Iliad, Book 14 (Ξ)
Νέστορα δ’οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης,
2ἀλλ’Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα ·
39φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα ·4μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.5ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον6εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη7θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα ·8αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.
ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο
10κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο
11χαλκῷ παμφαῖνον · ὃ δ’ἔχ’ἀσπίδα πατρὸς ἑοῖο.
12εἵλετο δ’ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
13στῆ δ’ἐκτὸς κλισίης, τάχα δ’εἴσιδεν ἔργον ἀεικὲς
14τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε
15Τρῶας ὑπερθύμους · ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν.
16ὡς δ’ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ
17ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
18αὔτως, οὐ δ’ἄρατε προκυλίνδεται οὐδετέρωσε,
19πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,
20ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν
21διχθάδι’, ἢ μεθ’ὅμιλον ἴοι Δαναῶν ταχυπώλων,
22ἦε μετ’Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν.
23ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
24βῆναι ἐπ’Ἀτρεΐδην. οἳ δ’ἀλλήλους ἐνάριζον
25μαρνάμενοι · λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς
26νυσσομένων ξίφεσίντε καὶ ἔγχεσιν ἀμφιγύοισι.
27Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες
28πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ
29Τυδεΐδης Ὀδυσεύςτε καὶ Ἀτρεΐδης Ἀγαμέμνων.
30πολλὸν γάρ ῥ’ἀπάνευθε μάχης εἰρύατο νῆες
31θῖν’ἔφ’ἁλὸς πολιῆς · τὰς γὰρ πρώτας πεδίον δὲ
32εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.
33οὐ δὲ γὰρ οὐ δ’εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας
34αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί ·
35τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης
36ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι.
37τώ ῥ’οἵ γ’ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο
38ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι · ἄχνυτο δέ σφι
39θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς
40Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
41τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων ·
4252ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν43τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρ’ἀφικάνεις;44δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ,45ὥς ποτ’ἐπηπείλησεν ἐνὶ Τρώεσσ’ἀγορεύων46μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι47πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.48κεῖνος τὼς ἀγόρευε · τὰ δὴ νῦν πάντα τελεῖται.49ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ50ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς51οὐ δ’ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.
τὸν δ’ἠμείβετ’ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
5364ἦ δὴ ταῦτά γ’ἑτοῖμα τετεύχαται, οὐ δέ κεν ἄλλως54Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.55τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν56ἄρρηκτον νηῶντε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι ·57οἳ δ’ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι58νωλεμές · οὐ δ’ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων59ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται,60ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δ’οὐρανὸν ἵκει.61ἡμεῖς δὲ φραζώμεθ’ὅπως ἔσται τάδε ἔργα62εἴ τι νόος ῥέξει · πόλεμον δ’οὐκ ἄμμε κελεύω63δύμεναι · οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.
τὸν δ’αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
6582Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται,66τεῖχος δ’οὐκ ἔχραισμε τετυγμένον, οὐ δέ τι τάφρος,67ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ68ἄρρηκτον νηῶντε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι ·69οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι70νωνύμνους ἀπολέσθαι ἀπ’Ἄργεος ἐνθάδ’Ἀχαιούς.71ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν,72οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι73κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν.74ἀλλ’ἄγεθ’ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.75νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης76ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν,77ὕψι δ’ἐπ’εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ78νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο79Τρῶες · ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.80οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐ δ’ἀνὰ νύκτα.81βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.
τὸν δ’ἄρ’ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς ·
83103Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων ·84οὐλόμεν’αἴθ’ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου85σημαίνειν, μὴ δ’ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς86ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν87ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.88οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν89καλλείψειν, ἧς εἵνεκ’ὀϊζύομεν κακὰ πολλά;90σίγα, μή τίςτ’ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ91μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο92ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν93σκηπτοῦχόςτ’εἴη, καί οἱ πειθοίατο λαοὶ94τοσσοίδ’ὅσσοισιν σὺ μετ’Ἀργείοισιν ἀνάσσεις ·95νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες ·96ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς97νῆας ἐϋσσέλμους ἅλαδ’ἑλκέμεν, ὄφρ’ἔτι μᾶλλον98Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,99ἡμῖν δ’αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ100σχήσουσιν πόλεμον νηῶν ἅλα δ’ἑλκομενάων,101ἀλλ’ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.102ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.
