαιον,
734εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε ·
735738μηκέτ’ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι ·736νίκη δ’ἀμφοτέροισιν · ἀέθλια δ’ἶσ’ἀνελόντες737ἔρχεσθ’, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.
ὣς ἔφαθ’, οἳ δ’ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,
739καί ῥ’ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.
740Πηλεΐδης δ’αἶψ’ἄλλα τίθει ταχυτῆτος ἄεθλα
741ἀργύρεον κρητῆρα τετυγμένον · ἓξ δ’ἄρα μέτρα
742χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπ’αἶαν
743πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,
744Φοίνικες δ’ἄγον ἄνδρες ἐπ’ἠεροειδέα πόντον,
745στῆσαν δ’ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν ·
746υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε
747Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος.
748καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο,
749ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο ·
750δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ,
751ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊ’ἔθηκε.
752στῆ δ’ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν ·
753754ὄρνυσθ’οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.
ὣς ἔφατ’, ὄρνυτο δ’αὐτίκ’Ὀϊλῆος ταχὺς Αἴας,
755ἂν δ’Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς
756Ἀντίλοχος · ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα.
757στὰν δὲ μεταστοιχί · σήμηνε δὲ τέρματ’Ἀχιλλεύς.
758τοῖσι δ’ἀπὸ νύσσης τέτατο δρόμος · ὦκα δ’ἔπειτα
759ἔκφερ’Ὀϊλιάδης · ἐπὶ δ’ὄρνυτο δῖος Ὀδυσσεὺς
760ἄγχι μάλ’, ὡς ὅτε τίςτε γυναικὸς ἐϋζώνοιο
761στήθεός ἐστι κανών, ὅντ’εὖ μάλα χερσὶ τανύσσῃ
762πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δ’ἴσχει
763στήθεος · ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν
764ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι ·
765κὰδ δ’ἄρα οἱ κεφαλῆς χέ’ἀϋτμένα δῖος Ὀδυσσεὺς
766αἰεὶ ῥίμφα θέων · ἴαχον δ’ἐπὶ πάντες Ἀχαιοὶ
767νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον.
768ἀλλ’ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκ’Ὀδυσσεὺς
769εὔχετ’Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν ·
770771κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν.
ὣς ἔφατ’εὐχόμενος · τοῦ δ’ἔκλυε Παλλὰς Ἀθήνη,
772γυῖα δ’ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν.
773ἀλλ’ὅτε δὴ τάχ’ἔμελλον ἐπαΐξασθαι ἄεθλον,
774ἔνθ’Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη,
775τῇ ῥα βοῶν κέχυτ’ὄνθος ἀποκταμένων ἐριμύκων,
776οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς ·
777ἐν δ’ὄνθου βοέου πλῆτο στόματε ῥῖνάςτε ·
778κρητῆρ’αὖτ’ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,
779ὡς ἦλθε φθάμενος · ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.
780στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο
781ὄνθον ἀποπτύων, μετὰ δ’Ἀργείοισιν ἔειπεν ·
782784ὢ πόποι ἦ μ’ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ783μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδ’ἐπαρήγει.
ὣς ἔφαθ’, οἳ δ’ἄρα πάντες ἐπ’αὐτῷ ἡδὺ γέλασσαν.
785Ἀντίλοχος δ’ἄρα δὴ λοισθήϊον ἔκφερ’ἄεθλον
786μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν ·
787793εἰδόσιν ὔμμ’ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν788ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους.789Αἴας μὲν γὰρ ἐμεῖ’ὀλίγον προγενέστερός ἐστιν,790οὗτος δὲ προτέρης γενεῆς προτέρωντ’ἀνθρώπων ·791ὠμογέροντα δέ μίν φασ’ἔμμεναι · ἀργαλέον δὲ792ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ.
ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα.
794τὸν δ’Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν ·
795797Ἀντίλοχ’οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος,796ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.
ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δ’ἐδέξατο χαίρων.
798αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος
799θῆκ’ἐς ἀγῶνα φέρων, κατὰ δ’ἀσπίδα καὶ τρυφάλειαν
800τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα.
801στῆ δ’ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν ·
802811ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,803τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε804ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι.805ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν,806ψαύσῃ δ’ἐνδίνων διάτ’ἔντεα καὶ μέλαν αἷμα,807τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον808καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων ·809τεύχεα δ’ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων ·810καί σφιν δαῖτ’ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν.
ὣς ἔφατ’, ὦρτο δ’ἔπειτα μέγας Τελαμώνιος Αἴας,
812ἂν δ’ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης.
813οἳ δ’ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
814ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι
815δεινὸν δερκομένω · θάμβος δ’ἔχε πάντας Ἀχαιούς.
816ἀλλ’ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ἀλλήλοισιν ἰόντες,
817τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν.