τὸν δ’ἠμείβετ’ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
104109ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ105ἀργαλέῃ · ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα106νῆας ἐϋσσέλμους ἅλα δ’ἑλκέμεν υἷας Ἀχαιῶν.107νῦν δ’εἴη ὃς τῆσδέ γ’ἀμείνονα μῆτιν ἐνίσποι108ἢ νέος ἠὲ παλαιός · ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.
τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης ·
110133ἐγγὺς ἀνήρ · οὐ δηθὰ ματεύσομεν · αἴ κ’ἐθέλητε111πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος112οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθ’ὑμῖν ·113πατρὸς δ’ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι114Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.115πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο,116οἴκεον δ’ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι117Ἄγριος ἠδὲ Μέλας, τρίτατος δ’ἦν ἱππότα Οἰνεὺς118πατρὸς ἐμοῖο πατήρ · ἀρετῇ δ’ἦν ἔξοχος αὐτῶν.119ἀλλ’ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δ’ἐμὸς Ἄργεϊ νάσθη120πλαγχθείς · ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.121Ἀδρήστοιο δ’ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα122ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι123πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς,124πολλὰ δέ οἱ πρόβατ’ἔσκε · κέκαστο δὲ πάντας Ἀχαιοὺς125ἐγχείῃ · τὰ δὲ μέλλετ’ἀκουέμεν, εἰ ἐτεόν περ.126τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες127μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κ’ἐῢ εἴπω.128δεῦτ’ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ.129ἔνθα δ’ἔπειτ’αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος130ἐκ βελέων, μή πού τις ἐφ’ἕλκεϊ ἕλκος ἄρηται ·131ἄλλους δ’ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ132θυμῷ ἦρα φέροντες ἀφεστᾶσ’οὐ δὲ μάχονται.
ὣς ἔφαθ’, οἳ δ’ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο ·
134βὰν δ’ἴμεν, ἦρχε δ’ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
135οὐ δ’ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος,
136ἀλλὰ μετ’αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς,
137δεξιτερὴν δ’ἕλε χεῖρ’Ἀγαμέμνονος Ἀτρεΐδαο,
138καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
139147Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ140γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν141δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐ δ’ἠβαιαί.142ἀλλ’ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε ·143σοὶ δ’οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν,144ἀλλ’ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες145εὐρὺ κονίσουσιν πεδίον, σὺ δ’ἐπόψεαι αὐτὸς146φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
ὣς εἰπὼν μέγ’ἄϋσεν ἐπεσσύμενος πεδίοιο.
148ὅσσόντ’ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
149ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος,
150τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων
151ἧκεν · Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ’ἑκάστῳ
152καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
153Ἥρη δ’εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι
154στᾶσ’ἐξ Οὐλύμποιο ἀπὸ ῥίου · αὐτίκα δ’ἔγνω
155τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν
156αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ ·
157Ζῆνα δ’ἐπ’ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης
158ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.
159μερμήριξε δ’ἔπειτα βοῶπις πότνια Ἥρη
160ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο ·
161ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
162ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν,
163εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι
164ᾗ χροιῇ, τῷ δ’ὕπνον ἀπήμονάτε λιαρόντε
165χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι.
166βῆ δ’ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν
167Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε
168κληῗδι κρυπτῇ, τὴν δ’οὐ θεὸς ἄλλος ἀνῷγεν ·
169ἔνθ’ἥ γ’εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.
170ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος
171λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ’ἐλαίῳ
172ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν ·
173τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ
174ἔμπης ἐς γαῖάντε καὶ οὐρανὸν ἵκετ’ἀϋτμή.
175τῷ ῥ’ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας
176πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς
177καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.
178ἀμφὶ δ’ἄρ’ἀμβρόσιον ἑανὸν ἕσαθ’, ὅν οἱ Ἀθήνη
179ἔξυσ’ἀσκήσασα, τίθει δ’ἐνὶ δαίδαλα πολλά ·
180χρυσείῃς δ’ἐνετῇσι κατὰ στῆθος περονᾶτο.
181ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ,
182ἐν δ’ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι
183τρίγληνα μορόεντα · χάρις δ’ἀπελάμπετο πολλή.
184κρηδέμνῳ δ’ἐφύπερθε καλύψατο δῖα θεάων
185καλῷ νηγατέῳ · λευκὸν δ’ἦν ἠέλιος ὥς ·
186ποσσὶ δ’ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.
187αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον
188βῆ ῥ’ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δ’Ἀφροδίτην
189τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε ·
190193ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω,191ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ,192οὕνεκ’ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις;
τὴν δ’ἠμείβετ’ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη ·
194197Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο195αὔδα ὅ τι φρονέεις · τελέσαι δέ με θυμὸς ἄνωγεν,196εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη ·
198211δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧτε σὺ πάντας199δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους.200εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης,201Ὠκεανόντε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,202οἵ μ’ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ’ἀτίταλλον203δεξάμενοι Ῥείας, ὅτετε Κρόνον εὐρύοπα Ζεὺς204γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης ·205τοὺς εἶμ’ὀψομένη, καί σφ’ἄκριτα νείκεα λύσω ·206ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται207εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.208εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ209εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι,210αἰεί κέ σφι φίλητε καὶ αἰδοίη καλεοίμην.
τὴν δ’αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη ·
212214οὐκ ἔστ’οὐ δὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι ·213Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.
ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα
215ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο ·
216ἔνθ’ἔνι μὲν φιλότης, ἐν δ’ἵμερος, ἐν δ’ὀαριστὺς
217πάρφασις, ἥτ’ἔκλεψε νόον πύκα περ φρονεόντων.
218τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζε ·
219222τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ220ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται · οὐ δέ σέ φημι221ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς.
ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη,
223μειδήσασα δ’ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ.
224ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη,
225Ἥρη δ’ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,
226Πιερίην δ’ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν
227σεύατ’ἐφ’ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα
228ἀκροτάτας κορυφάς · οὐ δὲ χθόνα μάρπτε ποδοῖιν ·
229ἐξ Ἀθόω δ’ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα,
230Λῆμνον δ’εἰσαφίκανε πόλιν θείοιο Θόαντος.
231ἔνθ’Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο,
232ἔντ’ἄρα οἱ φῦ χειρὶ ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζεν ·
233242Ὕπνε ἄναξ πάντωντε θεῶν πάντωντ’ἀνθρώπων,234ἠμὲν δή ποτ’ἐμὸν ἔπος ἔκλυες, ἠδ’ἔτι καὶ νῦν235πείθευ · ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα.236κοίμησόν μοι Ζηνὸς ὑπ’ὀφρύσιν ὄσσε φαεινὼ237αὐτίκ’ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι.238δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ239χρύσεον · Ἥφαιστος δέ κ’ἐμὸς πάϊς ἀμφιγυήεις240τεύξει’ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει,241τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.
τὴν δ’ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος ·
243263Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο244ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων245ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα246Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται ·247Ζηνὸς δ’οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην248οὐ δὲ κατευνήσαιμ’, ὅτε μὴ αὐτός γε κελεύοι.249ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ250ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς251ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας.252ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο253νήδυμος ἀμφιχυθείς · σὺ δέ οἱ κακὰ μήσαο θυμῷ254ὄρσασ’ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας,255καί μιν ἔπειτα Κόων δ’εὖ ναιομένην ἀπένεικας256νόσφι φίλων πάντων. ὃ δ’ἐπεγρόμενος χαλέπαινε257ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δ’ἔξοχα πάντων258ζήτει · καί κέ μ’ἄϊστον ἀπ’αἰθέρος ἔμβαλε πόντῳ,259εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν ·260τὴν ἱκόμην φεύγων, ὃ δ’ἐπαύσατο χωόμενός περ.261ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.262νῦν αὖ τοῦτό μ’ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.
τὸν δ’αὖτε προσέειπε βοῶπις πότνια Ἥρη ·
264270Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς;265ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν266ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο;267ἀλλ’ἴθ’, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων268δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν.
ὣς φάτο, χήρατο δ’Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα ·
271277ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ,272χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν,273τῇ δ’ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες274μάρτυροι ὦσ’οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες,275ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων276Πασιθέην, ἧςτ’αὐτὸς ἐέλδομαι ἤματα πάντα.
ὣς ἔφατ’, οὐ δ’ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
278ὄμνυε δ’ὡς ἐκέλευε, θεοὺς δ’ὀνόμηνεν ἅπαντας
279τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται.