818ἔνθ’Αἴας μὲν ἔπειτα κατ’ἀσπίδα πάντοσ’ἐΐσην
819νύξ’, οὐ δὲ χρό’ἵκανεν · ἔρυτο γὰρ ἔνδοθι θώρηξ ·
820Τυδεΐδης δ’ἄρ’ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο
821αἰὲν ἐπ’αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ.
822καὶ τότε δή ῥ’Αἴαντι περιδείσαντες Ἀχαιοὶ
823παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσ’ἀνελέσθαι.
824αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως
825σὺν κολεῷτε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι.
826αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον
827ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος ·
828ἀλλ’ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς,
829τὸν δ’ἄγετ’ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι.
830στῆ δ’ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν ·
831836ὄρνυσθ’οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.832εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί,833ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς834χρεώμενος · οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου835ποιμὴν οὐ δ’ἀροτὴρ εἶσ’ἐς πόλιν, ἀλλὰ παρέξει.
ὣς ἔφατ’, ὦρτο δ’ἔπειτα μενεπτόλεμος Πολυποίτης,
837ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο,
838ἂν δ’Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός.
839ἑξείης δ’ἵσταντο, σόλον δ’ἕλε δῖος Ἐπειός,
840ἧκε δὲ δινήσας · γέλασαν δ’ἐπὶ πάντες Ἀχαιοί.
841δεύτερος αὖτ’ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος ·
842τὸ τρίτον αὖτ’ἔρριψε μέγας Τελαμώνιος Αἴας
843χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων.
844ἀλλ’ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης,
845ὅσσόν τίςτ’ἔρριψε καλαύροπα βουκόλος ἀνήρ,
846ἣ δέθ’ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας,
847τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε · τοὶ δὲ βόησαν.
848ἀνστάντες δ’ἕταροι Πολυποίταο κρατεροῖο
849νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον.
850αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον,
851κὰδ δ’ἐτίθει δέκα μὲν πελέκεας, δέκα δ’ἡμιπέλεκκα,
852ἱστὸν δ’ἔστησεν νηὸς κυανοπρῴροιο
853τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν
854λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρ’ἀνώγει
855τοξεύειν · ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν,
856πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω ·
857ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών,
858ἥσσων γὰρ δὴ κεῖνος, ὃ δ’οἴσεται ἡμιπέλεκκα.
859ὣς ἔφατ’, ὦρτο δ’ἔπειτα βίη Τεύκροιο ἄνακτος,
860ἂν δ’ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος.
861κλήρους δ’ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,
862Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν · αὐτίκα δ’ἰὸν
863ἧκεν ἐπικρατέως, οὐ δ’ἠπείλησεν ἄνακτι
864ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
865ὄρνιθος μὲν ἅμαρτε · μέγηρε γάρ οἱ τό γ’Ἀπόλλων ·
866αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετ’ὄρνις ·
867ἀντικρὺ δ’ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός.
868ἣ μὲν ἔπειτ’ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη
869μήρινθος ποτὶ γαῖαν · ἀτὰρ κελάδησαν Ἀχαιοί.
870σπερχόμενος δ’ἄρα Μηριόνης ἐξείρυσε χειρὸς
871τόξον · ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.
872αὐτίκα δ’ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι
873ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
874ὕψι δ’ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν ·
875τῇ ῥ’ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην,
876ἀντικρὺ δὲ διῆλθε βέλος · τὸ μὲν ἂψ ἐπὶ γαίῃ
877πρόσθεν Μηριόναο πάγη ποδός · αὐτὰρ ἣ ὄρνις
878ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο
879αὐχέν’ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.
880ὠκὺς δ’ἐκ μελέων θυμὸς πτάτο, τῆλε δ’ἀπ’αὐτοῦ
881κάππεσε · λαοὶ δ’αὖ θηεῦντότε θάμβησάντε.
882ἂν δ’ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε,
883Τεῦκρος δ’ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας.
884αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος,
885κὰδ δὲ λέβητ’ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα
886θῆκ’ἐς ἀγῶνα φέρων · καί ῥ’ἥμονες ἄνδρες ἀνέσταν ·
887ἂν μὲν ἄρ’Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,
888ἂν δ’ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος.
889τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς ·
890895Ἀτρεΐδη · ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων891ἠδ’ὅσσον δυνάμειτε καὶ ἥμασιν ἔπλευ ἄριστος ·892ἀλλὰ σὺ μὲν τόδ’ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας893ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν,894εἰ σύ γε σῷ θυμῷ ἐθέλοις · κέλομαι γὰρ ἔγωγε.
ὣς ἔφατ’, οὐ δ’ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
896δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον · αὐτὰρ ὅ γ’ἥρως
897Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.