280αὐτὰρ ἐπεί ῥ’ὄμοσέντε τελεύτησέντε τὸν ὅρκον,
281τὼ βήτην Λήμνουτε καὶ Ἴμβρου ἄστυ λιπόντε
282ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον.
283Ἴδην δ’ἱκέσθην πολυπίδακα μητέρα θηρῶν
284Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα · τὼ δ’ἐπὶ χέρσου
285βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη.
286ἔνθ’Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι
287εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότ’ἐν Ἴδῃ
288μακροτάτη πεφυυῖα δι’ἠέρος αἰθέρ’ἵκανεν ·
289ἔνθ’ἧστ’ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν
290ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥντ’ἐν ὄρεσσι
291χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.
292Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον
293Ἴδης ὑψηλῆς · ἴδε δὲ νεφεληγερέτα Ζεύς.
294ὡς δ’ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν,
295οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι
296εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας.
297στῆ δ’αὐτῆς προπάροιθεν ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζεν ·
298300Ἥρη πῇ μεμαυῖα κατ’Οὐλύμπου τόδ’ἱκάνεις;299ἵπποι δ’οὐ παρέασι καὶ ἅρματα τῶν κ’ἐπιβαίης.
τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη ·
301312ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης,302Ὠκεανόντε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,303οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ’ἀτίταλλον ·304τοὺς εἶμ’ὀψομένη, καί σφ’ἄκριτα νείκεα λύσω ·305ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται306εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.307ἵπποι δ’ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης308ἑστᾶσ’, οἵ μ’οἴσουσιν ἐπὶ τραφερήντε καὶ ὑγρήν.309νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατ’Οὐλύμπου τόδ’ἱκάνω,310μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ311οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο.
τὴν δ’ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
313329Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι,314νῶϊ δ’ἄγ’ἐν φιλότητι τραπείομεν εὐνηθέντε.315οὐ γάρ πώ ποτέ μ’ὧδε θεᾶς ἔρος οὐ δὲ γυναικὸς316θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,317οὐ δ’ὁπότ’ἠρασάμην Ἰξιονίης ἀλόχοιο,318ἣ τέκε Πειρίθοον θεόφιν μήστωρ’ἀτάλαντον ·319οὐ δ’ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης,320ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν ·321οὐ δ’ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,322ἣ τέκε μοι Μίνωντε καὶ ἀντίθεον Ῥαδάμανθυν ·323οὐ δ’ὅτε περ Σεμέλης οὐ δ’Ἀλκμήνης ἐνὶ Θήβῃ,324ἥ ῥ’Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα ·325ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν ·326οὐ δ’ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης,327οὐ δ’ὁπότε Λητοῦς ἐρικυδέος, οὐ δὲ σεῦ αὐτῆς,328ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.
τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη ·
330341αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.331εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι332Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα ·333πῶς κ’ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων334εὕδοντ’ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν335πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην336ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη.337ἀλλ’εἰ δή ῥ’ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,338ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν339Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν ·340ἔνθ’ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή.
τὴν δ’ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
342346Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τιν’ἀνδρῶν343ὄψεσθαι · τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω344χρύσεον · οὐ δ’ἂν νῶϊ διαδράκοι Ἠέλιός περ,345οὗτε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι.
ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν ·
347τοῖσι δ’ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,
348λωτόνθ’ἑρσήεντα ἰδὲ κρόκον ἠδ’ὑάκινθον
349πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσ’ἔεργε.
350τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο
351καλὴν χρυσείην · στιλπναὶ δ’ἀπέπιπτον ἔερσαι.
352ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ,
353ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δ’ἀγκὰς ἄκοιτιν ·
354βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος
355ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ ·
356ἀγχοῦ δ’ἱστάμενος ἔπεα πτερόεντα προσηύδα ·
357361πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε,358καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρ’ἔτι εὕδει359Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμ’ἐκάλυψα ·360Ἥρη δ’ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.
ὣς εἰπὼν ὃ μὲν ᾤχετ’ἐπὶ κλυτὰ φῦλ’ἀνθρώπων,
362τὸν δ’ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν.
363αὐτίκα δ’ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν ·
364378Ἀργεῖοι καὶ δ’αὖτε μεθίεμεν Ἕκτορι νίκην365Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται;366ἀλλ’ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκ’Ἀχιλλεὺς367νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ ·368κείνου δ’οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι369ἡμεῖς ὀτρυνώμεθ’ἀμυνέμεν ἀλλήλοισιν.370ἀλλ’ἄγεθ’ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες ·371ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται372ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι373κρύψαντες, χερσίντε τὰ μακρότατ’ἔγχε’ἑλόντες374ἴομεν · αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐ δ’ἔτι φημὶ375Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα.376ὃς δέ κ’ἀνὴρ μενέχαρμος, ἔχει δ’ὀλίγον σάκος ὤμῳ,377χείρονι φωτὶ δότω, ὃ δ’ἐν ἀσπίδι μείζονι δύτω.
ὣς ἔφαθ’, οἳ δ’ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο ·
379τοὺς δ’αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ
380Τυδεΐδης Ὀδυσεύςτε καὶ Ἀτρεΐδης Ἀγαμέμνων ·
381οἰχόμενοι δ’ἐπὶ πάντας ἀρήϊα τεύχε’ἄμειβον ·
382ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν.
383αὐτὰρ ἐπεί ῥ’ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν
384βάν ῥ’ἴμεν · ἦρχε δ’ἄρά σφι Ποσειδάων ἐνοσίχθων
385δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ
386εἴκελον ἀστεροπῇ · τῷ δ’οὐ θέμις ἐστὶ μιγῆναι
387ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας.
388Τρῶας δ’αὖθ’ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ.
389δή ῥα τότ’αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν
390κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ,
391ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δ’Ἀργείοισιν ἀρήγων.
392ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίαςτε νέαςτε
393Ἀργείων · οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
394οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον
395ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ ·
396οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο
397οὔρεος ἐν βήσσῃς, ὅτετ’ὤρετο καιέμεν ὕλην ·
398οὔτ’ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι
399ἠπύει, ὅςτε μάλιστα μέγα βρέμεται χαλεπαίνων,
400ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ
401δεινὸν ἀϋσάντων, ὅτ’ἐπ’ἀλλήλοισιν ὄρουσαν.
402Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ
403ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐ δ’ἀφάμαρτε,
404τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην,
405ἤτοι ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου ·
406τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δ’Ἕκτωρ,
407ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,
408ἂψ δ’ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ἀλεείνων.
409τὸν μὲν ἔπειτ’ἀπιόντα μέγας Τελαμώνιος Αἴας
410χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν
411πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας
412στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς,
413στρόμβον δ’ὣς ἔσσευε βαλών, περὶ δ’ἔδραμε πάντῃ.
414ὡς δ’ὅθ’ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς
415πρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ
416ἐξ αὐτῆς, τὸν δ’οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται
417ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός,
418ὣς ἔπεσ’Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι ·
419χειρὸς δ’ἔκβαλεν ἔγχος, ἐπ’αὐτῷ δ’ἀσπὶς ἑάφθη
420καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
421οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν
422ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς
423αἰχμάς · ἀλλ’οὔ τις ἐδυνήσατο ποιμένα λαῶν
424οὐτάσαι οὐ δὲ βαλεῖν · πρὶν γὰρ περίβησαν ἄριστοι
425Πουλυδάμαςτε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ
426Σαρπηδώντ’ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων.
427τῶν δ’ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν
428ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δ’ἄρ’ἑταῖροι
429χερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρ’ἵκεθ’ἵππους
430ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
431ἕστασαν ἡνίοχόντε καὶ ἅρματα ποικίλ’ἔχοντες ·
432οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα.
433ἀλλ’ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
434Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,
435ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ
436χεῦαν · ὃ δ’ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν,
437ἑζόμενος δ’ἐπὶ γοῦνα κελαινεφὲς αἷμ’ἀπέμεσσεν ·
438αὖτις δ’ἐξοπίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσε
439νὺξ ἐκάλυψε μέλαινα · βέλος δ’ἔτι θυμὸν ἐδάμνα.
440Ἀργεῖοι δ’ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα
441μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.
442ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας
443Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι
444Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων
445Ἤνοπι βουκολέοντι παρ’ὄχθας Σατνιόεντος.
446τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
447οὖτα κατὰ λαπάρην · ὃ δ’ἀνετράπετ’, ἀμφὶ δ’ἄρ’αὐτῷ
448Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.
449τῷ δ’ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ
450Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον
451υἱὸν Ἀρηϊλύκοιο, δι’ὤμου δ’ὄβριμον ἔγχος
452ἔσχεν, ὃ δ’ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
453Πουλυδάμας δ’ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας ·
454458οὐ μὰν αὖτ’ὀΐω μεγαθύμου Πανθοΐδαο455χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα,456ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω457αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω.
ὣς ἔφατ’, Ἀργείοισι δ’ἄχος γένετ’εὐξαμένοιο ·
459Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε
460τῷ Τελαμωνιάδῃ · τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.
461καρπαλίμως δ’ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ.
462Πουλυδάμας δ’αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν
463λικριφὶς ἀΐξας, κόμισεν δ’Ἀντήνορος υἱὸς
464Ἀρχέλοχος · τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.
465τόν ῥ’ἔβαλεν κεφαλῆςτε καὶ αὐχένος ἐν συνεοχμῷ,
466νείατον ἀστράγαλον, ἀπὸ δ’ἄμφω κέρσε τένοντε ·
467τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόματε ῥῖνέςτε
468οὔδεϊ πλῆντ’ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος.
469Αἴας δ’αὖτ’ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι ·
470475φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες471ἦ ῥ’οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι472ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐ δὲ κακῶν ἔξ,473ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο474ἢ πάϊς · αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.
ἦ ῥ’εὖ γιγνώσκων, Τρῶας δ’ἄχος ἔλλαβε θυμόν.
476ἔνθ’Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ
477ἀμφὶ κασιγνήτῳ βεβαώς · ὃ δ’ὕφελκε ποδοῖιν.
478τῷ δ’Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας ·
479486Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι480οὔ θην οἴοισίν γε πόνοςτ’ἔσεται καὶ ὀϊζὺς481ἡμῖν, ἀλλά ποθ’ὧδε κατακτενέεσθε καὶ ὔμμες.482φράζεσθ’ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει483ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ484δηρὸν ἄτιτος ἔῃ · τὼ καί κέ τις εὔχεται ἀνὴρ485γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.
ὣς ἔφατ’, Ἀργείοισι δ’ἄχος γένετ’εὐξαμένοιο ·
487Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν ·
488ὁρμήθη δ’Ἀκάμαντος · ὃ δ’οὐχ ὑπέμεινεν ἐρωὴν
489Πηνελέωο ἄνακτος · ὃ δ’οὔτασεν Ἰλιονῆα
490υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα
491Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε ·
492τῷ δ’ἄρ’ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.
493τὸν τόθ’ὑπ’ὀφρύος οὖτα κατ’ὀφθαλμοῖο θέμεθλα,
494ἐκ δ’ὦσε γλήνην · δόρυ δ’ὀφθαλμοῖο διὰ πρὸ
495καὶ διὰ ἰνίου ἦλθεν, ὃ δ’ἕζετο χεῖρε πετάσσας
496ἄμφω · Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
497αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε
498αὐτῇ σὺν πήληκι κάρη · ἔτι δ’ὄβριμον ἔγχος
499ἦεν ἐν ὀφθαλμῷ · ὃ δὲ φὴ κώδειαν ἀνασχὼν
500πέφραδέτε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα ·
501506εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος502πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν ·503οὐ δὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο504ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ505ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.
ὣς φάτο, τοὺς δ’ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα,
507πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
508ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ἔχουσαι
509ὅς τις δὴ πρῶτος βροτόεντ’ἀνδράγρι’Ἀχαιῶν
510ἤρατ’, ἐπεί ῥ’ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.
511Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα
512Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων ·
513Φάλκην δ’Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε ·
514Μηριόνης δὲ Μόρυντε καὶ Ἱπποτίωνα κατέκτα,
515Τεῦκρος δὲ Προθόωνάτ’ἐνήρατο καὶ Περιφήτην ·
516Ἀτρεΐδης δ’ἄρ’ἔπειθ’Ὑπερήνορα ποιμένα λαῶν
517οὖτα κατὰ λαπάρην, διὰ δ’ἔντερα χαλκὸς ἄφυσσε
518δῃώσας · ψυχὴ δὲ κατ’οὐταμένην ὠτειλὴν
519ἔσσυτ’ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε.
520πλείστους δ’Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός ·
521οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν
522ἀνδρῶν τρεσσάντων, ὅτετε Ζεὺς ἐν φόβον ὄρσῃ.